De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
παιδίον δὲ καλεῖ τὴν ἄρτι διδασκαλίας ὀρεγομένην ψυχὴν καὶ πρὸς τῷ μαθεῖν νυνὶ τρόπον τινὰ γεγενημένην, παρὸ καὶ ἀνδρωθεὶς ὁ παῖς γίνεται σοφιστής, ὃν προσαγορεύει τοξότην· ἐφ’ ὃ γὰρ ἂν προθῆται κεφάλαιον ὥσπερ σκοπόν, εὐστόχως ἀποδείξεις
ὥσπερ ὀϊστοὺς ἀφίησι. Ῥεβέκκα δ’ οὐκέτι προκοπαῖς ἀλλὰ τελειότητι ποτίζουσα τὸν μαθητὴν εὑρίσκεται. πῶς δέ, αὐτὸς διδάξει ὁ νόμος. „ἡ γὰρ παρθένος“ φησίν „ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν καὶ ἀνέβη. προσέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῇ καὶ εἶπε· πότισόν με δὴ μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. ἡ δὲ εἶπε· πίε, κύριε. καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν [*](4 ὑδρορόας U 12 ἀφορίζεσθαι Tisch. 17 ??ύ U 19 ἔστι δ’ ἡ ἔστιν U 20 καὶ seclusi, atit scrib. ἐγκύκλιος καὶ μέση: καὶ νέα v οὑν] coni. Cohn βάθους Tisch.: πάθους U, βαθείας Mang. 22 τὰ conicio 23 ἀξιοῖ Mang.: ἄξιον U 24 νυνὶ] νεωστὶ conicio 28 τελειότησι conicio 30 ἦν ex LXX Cohn: ἣν U)
τίς οὐκ ἂν θαυμάσειε τὴν περὶ πάντα ἀκρίβειαν τοῦ νομοθέτου; παρθένον εἶπε τὴν Ῥεβέκκαν, καὶ πάνυ καλὴν παρθένον, ὅτι ἀμιγὴς καὶ ἄδολος καὶ ἀμίαντος ἡ ἀρετῆς φύσις καὶ μόνη τῶν ἐν γενέσει καλή τε καὶ ἀγαθή· ἀφ’ ἧς καὶ τὸ στωικὸν ἐβλάστησε δόγμα τὸ μόνον εἶναι τὸ καλὸν ἀγαθόν.
τῶν δ’ ἀρετῶν αἱ μέν εἰσιν αἰεὶ παρθένοι, αἱ δὲ ἐκ γυναικῶν εἰς παρθένους μετέβαλον, ὥσπερ ἡ Σάρρα· „ἐξέλιπε γὰρ γίνεσθαι τὰ γυναικεῖα“ (Gen. 18,11), ὁπότε ἄρχεται τὸ εὔδαιμον γένος κυοφορεῖν, Ἰσαάκ. ἡ δ’ ἀεὶ παρθένος ὑπὸ ἀνδρός, ᾗ φησι, συνόλως οὐ γινώσκεται. θνητῶν γὰρ πρὸς ἀλήθειαν οὐδενὶ τὴν ἀδιάφθορον φύσιν μιαίνειν ἐφεῖται, ἀλλ’ οὐδ’ ἥτις ἐστὶν εἰλικρινῶς εἰδέναι· ἐὰν μέντοι καὶ γνῶναι δυνηθῇ, μισῶν καὶ προβεβλημένος οὐ παύεται.
διὸ καὶ Λείαν φυσικῶς εἰσάγει μισουμένην (Gen. 29, 31)· οὓς γὰρ τὰ φίλτρα τῶν κατὰ Ῥαχήλ, τὴν αἴσθησιν, ἡδονῶν ἐπάγεται, τούτους οὐκ ἀνέχεται ἡ ἐκτὸς τῶν παθῶν Λεία, διόπερ σκορακιζόμενοι μισοῦσιν αὐτήν· τῇ δὲ ἡ πρὸς τὸ γενητὸν ἀλλοτρίωσις πρὸς θεὸν οἰκείωσιν εἰργάσατο, παρ’ οὗ τὰ φρονήσεως παραδεξαμένη σπέρματα ὠδίνει καὶ ἀποτίκτει καλὰς καὶ ἀξίας ἐννοίας τοῦ γεννήσαντος πατρός. ἐὰν οὖν καὶ σὺ μιμησαμένη Λείαν, ὦ ψυχή, τὰ θνητὰ ἀποστραφῇς, ἐξ ἀνάγκης ἐπιστρέψει πρὸς τὸν ἄφθαρτον, ὃς ὅλας ἐπομβρήσει σοι τὰς τοῦ καλοῦ πηγάς.