Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τιμὴ δὲ τοῦ μὲν νοῦ τὸ διὰ τῶν συμφερόντων ἀλλὰ μὴ διὰ τῶν ἡδέων θεραπεύεσθαι—πάντα δὲ τὰ ἀπ’ ἀρετῆς συμφέροντα —, τῆς δὲ αἰσθήσεως τὸ μὴ ἀφεθῆναι ῥύμῃ μιᾷ φέρεσθαι πρὸς τὰ ἐκτὸς αἰσθητά, ἐγχαλινωθῆναι δὲ ὑπὸ νοῦ κυβερνᾶν καὶ ἡνιοχεῖν τὰς ἀλόγους ἐν ἡμῖν δυνάμεις ἐπισταμένου.

ἐὰν μὲν οὖν ἧς εἶπον ἑκάτερον λάχῃ τιμῆς αἴσθησίς τε καὶ νοῦς, ἀνάγκη τὸν κεχρημένον ἀμφοτέροις ἐμὲ εὐεργετεῖσθαι· ἐὰν δὲ πόρρω τὸν λόγον ἀπὸ νοῦ καὶ αἰσθήσεως ἀπαγαγὼν πατέρα μὲν τὸν γεννήσαντα τὸν κόσμον, μητέρα δὲ τὴν σοφίαν, δι’ ἧς ἀπετελέσθη τὸ πᾶν, τιμῆς ἀξιώσῃς, αὐτὸς εὖ πείσῃ· δεῖται γὰρ οὐδενὸς οὔτε ὁ πλήρης θεὸς οὔτε ἡ ἄκρα καὶ παντελὴς ἐπιστήμη, ὥστε τὸν θεραπευτικὸν τούτων μὴ τοὺς θεραπευομένους ἀνενδεεῖς ὄντας ἀλλ’ ἑαυτὸν μάλιστα ὠφελεῖν.

ἱππικὴ μὲν γὰρ καὶ σκυλακευτική, ἐπιστήμη θεραπείας ἡ μὲν ἵππων ἡ δὲ σκυλάκων οὖσα, πορίζει τοῖς ζῴοις τὰ ὠφέλιμα, ὧν ἐκεῖνα δεῖται· μὴ πορίζουσα δὲ ἀμελεῖν ἂν δοκοίη. τὴν δὲ εὐσέβειαν θεοῦ θεραπείαν [*](1 ποιεῖ Η 2 ἀνήρηκεν U ὁ τῆς] ὅτε U 4 μώλοπα F 5 ἀνδρείας codd.: ἀνδρίας V 7 ἀναίρει H 10 ἀποβαλεῖ coni. Μang. ἀτεχνίαν UF ἐνδεξαμένη scripsi (ἐνδεξομένη coni.. Mang.): ἐνδειξαμένη codd. 11 οὕτω ΗL 12 δ’ F αὐτῶ U 14 διήρηται F οὕτω HL 15 τὴν] τὸν Η 18 πεισώμεθα F τὸ addidi 24 ἐμὲ] ἄμα coni. Markland 2() τὸν ante κόσμον addidi 28 τοῦτον F 29 ὠφελεῖ H 30 σκυλευτικὴ UF θεραπεία voluit Mang.)

v.1.p.271
ὑπάρχουσαν οὐ θέμις ποριστικὴν εἰπεῖν τῶν ὠφελησόντων τὸ θεῖον· ὠφελεῖται γὰρ ὑπ’ οὐδενός, ἅτε μήτε ἐνδεὲς ὂν μήτε τινὸς τὸ ἐν ἅπασιν αὐτοῦ κρεῖττον πεφυκότος ὀνῆσαι, τοὐναντίον δὲ τὰ σύμπαντα συνεχῶς καὶ ἀπαύστως ὠφελεῖ.

ὥστε ὅταν τὴν εὐσέβειαν λέγωμεν εἶναι θεοῦ θεραπείαν, ὑπηρεσίαν τινὰ τοιαύτην φαμέν, ὁποίαν δοῦλοι δεσπόταις τὸ κελευόμενον ἀόκνως ποιεῖν ἐγνωκότες ὑπηρετοῦσι. διοίσει δὲ πάλιν, ὅτι οἱ μὲν δεσπόται ὑπηρεσίας ἐνδεεῖς, ὁ δὲ θεὸς οὐ χρεῖος· ὥστε ἐκείνοις μὲν τὰ ὠφελήσοντα αὐτοὺς ὑπηρετοῦσι, τῷ δ’ οὐδὲν ἔξω φιλοδεσπότου γνώμης παρέξουσι· βελτιῶσαι μὲν γὰρ οὐδὲν εὑρήσουσι, τῶν δεσποτικῶν πάντων ἐξ ἀρχῆς ὄντων ἀρίστων, μεγάλα δ’ αὑτοὺς ὀνήσουσι γνωρισθῆναι θεῷ προμηθούμενοι.

