De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἰσχὺν τὰ διδόμενα σταθμᾶται. ἐπαινετέον οὖν καὶ Ῥεβέκκαν, ἣ τοῖς τοῦ πατρὸς ἑπομένη διατάγμασιν ἀφ’ ὑψηλοτέρου χωρίου καθελοῦσα τὸ σοφίας ἀγγεῖον ἐπὶ τὸν βραχίονα, τὴν ὑδρίαν [δὲ], ὀρέγει τῷ μαθητῇ ἃς ἱκανὸς ἐκεῖνός ἐστι δέξασθαι διδασκαλίας.

μετὰ δὲ τῶν ἄλλων καὶ τὸ ἄφθονον αὐτῆς καταπέπληγμαι. μικρὸν γὰρ αἰτηθεῖσα πόμα πολὺ δίδωσιν, ἕως ὅλην τὴν ψυχὴν τοῦ μανθάνοντος ποτίμων θεωρημάτων ἐπλήρωσεν. λέγει γάρ· „ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων“, πρὸς φιλανθρωπίαν δίδαγμα θαυμασιώτατον· ἐὰν γάρ [*](1 ante τῷ add. ἡμᾶς D, ἡμῖν couicio αὐτοῦ U 2 τελειότητος D: λογιότητος U δὲ et 3 ἀεὶ om. D 3 δύναμιν μετρουμένους conicio ων coni. Mang. 4 κρειττόνων DC; κρείττονος D R, κρεισσόνων U ἦ ἀψευδέστατοι coni. Mang. δοκοῦσιν] ὁμολογοῦσιν conicio, φάναι δοκοῦσιν coni. 8 χωρῆσαι U 9 ὑετῶν καὶ ἀνέμων conicio 10 καταταγμένας U 11 αὐτοῦ conicio 13 κορεσθέντας ἐξυβρίσαι Mang.: κορεσθὲν ἐξύβρισε U 16 γεννητὸν UDC 17 μὲν om. DK χαρισμάτων D 18 ῥώμην D c ἀδύνατον D R 19 δι’ ἃ D 2 R ἔχειν x003E; ὧν conicio 22 δὲ seclusit Tisch.) [*](16— 20 ibid. τὸ γὰρ γενητὸν — σταθμᾶται eadem habet D R fol. 142v (=D2R))

v.2.p.33
τις πλειόνων μὲν τυγχάνῃ χρεῖος ὤν, ὀλίγα δὲ ὑπ’ αἰδοῦς προσιὼν αἰτῇ, μὴ ταῦθ’ ἅ φησι μόνα παρέχωμεν, ἀλλὰ καὶ τὰ ἡσυχαζόμενα ἐκεῖνα, ὧν πρὸς ἀλήθειαν ἐνδεής ἐστιν.

ἀλλ’ οὐκ ἀπόχρη μόνον πρὸς τελείαν ἀπόλαυσιν τῷ γνωρίμῳ καταλαμβάνειν ὅσα ἂν ὁ διδάσκων ὑφηγῆται, εἰ μὴ προσγένοιτο καὶ μνήμη διόπερ ἐπιδεικνυμένη τὸ φιλόδωρον, ὅτε αὐτὸν πληροῖ ποτίσασα, ὑπισχνεῖται καὶ ταῖς καμήλοις ὑδρεύσεσθαι, ἃς συμβολικῶς μνήμας εἶναί φαμεν· μηρυκᾶται γὰρ τὸ ζῷον τὴν τροφὴν ἐπιλεαῖνον, καὶ ὅταν ὀκλάσαν δέξηται βαρύτατον φόρτον, μετὰ πολλῆς ἄγαν εὐτονίας ἐγείρεται κούφως.

οὕτως δὲ καὶ ἡ ψυχὴ τοῦ φιλομαθοῦς, ὅταν ἐπιφορηθῇ τὸ τῶν θεωρημάτων ἄχθος, ταπεινοτέρα μὲν οὐ γίνεται, διαναστᾶσα δὲ γέγηθεν· ἐκ δὲ τῆς ἐπαναπολήσεως καὶ ὥσπερ ἐπιλεάνσεως τῆς πρῶτον καταβληθείσης τροφῆς περιγίνεται μνήμη τῶν θεωρημάτων.

ἰδοῦσα δὲ εὐπαράδεκτον ἀρετῆς τὴν τοῦ παιδὸς φύσιν ὅλην ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, τουτέστι τὴν τοῦ διδάσκοντος ἅπασαν ἐπιστήμην εἰς τὴν ψυχὴν τοῦ μανθάνοντος. σοφισταὶ μὲν γὰρ ὑπὸ μισθαρνίας ἅμα καὶ φθόνου τὰς τῶν γνωρίμων κολούοντες φύσεις πολλὰ τῶν ἃ χρὴ λέγειν ἡσυχάζουσι ταμιευόμενοι τὸν ἀργυρισμὸν εἰσαῦθις ἑαυτοῖς·