De Gigantibus

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

„σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5,31). λόγιόν ἐστι τοῦτο χρησθὲν τῷ προφήτῃ· στάσις τε καὶ ἠρεμία ἀκλινὴς ἡ παρὰ τὸν ἀκλινῶς ἑστῶτα ἀεὶ θεόν·

ἀνάγκη γὰρ ὑγιεῖ κανόνι τὰ παρατιθέμενα εὐθύνεσθαι. διὰ τοῦτό μοι δοκεῖ καὶ ὁ περισσὸς τῦφος, ἐπίκλησιν Ἰοθόρ, καταπλαγεὶς τὴν ἀρρεπῆ καὶ ἰσαιτάτην καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν προαίρεσιν τοῦ σοφοῦ σχετλιάζειν καὶ ἀναπυνθάνεσθαι τὸν τρόπον τοῦτον· „διὰ τί σὺ κάθησαι μόνος„ (Exod. 18,14) ;

ἰδὼν γάρ τις τὸν ἐν εἰρήνῃ συνεχῆ πόλεμον ἀνθρώπων οὐ κατὰ ἔθνη καὶ χώρας καὶ πόλεις αὐτὸ μόνον [*](1 τῷ] τὸ H1P τέλειον τὸ ἄφθαρτον U 2 καὶ φθαρτὸν U: om. 3 σαρκῶν U: σαρκὶ ceteri ἐξηρτημένον coni. Mang. 4 ὁ om. U δὲ om. HP 6 αὐτῶν HP 7 γὰρ] δὲ U 8 εἰ—εὐλαβηθέντες om. U 9 τὸ κράτος τῆς ἀρχῆς αὐτοῦ HP (τὸ del. H2) 10 χρῆσθαι τῆ κολαστηρίῳ U ἠρεμήσωμεν MAUH: ἠρεμήσαμεν P, ἠρεμήσομεν Turn. 12 οἴχηται MU: οἴχεται Α, οἰχήσεται HP 13 Μωσεῖ codd. ἠρεαιοτάταις coni. Mang. 14 ὡς bis MA: om. UHP 14 MAUPH1: τροπαῖς τε H 2 καὶ om. U 14. 15 κεχρῆσθαι πεφυκός U 15 λέγεται U: λέγει ceteri ὅτι MAUP2: ὁ HP1 Μώσης MAHP 17 οὔθ’ ὁ σπουδαῖος U, οὔτε σπουδὴ Α 19 λόγιον γάρ ἐστι HP 20 ἠρεμία παντελὴς ἢ U παρὰ] πρὸς conicio ἀκλινῆ H1P ἑστῶσα P θεὸν πρόσοδος conicio 22 ἐπίκλην U εἰωθὼς A 23 ἰσαιτάτην MAU: ἰσοτάτην Η, ἰσωτάτην P ἀναίρεσιν U 24 σχετλιάζει καὶ ἀναπυνθάνεται U 25 συνεχεῖ PH1 26 ἀνθρώπων om. Η κατὰ τὰ ἔθνη Α πόλεις καὶ χώρας U 4 *)

v.2.p.52
συνιστάμενον, ἀλλὰ καὶ κατ’ οἰκίαν, μᾶλλον δὲ καὶ καθ’ ἕνα ἄνδρα ἕκαστον, καὶ τὸν ἐν ταῖς ψυχαῖς ἄλεκτον καὶ βαρὺν χειμῶνα, ὃς ὑπὸ βιαιοτάτης φορᾶς τῶν κατὰ τὸν βίον πραγμάτων ἀναρριπίζεται, τεθαύμακεν εἰκότως, εἴ τις ἐν χειμῶνι εὐδίαν ἢ ἐν κλύδωνι κυμαινούσης θαλάττης γαλήνην ἄγειν δύναται.

ὁρᾷς ὅτι οὐδὲ ὁ ἀρχιερεὺς λόγος ἐνδιατρίβειν ἀεὶ καὶ ἐνσχολάζειν τοῖς ἁγίοις δόγμασι δυνάμενος ἄδειαν ἔσχηκεν ἀνὰ πάντα καιρὸν πρὸς αὐτὰ φοιτᾶν, ἀλλ’ ἅπαξ δι’ ἐνιαυτοῦ μόλις (Lev. 16,2. 34) ; τὸ μὲν γὰρ μετὰ λόγου τοῦ κατὰ προφορὰν οὐ βέβαιον, ὅτι δυάς, τὸ δ’ ἄνευ φωνῆς μόνῃ ψυχῇ τὸ ὂν θεωρεῖν ἐχυρώτατον, ὅτι κατὰ τὴν