De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἡ δὲ Ῥεβέκκα κατέβη, φησίν, ἐπὶ τὴν πηγὴν πλῆσαι τὴν ὑδρίαν, καὶ ἀνέβη. πόθεν γὰρ τὴν φρονήσεως διψῶσαν διάνοιαν εἰκός ἐστι πληροῦσθαι πλὴν ἀπὸ σοφίας θεοῦ, τῆς ἀνελλιποῦς πηγῆς, εἰς ἣν κατιοῦσα ἀναβαίνει κατά τι συγγενὲς σπουδαίου μαθητοῦ; τοὺς γὰρ ἀπ’ οἰήσεως χαύνου κατελθόντας ὁ ἀρετῆς ἐκδεξάμενος καὶ ὑπολαβὼν δι’ εὐκλείας εἰς ὕψος αἴρει λόγος. οὗ ἕνεκά μοι δοκεῖ καὶ Μωυσῇ διαλέγεσθαι· „βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι“ (Exod. [*](1 αὐτὴν U 8 δ’ Cohn: τεσσάρων U (confudit δ’ et δ΄) μέν add. Mang. 9 ἡ evauiduin 10 γὰρ Σάρρᾳ couicio 18 γεννητὸν U 21 ἀποστραφῇς Mang.: ἀποστροφῆς U 22 ἐπιστρέψεις conicio, ἐπιστρέψῃ coni. Mang. πολλὰς coni. Mang. ἐπομβρήσει Tisch.: ἔτι ὀμβρήσει U 23. 24 πηγὴν πλῆσαι Mang.: γῆν ἀντλῆσαι U 24 ὑδρείαν v 26 τι] τὸ Mang. συγγενὴς conicio σπουδαίου Mang.: σπουδαῖον U 29 Μωυσῇ Tisch.: Μωυσῆς U) [*](4 sqq. Clemens Strom. IV § 163 p. 637 P potius Quaest. in Genesin IV § 99 respicit. cf. etiam Auffustini Locutionum librum I 81.)
παρατετηρημένως δὲ σφόδρα ἡ μὲν [γὰρ] Ἄγαρ ἀσκὸν πρὸς τὴν ὑδρείαν, Ῥεβέκκα δὲ ὑδρίαν ἐπιφέρεται, ὅτι τῇ μὲν τοῖς παιδεύμασι τοῖς ἐγκυκλίοις ἐγχορευούσῃ δεῖ καθάπερ τινῶν σωματικῶν τῆς αἰσθήσεως ἀγγείων, ὀφθαλμῶν, ὤτων, πρὸς τὴν τῶν θεωρημάτων ἀνάληψιν — ἐκ γὰρ τοῦ πολλὰ μὲν ἰδεῖν, πολλῶν δὲ ἐπακοῦσαι περιγίνεται τοῖς φιλομαθέσιν ἡ ἐξ ἐπιστήμης ὠφέλεια —, τῇ δὲ ἀκράτου σοφίας πεπληρωμένῃ δερματίνου μὲν ὄγκου τὸ παράπαν οὐδενός — ἔμαθε γὰρ ἡ ἀσωμάτων ἐρῶσα ὅλον ἀποδύεσθαι λογισμῷ τὸν ἀσκόν, τὸ σῶμα — ὑδρίας δὲ αὐτὸ μόνον, ἣ σύμβολόν ἐστιν ἀγγείου τὸ πολύχουν ὕδατος τρόπον ἡγεμονικὸν κεχωρηκότος· ὅπερ εἴτε μήνιγγα εἴτε καρδίαν εἶναι συντέτευχεν, οἱ περὶ ταῦτα δεινοὶ φιλοσοφείτωσαν.
ὑδρευσαμένην οὖν ἀπὸ σοφίας, τῆς θείας πηγῆς, τὰς ἐπιστήμας ὁ φιλομαθὴς ἰδὼν ἐπιτρέχει καὶ ὑπαντιάσας ἱκέτης γίνεται, ὅπως τὴν τοῦ μαθεῖν δίψαν ἀκέσηται. ἡ δὲ τὸ πρεσβύτατον τῶν παιδευμάτων διδαχθεῖσα, τὸ ἀβάσκανον καὶ φιλόδωρον, εὐθὺς ὀρέγει τὸ σοφίας νᾶμα καὶ ἐμπιεῖν ἀθρόου παρακαλεῖ μετὰ τοῦ καὶ κύριον ὀνομάζειν τὸν οἰκέτην. τοῦτο δ’ ἐστὶ τὸ δογματικώτατον, ὅτι ὁ σοφὸς μόνος ἐλεύθερός τε καὶ ἄρχων,
κἂν μυρίους τοῦ σώματος ἔχῃ δεσπότας. ὀρθότατα μέντοι φαμένου „πότισόν με μικρὸν ὕδωρ“, οὐκ ἀποκρίνεται τὸν ἀκόλουθον τρόπον· ποτιῶ, ἀλλά φησι· „πίε“· τοῦτο μὲν γὰρ ἐπιδεικνυμένης τὸν θεῖον ἦν πλοῦτον, ὃς ἅπασι τοῖς ἀξίοις καὶ δυναμένοις χρῆσθαι προκέχυται, ἐκεῖνο δὲ ἐπαγγελλομένης διδάξειν· οὐδὲν δὲ τῶν ἐξ ἐπαγγέλματος οἰκεῖον ἀρετῇ.
τεχνικώτατα μέντοι χαρακτηρίζει τὴν τῆς διδασκούσης καὶ [*](1 μετροῦντος] κατηγοροῦντος conicio, μεταγνόντος coni. Cohn 2 γινομένου Diels: γενομένου U 3 γὰρ del. Ilolwerda 4 ἑν τοῖς coni. Cohn τοῖς προπαιδεύμασι) τοῖς ἐγκυκλίοις Mang.: τοὺς παιδεύμασι καὶ ἐγκυκλίους U τῆς παιδείας τῆς ἐγκυκλίου χηρευούσῃ Tisch. ἐγχορευούσῃ Mang.: χορευούση U 5 σωματικῶν Tisch.: ἀσωμάτων U τῆς scripsi: τῶν U αἰσθήσεως U: αἰσθήσεων v ἀγγείων τῶν αἰσθήσεων coni. Cohn 8 τὸ add. Mang. παράπαν U (non παρὰ τοῦ, ut Tisch. adnot.) 9 λογισμῶ U: λογισμῶν v 12 ὑδρευσαμένην U (non ὑδρευσαμένους, ut Tisch. adnot.) 17 ἀθροῦ U 18 μόνος D: μόνον τὸ δόγμα τὸ στωικόν conicio 24 τεχνικῷ U) [*](18. 19 DP fol. 331v DV p. 693 Φίλωνος): μόνος ὁ σοφὸς ἐλεύθερός τε — δεσπότας. — Eadem exstant in Floril. Paris. No. 10, Anton. Mel. I 8 Col. 797, Mel. Barocc. fol. 60v, in Maximi Ecl. cap. 2. ubique antecedunt verba: φρόνησις τῶν ἄλλων ἀρετῶν ἄρχει. (fol. Coisliniani 294, in quo eadem exstant, Eitero teste ex Maximi codice Coisl. 372 illuc delatum est).)