Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

Ταῦτα μὲν οὖν ἱκανῶς εἰρῆσθαι νομίζω πρὸς τοὺς εὖ ἢ κακῶς ἑτέρους ποιεῖν δοκοῦντας· εὑρέθησαν γὰρ ἑαυτοὺς ἑκάτερον δρῶντες. τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. ἔστι δὲ πεῦσις τοιαύτη· „ποῦ Ἄβελ ὁ ἀδελφός σου“ (Gen. 4, 9) ; πρὸς ἣν ἀποκρίνεται· „οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ“ (ibid.) ; οὐκοῦν ἄξιον διαπορῆσαι, εἰ κυρίως ἐνδέχεται πυνθάνεσθαι θεόν· ὁ γὰρ ἐρωτῶν ἢ πυνθανόμενος περὶ ὧν ἀγνοεῖ ἐρωτᾷ τε καὶ πυνθάνεται ζητῶν ἀπόκρισιν, ἐξ ἧς ὃ μὴ οἶδεν εἴσεται· πάντα δὲ θεᾷ γνώριμα, οὐ τὰ παρόντα μόνον καὶ παρεληλυθότα ἀλλὰ καὶ τὰ μέλλοντα.

τί οὖν καὶ ἀποκρίσεως ὄφελος μὴ μελλούσης τινὰ περιποιεῖν τῷ πυνθανομένῳ κατάληψιν; ἀλλὰ ῥητέον, ὅτι τοιαῦτα οὐ πέφυκεν ἐπὶ τοῦ αἰτίου κυριολογεῖσθαι, ἀλλ’ ὥσπερ ψεῦδος λέγειν ἔστι μὴ ψευδόμενον, οὕτως καὶ ἐρώτημα καὶ πύσμα προφέρεσθαι μήτε ἐρωτῶντα μήτε πυνθανόμενον. τίνος οὖν ἕνεκα, φήσει τις ἴσως, λέγεται τοιαῦτα; ἵν’ ἡ μέλλουσα τὰς ἀποκρίσεις ποιεῖσθαι ψυχὴ δι’ ἑαυτῆς ἐλέγχηται περὶ ὧν εὖ ἢ κακῶς ἀποφαίνεται, μήτε κατηγόρῳ μήτε συναγωνιστῇ χρωμένη ἑτέρῳ.