De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

εὐήθεις γὰρ ὅσοι τῶν διδασκάλων μὴ πρὸς τὴν τῶν γνωρίμων δύναμιν, ἀλλὰ πρὸς τὴν ἑαυτῶν ὑπερβάλλουσαν ἕξιν ἐπιχειροῦσι ποιεῖσθαι τὰς ὑφηγήσεις, οὐκ εἰδότες ὡς διδασκαλίας ἐπίδειξις μακρῷ διενήνοχεν. ὁ μὲν γὰρ ἐπιδεικνύμενος τῇ τῆς παρούσης ἕξεως εὐφορίᾳ καταχρώμενος ἀνεμποδίστως τὰ ἐν μακρῷ χρόνῳ πονηθέντα οἴκοι καθάπερ γραφέων ἔργα ἢ πλαστῶν εἰς τοὐμφανὲς προφέρει τὸν παρὰ τῶν πολλῶν θηρώμενος ἔπαινον, ὁ δ’ αὖ διδάσκειν ἐπιχειρῶν οἷά τις ἰατρὸς ἀγαθὸς οὐ πρὸς τὸ τῆς τέχνης μέγεθος ἀλλὰ πρὸς τὴν τοῦ θεραπευομένου δύναμιν ἀφορῶν οὐχ ὅσα ἐκ τῆς ἐπιστήμης πεπόρικε — ἀμύθητα γὰρ ταῦτά γε —, ἀλλ’ ὅσων τῷ κάμνοντι δεῖ στοχαζόμενος τοῦ μετρίου προφέρων ἐπιδίδωσιν.

διὸ καὶ Μωυσῆς ἐν ἑτέροις φησί· „δάνειον δανειεῖς τῷ χρῄζοντι ὅσον δεῖται, καθ’ ὃ δεῖται“ (Deut. 15,8), διὰ μὲν τοῦ δευτέρου διδάσκων ὅτι οὐ πάντα πᾶσι χαριστέον, ἀλλὰ τὰ οἰκεῖα τῇ τῶν δεομένων χρείᾳ· τὸ γὰρ ἄγκυραν ἢ πλάτην ἢ πηδάλιον γεωπόνῳ ἢ ἄροτρα καὶ σκαπάνην κυβερνήτῃ ἢ λύραν μὲν ἰατρῷ, μουσικῷ δὲ τὰ κατὰ τὴν χειρουργίαν δωρεῖσθαι ὄργανα καταγέλαστον, εἰ μὴ καὶ διψῶσι μὲν πολυτελῆ σιτία, πεινῶσι δὲ πολὺν ἄκρατον ἐπιφέρειν δεῖ πρὸς ἐπίδειξιν εὐπορίας τε ἅμα καὶ μισανθρωπίας, χλεύην τὰς ἑτέρων τύχας τιθεμένους. τὸ δὲ ποσὸν ἐν ταῖς χάρισιν αὐτῷ παρείληπται διὰ συμμετρίαν, πρᾶγμα ὠφελιμώτατον· μὴ γὰρ ὅσα δύνασαι χαρίζου, φησὶν ὁ ὀρθὸς λόγος, ἀλλ’ ὅσα ἱκανὸς ὁ δεόμενός ἐστι δέξασθαι. [*](2 σπεῦσαι conicio 4 τῆς add. Tisch. 10 οἴκοι U (nou οἶκον), οἰκεῖ D 12 ὁ δ’ αὖ] οὐδὲ D 14 ὅσα U (non ὅσους) D ἐπιστήμης] τέχνης D πεπόρικεν D: πεπόρικε U 15 γε] τε D ὅσον D 16 δίδωσιν D ἑτέροις Mang.: ἑτέρω U 17 δανιεῖς Holwerda ὅσου coni. Holwerda καθὸ U 18 πᾶσι D: om. U 20 ἄροτρον conicio 24 ἑταίρων U 25 δύνασαι U (non δύναται) D 26 χαρίζου, φησὶν D: φησί, χαρίζου U ὀρθὸς] ἱερὸς DC ὅσα ὡς DC) ἱκανός ἐστιν ὁ δεχόμενος δέξασθαι ) [*](6 — 16 DK fol. 129r ἐκ τοῦ αὐτοῦ: εὐήθεις ὅσοι — προφέρων δίδωσιν post locum ad p. 213 allatum. 18. 19 DC fol. 258r Φίλωνος ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἀλληγορίας DR fol. ρ Φίλωνος: οὐ πάντα πᾶσι χαριστέον χαριστητέον D R), ἀλλὰ τὰ οἰκεῖα τῇ τῶν δεομένων δεχομένων D R) χρείᾳ. pergunt lin. 25 25 — 32,4 ibid. ἀλλὰ μηδὲ ὅσα δύνασαι — κρειττόνων ἀκοῆς. pergunt p. 3216)

