De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ὁπότ’ οὖν διαποζεύγνυσθαι κατὰ τὸ παντελὲς ἐθέλοιμεν, ἀνθεῖλκον ἐπαγόμεναι καὶ περιπλεκόμεναι καὶ λιπαρῶς καταγοητεύουσαι, ὥστε πρὸς τὰς συνεχεῖς τιθασείας αὐτῶν ἐνδόντες πόνῳ μὲν ἠλλοτριούμεθα ὡς πικρῷ πάνυ καὶ δυσκόλῳ, παλινδρομεῖν δὲ εἰς Αἴγυπτον ἐβουλευόμεθα, τὸν ἀσελγοῦς καὶ ἀκολάστου βίου ὑπόδρομον, εἰ μὴ θᾶττον ὁ σωτὴρ οἶκτον λαβὼν καθάπερ ἥδυσμα ξύλον γλυκαῖνον (cf. Exod. 15,25) εἰς τὴν ψυχὴν ἐνέβαλε φιλοπονίαν ἀντὶ μισοπονίας ἐργασάμενος·
ᾔδει γάρ, ἅτε δημιουργὸς ὤν, ὅτι τῶν ὄντων οὐδενός, εἰ μὴ προσγένοιτο σφοδρὸς ἔρως, ἔνεστι περιγενέσθαι. ὅσα οὖν ἐπιτηδεύουσιν ἄνθρωποι, δίχα μὲν οἰκειώσεως τῆς πρὸς αὐτὰ τὸ ἁρμόττον τέλος οὐ λαμβάνει, προσγενομένης δὲ φιλίας καὶ τῆς πρὸς τὸ ποθούμενον συντήξεως ἄκρως κατορθοῦται.
αὕτη τροφὴ ψυχῆς ἀσκητικῆς, ἥδιστον ἀντὶ πικροῦ τὸ πονεῖν ὑπολαβεῖν, ἧς οὐχ ἅπασι κοινωνῆσαι θέμις, ἀλλ’ οἷς ὁ χρυσοῦς μόσχος, [*](1 πολιὸν D: τὸν U 2 διὰ om. D τὴν τέχνην U: τέχνην D δὲ U: τε V 4 lacuna sic fere explenda: σοφία θεοῦ, διάφορον δὲ πηγὴ καὶ φρέαρ, ἡ μὲν 5 ὁ alterum seclusi 6 ἀνέφηνεν Holwerda, ἠφάνιστο 13 Μέροις U, Μερρᾷ Mang. 14 αἱ Mang.: ὁ U 17 ἐπαγόμεναι scripsi: ἐλαυνόμεναι U 19 τιθασσείας U 26 αὐτὰ Holwerda: αὐτὸ U 27 συντεύξεως coni. Mang. 28 αὐτή U 29 χρυσοῦς Tisch.: χρυσὸς U) [*](28. 29 D R fol. 274 r τοῦ αὐτοῦ (Anton. Mol. II 46 col. 1123): αὕτη — ὑπολαμβάνειν.)
ὁ γὰρ φιλάρετος ὑπὸ τῆς αὐγοειδοῦς τοῦ καλοῦ φαντασίας πυρωθεὶς καταφλέγει τὰς σωματικὰς ἡδονάς, εἶτα κατακόπτει καὶ ἐπιλεαίνει τῷ ἀπὸ διαιρέσεως λόγῳ χρώμενος, καὶ διδάσκει τὸν τρόπον τοῦτον ὅτι τῶν σωματικῶν ἀγαθῶν ἐστιν ὑγίεια ἢ κάλλος ἢ ἡ τῶν αἰσθήσεων ἀκρίβεια ἢ τὸ ὁλόκληρον μετὰ ἰσχύος καὶ ῥώμης κρατερᾶς, ἅ γε πάντα καὶ τῶν ἐπαράτων καὶ ἐξαγίστων ἐστὶ κοινά, ὧν, εἴπερ ἦν ἀγαθά, φαῦλος οὐδενὸς οὐδεὶς ἂν μετεῖχε.
ἀλλ’ οὗτοι μέν, εἰ καὶ παντάπασι μοχθηροί, ἀλλ’ ἄνθρωποί γε ὄντες καὶ τῆς αὐτῆς φύσεως τοῖς ἀστείοις κεκοινωνηκότες μετέχουσιν αὐτῶν. νυνὶ δὲ καὶ τῶν θηρίων τὰ ἀτιθασώτατα μᾶλλον τοῖς ἀγαθοῖς τούτοις, εἰ δὴ ἀγαθὰ πρὸς ἀλήθειάν ἐστιν, ἢ οἱ λογικοὶ κέχρηνται.