De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἡ μὲν οὖν σωματικαῖς συζυγίαις ὑποβάλλουσα αὑτὴν οἰκήτορας ἔχει τοὺς λεχθέντας· ἑρμηνεύεται δὲ ὁ μὲν Ἀχειμὰν ἀδελφός μου, ὁ δὲ Σεσεὶν ἐκτός μου, ὁ δὲ Θαλαμεὶν κρεμάμενός τις· ἀνάγκη γὰρ ψυχαῖς ταῖς φιλοσωμάτοις ἀδελφὸν μὲν νομίζεσθαι τὸ σῶμα, τὰ δὲ ἐκτὸς ἀγαθὰ διαφερόντως τετιμῆσθαι· ὅσαι δὲ τοῦτον διάκεινται τὸν τρόπον, ἀψύχων ἐκκρέμανται καὶ καθάπερ οἱ ἀνασκολοπισθέντες ἄχρι θανάτου φθαρταῖς ὕλαις προσήλωνται.

ἡ δὲ τῷ καλῷ συνεζευγμένη διαφερόντων ταῖς ἀρεταῖς ἔλαχεν οἰκητόρων, οὓς τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9) ζυγάδην κεχώρηκεν, Ἀβραὰμ [*](1. 2 Ἡλιούπολιν U 2 ὁ ἥλιος Cohn νύκτωρ conicio 4 alterum τὰ om. U 4. 5 παραλαμβάνεσθαι Max. 6 ὃς Max.: ὃ ὡς U 7 πολὺν U 8 προφαίνεσθαι Max.: προφέρεσθαι U 10 ἐβουλεύσατο D C D R, ἐβουλεύσαντο D V 11 διὸ Χεβρὼν πρὸ Τάνεως τῆς πόλεως οἰκοδομεῖται conicio, sed lacuna maior 13 γενεὰς U: γενεᾶς v ’Eνάχ scripsi: Ἑνώχ U 14 Τάνιν] τὰ νῦν U 15. 16 φυσικώτατον τὸ τὰς ὁμωνυμίας εἴδεσι διαστέλλεσθαι scripsi: φυσικωτάτοις φυσικωτάτως, ut Tisch. adnot.) κτλ. U, φυσικωτάτως τὰς ὁμωνυμίας εἰδὼς διαστέλλεσθαι Holwerda 16 διαστέλλεται Mang. γὰρ add. Cohn 18 αὐτὴν U 24 διαφερόντων Mang.: διαφερόντως U) [*](2 ἁ ὥσπερ γὰρ — προφαίνεσθαι habent codd. nonnulli Maximi Eclogarum, velut Barberinus I 158 9 — 10 D C fol. 111r ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας DK fol. 80v D V p. 349: ὁ νοῦς ἑκάστω — ἀψευδέστατος)

v.2.p.14
Σάρραν, Ἰσαὰκ Ῥεβέκκαν, Λείαν Ἰακώβ, ἀρετὰς καὶ τοὺς ἔχοντας. ἡ Χεβρὼν αὕτη, μνήμας ἐπιστήμης καὶ σοφίας θησαυροφυλακοῦσα, προτέρα καὶ Τάνεως καὶ πάσης ἐστὶν Αἰγύπτου. πρεσβυτέραν γὰρ ἡ φύσις ψυχὴν μὲν σώματος, Αἰγύπτου, ἀρετὴν δὲ κακίας, Τάνεως — ἐντολὴ γὰρ ἀποκρίσεως ἑρμηνεύεται Τάνις — εἰργάζετο, τὸ πρεσβύτερον ἀξιώματι

μᾶλλον ἢ χρόνου μήκει δοκιμάσασα. παρὸ καὶ τὸν Ἰσραὴλ νεώτερον ὄντα χρόνῳ πρωτόγονον υἱὸν (Exod. 4, 22) ἀξιώματι καλεῖ, διασυνιστὰς ὅτι ὁ τὸν θεὸν ὁρῶν, ἀρχεγονώτατον ὄν, τετίμηται, τοῦ ἀγενήτου γέννημα πρώτιστον, ἐκ τῆς παρὰ τοῖς θνητοῖς μισουμένης ἀρετῆς ἀποκυηθέν, ᾧ [ὁ] νόμος ἐστὶν ὡς πρεσβυτάτῳ διπλᾶ δίδοσθαι τὰ πρεσβεῖα (Deut. 21,17).

διὰ τοῦτο καὶ ἡ ἑβδόμη τάξει μὲν ἐπιγέννημά ἐστιν ἑξάδος, δυνάμει δὲ πρεσβυτάτη παντὸς ἀριθμοῦ, μηδὲν διαφέρουσα μονάδος. δηλώσει δὲ καὶ αὐτὸς ἐν τῷ τῆς κοσμοποιίας ἐπιλόγῳ φάσκων· „καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρα τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε· καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι“ (Gen. 2, 2. 3).

εἶτ’ ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν“ (Gen. 2, 4). τῇ δὲ πρώτῃ ταῦτα γέγονεν, ὥστε τὴν ἑβδόμην εἰς μονάδα τὴν πρώτην καὶ ἀρχὴν τῶν ὅλων ἀναφέρεσθαι. ταῦτ’ ἐμηκύναμεν ὑπὲρ τοῦ δεῖξαι τηλαυγέστερον τὴν δόξαν, ἣν ὁ Κάιν ὥσπερ τινὰ πόλιν οἴεται δεῖν κατασκευάζειν.