v.2.p.32
ἢ οὐχ ὁρᾷς ὅτι καὶ ὁ θεὸς οὐκ ἀναλογοῦντας τῷ μεγέθει τῆς αὑτοῦ

τελειότητος χρησμοὺς ἀναφθέγγεται, πρὸς δὲ τὴν τῶν ὠφεληθησομένων ἀεὶ δύναμιν; ἐπεὶ καὶ τίς ἂν ἐχώρησε θεοῦ λόγων ἰσχὺν τῶν ἁπάσης κρειττόνων ἀκοῆς; ὃ ἀψευδέστατα δοκοῦσιν οἱ Μωυσῇ λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μὴ ἀποθάνωμεν“ (Exod. 20, 19)· ἔγνωσαν γὰρ ὅτι οὐδὲν ἔχουσι παρ’ ἑαυτοῖς ἀξιόχρεων ὄργανον θεοῦ νομοθετοῦντος ἐκκλησίαν.

οὐδὲ γὰρ εἰ τὸν πλοῦτον ἐπιδείκνυσθαι βουληθείη τὸν ἑαυτοῦ, χωρήσαι ἂν ἠπειρωθείσης καὶ θαλάττης ἡ σύμπασα γῆ· εἰ μὴ νομίζομεν ὑετῶν καὶ τῶν ἄλλων ἐν κόσμῳ φορὰν κατὰ τεταγμένας καιρῶν περιόδους, ἀλλὰ μὴ συνεχῶς γίνεσθαι διὰ σπάνιν καὶ ἔνδειαν αὐτῶν, ἀλλ’ οὐχ ἕνεκα προμηθείας τῶν χρῃζόντων, οὓς ἡ συνεχὴς τῶν ὁμοίων δωρεῶν ἀπόλαυσις βλάψειν μᾶλλον ἔμελλεν ἢ ὠφελήσειν.

διὸ τὰς πρώτας αἰεὶ χάριτας, πρὶν κορεσθέντας ἐξυβρίσαι τοὺς λαχόντας, ἐπισχὼν καὶ ταμιευσάμενος εἰσαῦθις ἑτέρας ἀντ’ ἐκείνων καὶ τρίτας ἀντὶ τῶν δευτέρων καὶ αἰεὶ νέας ἀντὶ παλαιοτέρων, τοτὲ μὲν διαφερούσας, τοτὲ δ’ αὖ καὶ τὰς αὐτὰς ἐπιδίδωσι. τὸ γὰρ γενητὸν οὐδέποτε μὲν ἀμοιρεῖ τῶν τοῦ θεοῦ χαρίτων — ἐπεὶ πάντως ἂν διέφθαρτο —, φέρειν δὲ τὴν πολλὴν καὶ ἄφθονον αὐτῶν ῥύμην ἀδυνατεῖ. διὸ βουλόμενος ὄνησιν ἡμᾶς ἔχειν ὧν ἐπιδίδωσι πρὸς τὴν τῶν λαμβανόντων