Ταῦτα μὲν οὖν ἱκανῶς εἰρῆσθαι νομίζω πρὸς τοὺς εὖ ἢ κακῶς ἑτέρους ποιεῖν δοκοῦντας· εὑρέθησαν γὰρ ἑαυτοὺς ἑκάτερον δρῶντες. τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. ἔστι δὲ πεῦσις τοιαύτη· „ποῦ Ἄβελ ὁ ἀδελφός σου“ (Gen. 4, 9) ; πρὸς ἣν ἀποκρίνεται· „οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ“ (ibid.) ; οὐκοῦν ἄξιον διαπορῆσαι, εἰ κυρίως ἐνδέχεται πυνθάνεσθαι θεόν· ὁ γὰρ ἐρωτῶν ἢ πυνθανόμενος περὶ ὧν ἀγνοεῖ ἐρωτᾷ τε καὶ πυνθάνεται ζητῶν ἀπόκρισιν, ἐξ ἧς ὃ μὴ οἶδεν εἴσεται· πάντα δὲ θεᾷ γνώριμα, οὐ τὰ παρόντα μόνον καὶ παρεληλυθότα ἀλλὰ καὶ τὰ μέλλοντα.

τί οὖν καὶ ἀποκρίσεως ὄφελος μὴ μελλούσης τινὰ περιποιεῖν τῷ πυνθανομένῳ κατάληψιν; ἀλλὰ ῥητέον, ὅτι τοιαῦτα οὐ πέφυκεν ἐπὶ τοῦ αἰτίου κυριολογεῖσθαι, ἀλλ’ ὥσπερ ψεῦδος λέγειν ἔστι μὴ ψευδόμενον, οὕτως καὶ ἐρώτημα καὶ πύσμα προφέρεσθαι μήτε ἐρωτῶντα μήτε πυνθανόμενον. τίνος οὖν ἕνεκα, φήσει τις ἴσως, λέγεται τοιαῦτα; ἵν’ ἡ μέλλουσα τὰς ἀποκρίσεις ποιεῖσθαι ψυχὴ δι’ ἑαυτῆς ἐλέγχηται περὶ ὧν εὖ ἢ κακῶς ἀποφαίνεται, μήτε κατηγόρῳ μήτε συναγωνιστῇ χρωμένη ἑτέρῳ.

ἐπεὶ καὶ τὸν σοφὸν ὁπότε ἀνερωτᾷ „ποῦ ἐστί σοι ἡ ἀρετή“; (Gen. 18, 9) — τὸν Ἀβραὰμ λέγω περὶ Σάρρας —, οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ δεῖν οἰόμενος αὐτὸν ἀποκρίνεσθαι ἕνεκα τοῦ τὸν ἔπαινον τὸν ἐξ αὐτοῦ τοῦ λέγοντος παραστῆσαι· φησὶ [*](2 γὰρ UF: μὲν H, μὲν γὰρ L 5 τοιαύτην UF: τοιαύτην εἶναι HL 6 κελευόμενον] κολακευόμενον U 7 ὥστε HL: ὡς UF 10 δεσποτικῶν UF: δεσποτικῆς HL αὐτοὺς UF 11 προθυμούμενοι coni. Mang. 14 ἐρευνήσωμεν IIL: ἐρευνήσομεν UF 15 ἣν] ὃν HL 19 θεῷ om. HL καὶ] ἢ F, oni. H τὰ τοιαῦτα F2 22 ἐπὶ scripsi (idem coni. Wendl.): ὑπὸ codd. 23 οὕτω HL πύσμα U: πύσματα HL1, πεῦσμα FL2 25 ψυχῆς U 26 ἐλέγχηται UF: ἐλέγχει τὰ HL, ἐλέγχη τὰ v 27 συναγωνισθῆ Η 30 τοῦ λέγοντος ἀποκρίσεως coni. Markland παραστῆσαι UF: φησι παραστῆσαι HL)

v.1.p.272
γοῦν ὅτι εἶπεν· „ἰδοὺ ἐν τῇ σκηνῇ“ τουτέστι τῇ ψυχῇ. τί οὖν τὸ ἐκ τῆς ἀποκρίσεως ἐπαινετόν; ἰδοὺ τὴν ἀρετήν, φησίν, ἔχω παρ’ ἐμαυτῷ καθάπερ τι κειμήλιον, καὶ διὰ τοῦτ’ εὐθὺς εὐδαιμονῶ.

