Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἱππικὴ μὲν γὰρ καὶ σκυλακευτική, ἐπιστήμη θεραπείας ἡ μὲν ἵππων ἡ δὲ σκυλάκων οὖσα, πορίζει τοῖς ζῴοις τὰ ὠφέλιμα, ὧν ἐκεῖνα δεῖται· μὴ πορίζουσα δὲ ἀμελεῖν ἂν δοκοίη. τὴν δὲ εὐσέβειαν θεοῦ θεραπείαν [*](1 ποιεῖ Η 2 ἀνήρηκεν U ὁ τῆς] ὅτε U 4 μώλοπα F 5 ἀνδρείας codd.: ἀνδρίας V 7 ἀναίρει H 10 ἀποβαλεῖ coni. Μang. ἀτεχνίαν UF ἐνδεξαμένη scripsi (ἐνδεξομένη coni.. Mang.): ἐνδειξαμένη codd. 11 οὕτω ΗL 12 δ’ F αὐτῶ U 14 διήρηται F οὕτω HL 15 τὴν] τὸν Η 18 πεισώμεθα F τὸ addidi 24 ἐμὲ] ἄμα coni. Markland 2() τὸν ante κόσμον addidi 28 τοῦτον F 29 ὠφελεῖ H 30 σκυλευτικὴ UF θεραπεία voluit Mang.)

v.1.p.271
ὑπάρχουσαν οὐ θέμις ποριστικὴν εἰπεῖν τῶν ὠφελησόντων τὸ θεῖον· ὠφελεῖται γὰρ ὑπ’ οὐδενός, ἅτε μήτε ἐνδεὲς ὂν μήτε τινὸς τὸ ἐν ἅπασιν αὐτοῦ κρεῖττον πεφυκότος ὀνῆσαι, τοὐναντίον δὲ τὰ σύμπαντα συνεχῶς καὶ ἀπαύστως ὠφελεῖ.

ὥστε ὅταν τὴν εὐσέβειαν λέγωμεν εἶναι θεοῦ θεραπείαν, ὑπηρεσίαν τινὰ τοιαύτην φαμέν, ὁποίαν δοῦλοι δεσπόταις τὸ κελευόμενον ἀόκνως ποιεῖν ἐγνωκότες ὑπηρετοῦσι. διοίσει δὲ πάλιν, ὅτι οἱ μὲν δεσπόται ὑπηρεσίας ἐνδεεῖς, ὁ δὲ θεὸς οὐ χρεῖος· ὥστε ἐκείνοις μὲν τὰ ὠφελήσοντα αὐτοὺς ὑπηρετοῦσι, τῷ δ’ οὐδὲν ἔξω φιλοδεσπότου γνώμης παρέξουσι· βελτιῶσαι μὲν γὰρ οὐδὲν εὑρήσουσι, τῶν δεσποτικῶν πάντων ἐξ ἀρχῆς ὄντων ἀρίστων, μεγάλα δ’ αὑτοὺς ὀνήσουσι γνωρισθῆναι θεῷ προμηθούμενοι.