De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἄφθονον δὲ καὶ δωρητικὸν ἀρετὴ πρᾶγμα, ὡς, τὸ λεγόμενον, χειρὶ καὶ ποδὶ καὶ πάσῃ δυνάμει μὴ ὀκνεῖν ὠφελεῖν. ὅσα οὖν ἠπίστατο, καθάπερ εἰς δεξαμενὴν τὴν τοῦ γνωρίμου προχέασα διάνοιαν ἔρχεται πάλιν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι, ἐπὶ τὴν ἀένναον τοῦ θεοῦ σοφίαν, ἵνα καὶ τὰ παλαιὰ παγίως ὀχυρώσηται διὰ μνήμης καὶ ἄλλων καινοτέρων ἐπιστήμαις ποτισθῇ· ἀπερίγραφος γὰρ ὁ σοφίας θεοῦ πλοῦτος καὶ νέα ἐπὶ παλαιοῖς ἐκφέρων βλαστήματα, ὡς ἀνηβῶν τε καὶ ἐπακμάζων μηδέποτε λήγειν.
διὸ καὶ πάνυ εὐήθεις ὅσοι πρὸς τὸ πέρας ἡστινοσοῦν ἐπιστήμης ἀφικέσθαι διενοήθησαν· τὸ γὰρ ἐγγὺς εἶναι δόξαν μακρὰν ἄγαν τοῦ τέλους ἀφέστηκεν, ἐπεὶ τέλειος τῶν γεγονότων οὐδεὶς πρὸς οὐδὲν μάθημα, ἀλλὰ τοσοῦτον ἐνδεῖ, ὅσον [*](4 ἀπόλαυσιν Mang.: ἀνάπαυσιν U 6 ὅταν coni. Holwercla ποτίσασα scripsi: ποταμός U, ποτίμοις Holwerda, ποτισμός Tisch. 7 ὑδρεύσεσθαι HolwercJa: ὑδρεύσασθαι U 14 τὴν addidi 17 τῶν ἃ scripsi: τί U, ἃ vel ἅτινα Tisch. 21 προχέασα scripsi: προσχέασα U, προχέουσα Mang. 22 παλαιὰ add. Tisch. 23 ποτίσῃ Cohn 25 τε scripsi: δὲ U 26 ὅσοι] οἲ D 27 ἀφέστηκεν D: ἀφέστηκε U 28 γεγηνότων U) [*](7 sqq. cf. locos ad librum De agricultura § 131 allatow 25 — 34,3 DK fol. 261 v 262 r Φίλωνος ἐκ τοῦ ζ΄ καὶ η΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: πάνυ εὐήθεις οἱ πρὸς τὸ πέρας — ὑφηγητήν. Philonis opera vol. II 3)
διὰ τὴν ἡλικίαν ἅμα καὶ τὴν τέχνην ὑφηγητήν. ἐρευνητέον δὲ τὴν αἰτίαν, δι’ ἣν τὸν μὲν παῖδα ἀπὸ τῆς πηγῆς, τὰς δὲ καμήλους ἀπὸ τοῦ φρέατος ποτίζει. μήποτ’ οὖν τὸ μὲν νᾶμα ταὐτόν, * * * ὁ τὰς ἐπιστήμας ἄρδων [ὁ] ἱερὸς λόγος, τὸ δὲ φρέαρ συγγενὲς μνήμης· ἃ γὰρ βύθια ἀπέφηνεν ἤδη, ταῦθ’ ὥσπερ ἐκ φρέατος δι’ ὑπομνήσεως ἄγεται.
τοὺς μὲν οὖν τοιούτους τῆς περὶ τὴν φύσιν εὐμοιρίας ἀποδεκτέον· εἰσὶ δέ τινες τῶν ἀσκητῶν, οἷς τὴν ἐπ’ ἀρετὴν ἄγουσαν ὁδὸν τραχεῖαν καὶ δυσάντη καὶ χαλεπὴν νομισθεῖσαν τὸ πρῶτον λεωφόρον αὖθις ὁ τὰ πάντα εὐεργέτης ἀπέδειξε θεὸς εἰς γλυκύτητα τὸ πικρὸν τοῦ πόνου μεταβαλών.
ὃν δὲ τρόπον μετέβαλε, σημανοῦμεν· ὅτε ἡμᾶς ἐκ τῆς Αἰγύπτου, τῶν κατὰ τὸ σῶμα παθῶν, ἐξήγαγε, τὴν ἔρημον ἡδονῆς ἀτραπὸν ὁδεύοντες ἐν Μέρροις ἐστρατοπεδευόμεθα, χωρίῳ πότιμον μὲν οὐκ ἔχοντι νᾶμα, πικρὸν δὲ σύμπαν (Exod. 15,23)· ἔτι γὰρ αἱ δι’ ὀφθαλμῶν καὶ ὤτων γαστρός τε αὖ καὶ τῶν μετὰ γαστέρα τέρψεις ἔναυλοί τε ἦσαν καὶ σφόδρα ἐκήλουν ὑπηχοῦσαι.