De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
λέγει γὰρ ἐπὶ μὲν τοῦ Ἀβραὰμ οὕτως· „καὶ ἔλαβον Ἀβραὰμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἀβραὰμ Σάρρα“ (Gen. 11,29). ἐπὶ δὲ τοῦ Ἰακώβ· [*](1 ἀπροαιρέτῳ Mang. 2 δὴ Mang.: δὲ U 3 τὸ γὰρ Cohn ὁλκοῦ U: ἑλκούσης Tisch. δελέαστα U 4 ἑκουσίοις Mang.: ἑκουσίως U ἐὰν U (non ἔτ’ ἄν) 4. 5 ἐὰν οὖν τοῦτον τὸν εὐδαίμονα κλῆρον ἀπολαβεῖν μὴ σθένωμεν vel ἐὰν οὖν τοῦ εὐδαιμόνων κλήρου ἀπολάχωμεν μέν conicio 10 βούλημα τὸ Mang.: βουλήματι U 11 ἐξαποστολὴ Mang., sed cf. Onomastica p. 195,4 12 Μεὴλ U 13 τὸ U: τῆ Tisch. ἡ U: ὃς coni. Mang. 14 πάθος ἄλογον Holwerda: πάθους ἄλογος U, πάθους ἀλόγου Mang. 17 μηδ’ ἀνακύψαι Mang.: μηδένα κύψαι U 19 πάθους U: πάθος Mang. 20 καὶ om. v 22 σέλα U ὄν scripsi: ἐὰν U 26 δ’ addidi 27 γὰρ addldi 28 ἔλαβεν U 29 δὲ add. Tisch.)
Ἰσαὰκ δὲ καὶ | Μωυσῆς λαμβάνουσι μέν, οὐ δι’ ἑαυτῶν δὲ λαμβάνουσιν, ἀλλ’ ὁ μὲν Ἰσαὰκ ὅτε εἰσῆλθεν εἰς τὸν οἶκον τῆς μητρὸς λαβεῖν λέγεται (Gen. 24, 67), Μωυσῇ δὲ ὁ ἄνθρωπος παρ’ ᾧ κατῴκησε τὴν θυγατέρα Σεπφώραν ἐκδίδοται (Exod. 2, 21).
τούτων δ’ οὐ παρέργως αἱ διαφοραὶ παρὰ τῷ νομοθέτῃ μεμήνυνται. τοῖς μὲν γὰρ ἀσκηταῖς προκόπτουσι καὶ βελτιουμένοις ἡ ἑκούσιος αἵρεσις τἀγαθοῦ μαρτυρεῖται, ἵνα μηδ’ ὁ πόνος ἀστεφάνωτος ἀφεθῇ· τοῖς δ’ αὐτοδιδάκτου καὶ αὐτομαθοῦς σοφίας ἀξιωθεῖσιν ἕπεται τὸ μὴ δι’ ἑαυτῶν παρὰ θεοῦ δ’ ἐγγυᾶσθαι λόγον καὶ λαμβάνειν τὴν σοφῶν σύμβιον ἐπιστήμην.
ὁ δὲ τῶν ἀνθρωπίνων ἀπορριφείς, ὁ ταπεινὸς καὶ χαμαίζηλος Λάμεχ, προτέραν Ἀδὰ ἄγεται γυναῖκα, ἥτις ἑρμηνεύεται μαρτυρία, προξενήσας ἑαυτῷ αὐτὸς τὸν γάμον· οἴεται γὰρ τὴν κατὰ τὰς εὐθίκτους ἐπιβολὰς λείαν κίνησιν καὶ διέξοδον τοῦ νοῦ, μηδενὸς [τῶν] εἰς εὐμαρῆ κατάληψιν κωλυσιεργοῦντος, ἀγαθὸν εἶναι πρῶτον ἀνθρώπῳ.
τί γὰρ ἂν εἴη, φησί, κρεῖττον τοῦ τὰς ἐννοίας, τὰς διανοήσεις, τὰς εἰκασίας, τοὺς στοχασμούς, συνόλως τὰς βουλάς, τὸ λεγόμενον ἀρτίοις ποσὶ βαίνειν, ὡς ἐπὶ τὸ τέλος ἀπταίστως προσέρχεσθαι, μαρτυρουμένης ἐν ἅπασι τοῖς λεχθεῖσι διανοίας; ἐγὼ δ’, εἰ μέν τις εὐθυβόλῳ καὶ εὐθίκτῳ γνώμῃ πρὸς μόνα χρῆται τὰ καλά, τοῦτον εὐδαίμονα γράφω διδασκάλῳ τῷ νόμῳ χρώμενος· καὶ γὰρ αὐτὸς ἄνδρα ἐπιτυγχάνοντα εἶπε τὸν Ἰωσήφ, οὐκ ἐν ἅπασιν, ἀλλ’ ἐν οἷς ὁ θεὸς τὸ εὐοδεῖν ἐχαρίζετο (Gen. 39,2)· δωρεαὶ δ’ αἱ τοῦ θεοῦ καλαὶ πᾶσαι.