χρῆσις γὰρ καὶ ἀπόλαυσις ἀρετῆς τὸ εὔδαιμον, οὐ ψιλὴ μόνον κτῆσις· χρῆσθαι δ’ οὐκ ἂν δυναίμην, εἰ μὴ σὺ καθεὶς ἐξ οὐρανοῦ τὰ σπέρματα ἀπεργάσαιο αὐτὴν ἐγκύμονα, ἡ δὲ εὐδαιμονίας γένος ἀποτέκοι τὸν Ἰσαάκ — εὐδαιμονίαν δὲ χρῆσιν ἀρετῆς τελείας ἐν βίῳ τελείῳ νενόηκα —. παρὸ καὶ τῆς προαιρέσεως ἀγάμενος αὐτὸν ὁμολογεῖ τελεσφορήσειν καιρίως ἃ

ᾐτήσατο. τούτῳ μὲν οὖν ἡ ἀπόκρισις ἔπαινον ἤνεγκεν ὁμολογοῦντι μηδὲ τὴν ἀρετὴν ἄνευ θείας ἐπιφροσύνης ἱκανὴν ἐξ ἑαυτῆς ὠφελεῖν εἶναι, τῷ δὲ Κάιν ἀκολούθως ψόγον φάσκοντι μὴ εἰδέναι, ποῦ ὁ δολοφονηθείς ἐστι παρ’ αὐτοῦ· δόξει γὰρ τὸν ἀκούοντα ἀπατήσειν ὡς οὐ πάντα διορῶντα καὶ τὴν ἀπάτην ᾗ μέλλει χρῆσθαι προκατειληφότα· ἔκθεσμος δὲ καὶ ἔκφυλος πᾶς ὁ τὸν τοῦ θεοῦ ὀφθαλμὸν οἰόμενός τι παρορᾶν.

ὁ δέ γε καὶ ἐπινεανιεύεται φάσκων· „μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ“ (Gen. 4, 9) ; πάνυ γάρ, εἴποιμ’ ἂν, ἀθλίως ἔμελλε βιώσεσθαι, εἰ σὲ φρουρὸν καὶ φύλακα ἡ φύσις ἀγαθοῦ τοσούτου κατέστησεν. ἢ οὐχ ὁρᾷς ὅτι τὴν τῶν ἁγίων διατήρησίν τε καὶ φυλακὴν οὐ τοῖς ἐπιτυχοῦσιν ὁ νομοθέτης ἀλλὰ τοῖς τὰς γνώμας ἱερωτάτοις Λευίταις ἐπιτρέπει; ὧν ἀνάξιος κλῆρος γῆ καὶ ὕδωρ καὶ ἀὴρ ἔτι δὲ οὐρανὸς καὶ πᾶς ὁ κόσμος ἐνομίσθη, μόνος δ’ ἀξιόχρεως ὁ δημιουργός, ᾧ προσπεφεύγασιν ἱκέται γνήσιοι καὶ θεράποντες αὐτοῦ γινόμενοι, τὸ φιλοδέσποτον διὰ τῆς συνεχοῦς ὑπηρεσίας καὶ τῆς τῶν ἐπιτραπέντων ἀοκνοτάτης

