De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὡς γὰρ ἡδονῶν ἀπεχομένους πρεσβύτας εὖ φρονῶν οὐκ ἄν τις ἀποδέξαιτο, ὅτι τὸ γῆρας, ἡ μακρὰ καὶ ἀνίατος νόσος, τοὺς τῶν ὀρέξεων ἐχάλασέ τε καὶ ἔλυσε τόνους, ἐπαίνου δ’ ἂν ἀξιώσειε τοὺς ἡβῶντας, ὅτι φλεγούσης τῆς ἐπιθυμίας ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς ὅμως σβεστηρίων ὀργάνων τῶν κατὰ παιδείαν λόγων εὐπορήσαντες τὸν πολὺν φλογμὸν ἅμα καὶ βρασμὸν τῶν παθῶν ἐπεκούφισαν, οὕτως οἷς μὲν οὐδὲν νόσημα, οἷα ἐκ πονηρᾶς φιλεῖ διαίτης ἐπανίστασθαι, ἐλάττων ἔπαινος ἕπεται, ὅτι κατὰ [*](3 ἐχόμενος U 5 εἰσελεύσεται Mang.: ἐξελεύσεται U 8 προστάτης scripsi: πρὸς τὰς U, προστὰς Mang. ὁ seclusi 10 ἐαθὲν Mang.: ἐαθὲν U, a διόλλυται apodosin incipiunt αὐτό Mang.: ἑαυτή U 12 Mang.: παιδεύσαντος U 14 Μεήλ U 19 ἐπιτυχόντα Mang.: ἀποτυχόντα U 25 σβεστηρίων in mg., βεστηρίων in textu U 26 ἄμα Tisch.: ἀλλὰ U) [*](22 sq. Clemens De divite servando ὅ ὁ p. 940 P: ἐπεὶ καὶ τί μέγα ἢ ὑπέρλαμπρον γῆρας ayovov ἁμαρτημάτων; ἀλλ’ εἴ τις ἐν σκιρτήματι νεοτησίῳ καὶ τῷ καύσωνι τῆς ἡλικίας παρέχεται φρόνημα πέπανόν καὶ πρεσβύτερον τοῦ χρόνου, θαυμαστὸς οὗτος ἀγωνιστής . . . .)

v.2.p.16
φύσεως εὐμοιρίαν ἀπροαιρέτως ἐχρήσαντο εὐτυχίᾳ, οἷς δ’ ἐξεγερθὲν ἀντιστατεῖ, μείζων, εἰ δὴ διερεισάμενοι καθελεῖν αὐτὸ βουληθεῖέν τε καὶ δυνηθεῖεν.

τὰ γὰρ ἡδονῆς ὁλκοῦ δελέατα αὐστηρῷ τόνῳ καθελεῖν ἰσχῦσαι τὸν ἐφ’ ἑκουσίοις ἔχει κατορθώμασιν ἔπαινον. ἐὰν οὖν τούτων εὐδαίμονα κλῆρον ἀπολαχόντα μηδέν, ζῇ δὲ ἐν ἡμῖν τὰ ἀποπομπαῖα νοσήματα καὶ ἀρρωστήματα, σπουδάζωμεν αὐτὰ ἀνατρέπειν καὶ καταβάλλειν· τὸ γὰρ ἐξιλάσασθαι ἐπ’ αὐτῶν τοιοῦτόν ἐστιν, ὁμολογῆσαι ὅτι ἔχοντες αὐτὰ ἐν ψυχῇ ζῶντα καὶ περιόντα οὐκ ἐνδίδομεν, ἀλλ’ ἀντιβάντες ἅπασι καρτερῶς ἀπομαχόμεθα, μέχρις ἂν παντελῶς ἀποδιοπομπησώμεθα.

τί δ’ ἕπεται τῷ μὴ κατὰ βούλημα τὸ τοῦ θεοῦ ζῶντι ἢ θάνατος ὁ ψυχῆς; οὗτος δὲ ὀνομάζεται Μαθουσάλα, ὃς ἑρμηνευθεὶς ἦν ἀποστολὴ θανάτου. διὸ τοῦ Μαιὴλ υἱός ἐστι (Gen. 4, 18), τοῦ τὸν ἴδιον βίον ἀπολελοιπότος, ᾧ τὸ ἀποθνῄσκειν ἐπιπέμπεται, ψυχῆς θάνατος, ἣ κατὰ πάθος ἄλογόν ἐστιν αὐτῆς μεταβολή.

τοῦτο μέντοι τὸ πάθος ὅταν κυοφορήσῃ, μετὰ χαλεπῶν ὠδίνων νοσήματα καὶ ἀρρωστήματα ἔτεκεν ἀνίατα, ὑφ’ ὧν ἰλυσπωμένη ταπεινοῦται καὶ κάμπτεται· πιέζει γὰρ αὐτὴν ἕκαστον ἐπιφέρον ἄχθος ἀνήνυτον, ὡς μηδ’ ἀνακῦψαι δύνασθαι. τοῦθ’ ἅπαν ὠνόμασται Λάμεχ· ἑρμηνείαν γὰρ ἔχει ταπείνωσιν, ἵν’ εἰκότως τοῦ Μαθουσάλα γένηται ὁ Λάμεχ υἱός (Gen. 4, 18), πάθους τοῦ περὶ ψυχὴν θανάτου ταπεινὸν καὶ ὑπεῖκον, ἀλόγου ὁρμῆς ἔκγονον ἀρρώστημα.

„Ἔλαβε δ’ ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά“ (Gen. 4, 19). πᾶν ὅ τι ἂν ἑαυτῷ λαμβάνῃ φαῦλος, πάντως ἐστὶν ἐπίληπτον, ἅτε γνώμῃ δυσκαθάρτῳ μιαινόμενον· καὶ γὰρ ἔμπαλιν αἱ τῶν σπουδαίων ἑκούσιοι πράξεις ἐπαινεταὶ πᾶσαι. διὸ νῦν μὲν ὁ Λάμεχ ἑαυτῷ γυναῖκας αἱρούμενος κακὰ μέγιστα αἱρεῖται, αὖθις δ’ Ἀβραάμ, Ἰακώβ, Ἀαρὼν ἑαυτοῖς λαμβάνοντες ἀγαθοῖς οἰκείοις συνέρχονται.