De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
Υἱὸς δὲ τοῦ Ἐνὼχ λέγεται Γαϊδάδ (Gen. 4, 18), ὃ ἑρμηνεύεται ποίμνιον, σφόδρα ἀκολούθως· τὸν γὰρ τῷ νῷ χαριζόμενον τὰ πάντα τῷ μηδὲ τὴν αὑτοῦ φύσιν ἥτις ἐστὶ καταλαβεῖν δυναμένῳ γεννᾶν ἀλόγους ἥρμοττε δυνάμεις, ἀγειρομένας εἰς ποίμνιον· οὐ γὰρ λογικῶν ἀνδρῶν τὸ δόγμα.
ποίμνη δὲ πᾶσα τὸν ἐπιστάντα οὐκ ἔχουσα ποιμένα [*](2 αὐτὴ U καὶ add. Mang. 3 Τάνεως scripsi: τοῖς νεωστί U, τῆς Τάνεως τρ Jlang. πρεσβυτέραν scripsi: πρέσβυ U, πρεσβυτέρας Mang. 4 Αἰγύπτου Tisch.: Αἰγυπτίου U 5 ἀποκρίσεως] an ταπεινώσεως ? v. Testiinonia 8 ὁ addidi τὸ τὸν θεὸν ὁρῶν Mang., τὸ θεὸν ὀρῶν coui. Cohn ὁρᾶν U ἀγεννήτου U 10 ὁ seclusi 12 πρεσβυτέρα coni. Mang. 14 τῇ ἑβδόμῃ U, τῇ om. v 25 αὐτοῦ U 26 ἀγειρομένας Mang.: ἐγειρομένας U λογίων Tisch.) [*](4. 5 cf. Onomastica p. 199,80 Τανίης ἐντολὴ ταπεινή 51,3 Tanis inandaiis humile 5829 Tanis mandalum bumilc.)
ὅταν γὰρ ὁ προστάτης ἢ [ὁ] ἐπίτροπος ἢ πατὴρ ἢ ὅ τι φίλον καλεῖν τοῦ συγκρίματος ἡμῶν, ὁ ὀρθὸς λόγος, οἴχηται καταλιπὼν τὸ ἐν ἡμῖν ποίμνιον, ἀτημέλητον ἐαθὲν διόλλυται μὲν αὐτό, μεγάλη δὲ τῷ δεσπότῃ ζημία γίνεται· τὸ δ’ ἄλογον καὶ ἀπροστασίαστον θρέμμα χηρεῦσαν ἀγελάρχου τοῦ νουθετήσοντός τε καὶ παιδεύσοντος μακρὰν λογικῆς καὶ ἀθανάτου ζωῆς ἀπῴκισται.
διὸ τοῦ Γαϊδὰδ υἱὸς εἶναι λέγεται Μαιήλ (Gen. 4, 18), οὗ τὸ ὄνομα μεταληφθέν ἐστιν ἀπὸ ζωῆς θεοῦ. ἐπεὶ γὰρ τὸ ποίμνιον ἄλογον, ὁ δὲ θεὸς πηγὴ λόγου, ἀνάγκη τὸν ἀλόγως βιοῦντα τῆς θεοῦ ζωῆς ἀπεσχοινίσθαι. τὸ μὲν οὖν κατὰ θεὸν ζῆν ἐν τῷ ἀγαπᾶν αὐτὸν ὁρίζεται Μωυσῆς· λέγει γὰρ ὅτι ἡ ζωή σου τὸ ἀγαπᾶν τὸν ὄντα (Deut. 30, 19. 20).
τοῦ δ’ ἐναντίου βίου παράδειγμα τίθεται τὸν ἐπιτυχόντα τοῦ κλήρου τράγον· „στήσει γὰρ αὐτὸν“ φησί „ζῶντα ἐναντίον κυρίου τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ, ὥστε ἐξαποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν“ (Lev. 16, 10), ἄγαν ἐξητασμένως·