ἐπιδεικνύμενοι φυλακῆς. καὶ οὐδ’ ἅπασιν ἐξεγένετο τοῖς [*](1 ὅτι HL: ὅτε UF (Mang.) 3 εὐδαιμονῶν L 6 αὐτὴν UF: αὑτὸς HL 7 τελείας] τελείως T 8 κυρίως U 11 φάσκων Η 11. 12 δόλος φονηθεὶς H 12 ἐστι UF: ἔσται HL ἔδοξε coci. Mang. ἀπατήσειν UF: ἀπατῆσαι HL 13 ᾗ] ἣν F προκατειληφότα codd.: οὐ προκατειληφότα v 14 πᾶς] ἅπας I) 16 εἴποιμ’ ἄν Mang.: εἴποιμεν codd. 17 βιώσασθαι U εἰ om. U 18 ὅτι] ἐπὶ Η 20 ἀνάξιος corr. Turn.: ἄξιος codd. ἔτι δὲ] καὶ F 22 αὐτοῦ Mang.: ἑαυτοῦ codd. γενόμενοι F 23 ἀοκνότητος H) [*](7 Clem. Alex. Paed. II 174 P. εὐδαιμονία δὲ ἐν χρήσει ἀρετῆς ἐξετάζεται. 14 — 15 DC fol. 34r Φίλωνος) ἐκ τοῦ ζ΄ τῶν αὐτῶν (scil. τῆς νόμων ἱερῶν ἀλληγορίας): ἔκφυλος καὶ ἔκθεσμος ἅπας ὁ τὸν τοῦ θεοῦ ὀφθαλμὸν οἰόμενός τι παρορᾶν. DR fol. 51r ἐκ τῆς ζ΄ τῶν αὐτῶν) DP fol. 42v DM fol. 45v DL fol. 67v. ἐκ τοῦ δ΄ τῶν αὐτῶν) DV p.,301 Φίλωνος): ἔκθεσμος ἅπας καὶ ἔκφυλος ὁ τὸν τοῦ θεοῦ ὀφθαλμὸν οἰόμενός τι παρορᾶν.)

v.1.p.273
ἱκέταις γενέσθαι φύλαξιν ἱερῶν, ἀλλ’ εἴ τινες ἀριθμὸν πεντηκοστὸν ἔλαχον ἄφεσιν καὶ ἐλευθερίαν παντελῆ καὶ ἐπάνοδον εἰς τὰς ἀρχαίας λήξεις προκηρύττοντα. „τοῦτο“ γάρ φησιν „ἐστὶ τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν εἰσελεύσεται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἀπὸ πεντήκοντα ἐτῶν ἀποστήσεται τῆς λειτουργίας, καὶ οὐκ ἐργάσεται ἔτι, λειτουργήσει δὲ ὁ ἀδελφὸς αὐτοῦ· ὁ δὲ φυλάξει φυλακάς, ἔργα δὲ οὐκ ἐργάσεται“ (Num. 8, 24 — 26).

οὐκοῦν τῷ μὲν ἡμίσει τὴν τελειότητα — τέλειος γὰρ ὁ πεντηκοστὸς λόγος, ὁ δὲ τῶν πέντε καὶ εἴκοσιν ἥμισυ μέρος — ἐνεργεῖν ἐπιτρέπει καὶ δρᾶν τὰ ἅγια τὴν δι’ ἔργων ἀρέσκειαν ἐπιδεικνυμένῳ — ἀρχὴ δέ, ὡς ἔφη τις τῶν πάλαι, τοῦ παντὸς ἥμισυ μέρος —, τῷ δὲ τελείῳ μηκέτι πονεῖν, τὰ δ’ ὅσα ἐκ μελέτης καὶ πόνου περιεποιήσατο φυλάττειν· μὴ γὰρ γενοίμην ἀσκητὴς ὧν μὴ φύλαξ αὖθις.

ἡ μὲν οὖν ἄσκησις μέσον, οὐ τέλειον, γίνεται γὰρ ἐν οὐ τελείαις μὲν ἀκρότητος δὲ ἐφιεμέναις ψυχαῖς· ἡ δὲ φυλακὴ παντελές, μνήμῃ τὰ ἀσκητὰ παραδοῦναι θεωρήματα τῶν ἁγίων, ἐπιστήμης καλὴν παρακαταθήκην φύλακι πιστῇ, ἣ μόνη τῶν λήθης πολυμηχάνων δικτύων ἀλογεῖ· ὥστε τὸν μνήμονα ὧν ἔμαθεν ὑγιῶς καὶ εὐθυβόλως καλεῖ φύλακα.

οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι „λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ“ (Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ’ ἀδελφὸς αὐτοῦ λόγος λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ θεωρήματα.

