Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
τιμὴ δὲ τοῦ μὲν νοῦ τὸ διὰ τῶν συμφερόντων ἀλλὰ μὴ διὰ τῶν ἡδέων θεραπεύεσθαι—πάντα δὲ τὰ ἀπ’ ἀρετῆς συμφέροντα —, τῆς δὲ αἰσθήσεως τὸ μὴ ἀφεθῆναι ῥύμῃ μιᾷ φέρεσθαι πρὸς τὰ ἐκτὸς αἰσθητά, ἐγχαλινωθῆναι δὲ ὑπὸ νοῦ κυβερνᾶν καὶ ἡνιοχεῖν τὰς ἀλόγους ἐν ἡμῖν δυνάμεις ἐπισταμένου.
ἐὰν μὲν οὖν ἧς εἶπον ἑκάτερον λάχῃ τιμῆς αἴσθησίς τε καὶ νοῦς, ἀνάγκη τὸν κεχρημένον ἀμφοτέροις ἐμὲ εὐεργετεῖσθαι· ἐὰν δὲ πόρρω τὸν λόγον ἀπὸ νοῦ καὶ αἰσθήσεως ἀπαγαγὼν πατέρα μὲν τὸν γεννήσαντα τὸν κόσμον, μητέρα δὲ τὴν σοφίαν, δι’ ἧς ἀπετελέσθη τὸ πᾶν, τιμῆς ἀξιώσῃς, αὐτὸς εὖ πείσῃ· δεῖται γὰρ οὐδενὸς οὔτε ὁ πλήρης θεὸς οὔτε ἡ ἄκρα καὶ παντελὴς ἐπιστήμη, ὥστε τὸν θεραπευτικὸν τούτων μὴ τοὺς θεραπευομένους ἀνενδεεῖς ὄντας ἀλλ’ ἑαυτὸν μάλιστα ὠφελεῖν.