διὸ καὶ ὁ Μωυσῆς ἐν ταῖς εὐλογίαις Λευὶ πολλὰ καὶ [*](1 εἴ τινες UFH: οἵτινες L 3 λήξεις HL: λέξεις UF τὸ] δὲ καὶ Η 6 ὁ ἀδελφὸς UF: ὁ om. HL 7 οὐκοῦν om. Η 9 ἐπιτρέπει om. UF 10 ἀρέσκειαν] ἀρχὴν ooni. Mang. 11 πονεῖν] ποιεῖν U 14 γὰρ] μὲν II ψυχῆς U 15 παντελὴς F ἀσκητὰ] ἄληστα coni. Mang., ἀσκήσει περιποιητὰ coni. Wendl. παραδοῦσα coni. Markland θεωρημάτων ἀγίων UF 16 ἐπιστήμην U καλὴν] καλεῖν F φύλακι] φυλακὴ U πιστὴ UH 18 ὅτε UF: ἣν H, ἡ L 19 ἱκανῶς F 24 τὰ UF: τὰς UF: τῆς L) [*](10. 11 cf. Hesiod. Op. 40 ὅσῳ πλέον ἥμισυ παντός. Plat. Legg. VI 753 E ἀρχὴ γὰρ λέγεται μὲν ἥμισυ παντὸς ἐν ταῖς παροιμίαις ἔργου, καὶ τό γε καλῶς ἄρξασθαι πάντες ἐγκωμιάζομεν ἑκάστοτε. Pseudo-Diogen. Prov. II 97 ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. παρῆκται δὲ ἐκ τῶν Ἡσιόδου.)

v.1.p.274
θαυμάσια προειπὼν ἐπιφέρει· „ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησεν“· εἶθ’ ἑξῆς· „δηλώσουσι τὰ δικαιώματά σου Ἰακὼβ καὶ τὸν νόμον σου Ἰσραήλ“ (Deut. 33, 9. 10).

οὐκοῦν ὅτι καὶ λόγων καὶ διαθήκης θεοῦ φύλαξ ὁ ἀστεῖός ἐστιν, ἐναργῶς παρίστησι· καὶ μὴν ὅτι δικαιωμάτων καὶ νόμων ἑρμηνεὺς καὶ ὑφηγητὴς ἄριστος, πάλιν δεδήλωκε, τῆς μὲν ἑρμηνείας διὰ συγγενικοῦ ὀργάνου, τοῦ φωνητηρίου δήπου, συνισταμένης, τῆς δὲ φυλακῆς περὶ τὸν νοῦν ἐξεταζομένης, ὃς μέγα ταμεῖον ὑπὸ φύσεως δημιουργηθεὶς τὰς ἁπάντων καὶ σωμάτων καὶ πραγμάτων ἐννοίας εὐμαρῶς κεχώρηκεν. ἐλυσιτέλει δὴ καὶ τῷ φιλαύτῳ Κάιν φυλάξαι τὸν Ἄβελ· εἰ γὰρ διετήρησεν αὐτόν, κεκριμένου καὶ μέσου βίου μετεποιήσατ’ ἄν, ἀλλ’ οὐκ ἀμιγοῦς καὶ ἀκράτου κακίας ἐνεφορήθη.

„Καὶ εἶπεν ὁ θεός Τί ἐποίησας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς“ (Gen. 4, 10). τὸ „τί ἐποίησας„ καὶ ἀγανάκτησιν ἐμφαίνει ἐπὶ οὐκ εὐαγεῖ πράξει καὶ χλευασμὸν ἐπὶ τῷ δολοφονῆσαι δοκοῦντι. ἡ μὲν οὖν ἀγανάκτησις ἐπὶ τῇ τοῦ δεδρακότος γνώμῃ γίνεται, ὅτι τὸ καλὸν ἀνελεῖν ἐβούλευσεν· ἡ δὲ χλεύη διὰ τὸ οἴεσθαι μὲν ἐπιβεβουλευκέναι τῷ κρείττονι, ἐπιβεβουλευκέναι δ’ οὐκ ἐκείνῳ μᾶλλον ἢ ἑαυτῷ· ζῇ

μὲν γάρ, ὡς καὶ πρότερον ἔφην, ὁ τεθνάναι δοκῶν, εἴ γε καὶ ἱκέτης ὢν θεοῦ καὶ φωνῇ χρώμενος εὑρίσκεται, τέθνηκε δὲ ὁ περιεῖναι νομιζόμενος τὸν ψυχικὸν θάνατον, ἀρετῆς καθ’ ἣν ἄξιον μόνην ἐστὶ ζῆν ἀποσχοινισθείς· ὥστε καὶ τὸ „τί ἐποίησας“ ἴσον εἶναι τῷ „οὐδὲν ἐποίησας“, οὐδὲν ἤνυσας.