Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
οὐδὲ γὰρ ὁ σοφιστὴς Βαλαάμ, μάταιος ὢν ὄχλος ἐναντίων καὶ μαχομένων δοξῶν, βουληθεὶς ἀρὰς τίθεσθαι καὶ βλάπτειν τὸν ἀστεῖον ἴσχυσε, τοῦ θεοῦ τὰς κατάρας εἰς εὐλογίαν τρέποντος (Num. 23, 8), ἵνα καὶ τῆς πανουργίας ἀπελέγξῃ τὸν
ἄδικον καὶ ἑαυτοῦ τὸ φιλάρετον παραστήσῃ. πεφύκασι δὲ οἱ σοφισταὶ πολεμίοις χρῆσθαι ταῖς ἐν αὑτοῖς δυνάμεσι, λόγων ἐνθυμήμασι καὶ βουλημάτων λόγοις ἀντιστατούντων καὶ μηδαμῇ μηδαμῶς συνᾳδόντων· ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα, τὴν δικαιοσύνην κοινωνικόν, τὴν [*](3 λόγων] λογίων coni. Markland 9 καὶ post δὴ om. L 10 κεκρυμμένου U, κεκραμένου coui. Mang. 14 τῆς om. HL 15 ἐπὶ prius] ἐπεὶ II χλευασμῶ U 16 ἀνάκτησις Η τῇ add. Wendl. 17 γίνεται] τείνεται F fort. scribenduin ἐπεβούλευσεν διὰ τὸ corr. Turn.: διὰ τοῦ FII, διὰ οὖ (sic) U, διατοῦ (sic) L 18 ἐπιβεβουλευκέναι τῶ κρείττονι om. U 21 δὲ om. F ἄξιον UF: ἄξιος HL 22 ὥστε] ἅτε U 23 οὐδὲ ἐποίησας H γὰρ om. F 28 αὐτοῖς UF, αὐταῖς H λόγων UF: καὶ λόγων HL 29 βουλημάτων UF: βουλευμάτων HL 30 ἀποκναίουσιν F)
καὶ ὅμως τὰ ἐναντία τοῖς λεγομένοις φρονοῦντες οὐ παύονται, ἀλλ’ ὅταν φρόνησιν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ εὐσέβειαν ὑμνῶσι, τότε δὴ μάλιστα ἀφραίνοντες ἀκολασταίνοντες ἀδικοῦντες ἀσεβοῦντες πάνθ’ ὡς ἔπος εἰπεῖν ἀνθρώπεια καὶ θεῖα συγχέοντές τε καὶ ἀνατρέποντες εὑρίσκονται.
πρὸς οὓς εἴποι τις ἂν ὀρθῶς, ὅπερ καὶ ὁ χρησμὸς ἔφη τῷ Κάιν· τί ἐποιήσατε; τί εἰργάσασθε αὑτοὺς ἀγαθόν; τί οἱ τοσοῦτοι περὶ ἀρετῆς λόγοι τὴν ὑμετέραν ψυχὴν ὠφέλησαν; τί τοῦ βίου μικρὸν ἢ μέγα μέρος ἐπηνωρθώσασθε; τί δ’; οὐχὶ τἀναντία διαβολὰς καθ’ αὑτῶν ἀληθεῖς ἠρανίσατε, ὅτι συνιέντες τὰ καλὰ καὶ τῷ λόγῳ φιλοσοφοῦντες ἑρμηνεῖς μὲν ἄριστοι γεγόνατε, τὰ δ’ αἴσχιστα καὶ φρονοῦντες καὶ ἐπιτηδεύοντες ἀεὶ ἁλίσκεσθε; οὐ μὴν ἔτι γε ἐν ταῖς ὑμετέραις ψυχαῖς τέθνηκε τὰ καλά, ζωπυρηθέντων κακῶν;
διὰ τοῦτο ἕκαστος ὑμῶν οὐ περίεστιν. ὥσπερ γὰρ μουσικοῦ τινος ἢ γραμματικοῦ τελευτήσαντος ἡ μὲν ἐν τοῖς ἀνδράσι μουσικὴ καὶ γραμματικὴ συνέφθαρται, αἱ δὲ τούτων ἰδέαι μένουσι καὶ τρόπον τινὰ βιοῦσιν ἰσοχρόνιοι τῷ κόσμῳ, καθ’ ἃς οἵ τε ὄντες καὶ οἱ μέλλοντες διαδοχαῖς ταῖς εἰσαεὶ μουσικοί τε καὶ γραμματικοὶ γενήσονται, οὕτως καὶ τὸ ἔν τινι φρόνιμον ἢ σῶφρον ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ συνόλως σοφὸν ἂν ἀναιρεθῇ, οὐδὲν ἧττον ἐν τῇ τοῦ παντὸς ἀθανάτῳ φύσει φρόνησις ἀθάνατος καὶ ἀρετὴ σύμπασα ἄφθαρτος ἐστηλίτευται, καθ’ ἣν καὶ νῦν εἰσιν ἀστεῖοί τινες καὶ αὖθις γενήσονται·
εἰ μὴ καὶ ἀνθρώπου τινὸς τῶν ἐν μέρει θάνατον φθορὰν ἐργάσασθαι φήσομεν ἀνθρωπότητι, ἣν εἴτε γένος εἴτε ἰδέαν εἴτε ἐννόημα εἴθ’ ὅ τί ποτε χρὴ καλεῖν οἱ ζητητικοὶ τῶν κυρίων ὀνομάτων εἴσονται. μία σφραγὶς πολλάκις μυρίας ὅσας ἀπείρους οὐσίας τυπώσασα πάντων ἔστιν ὅτε τῶν τύπων ἐξιτήλων αὐταῖς οὐσίαις γενομένων ἐν τῇ ἑαυτῆς φύσει μηδὲν βλαβεῖσα κατὰ χώραν ἔμεινεν.
εἶτ’ οὐκ οἰόμεθα τὰς ἀρετάς, κἂν πάντες οἱ χαρακτῆρες, οὓς ἐνεσημήναντο [*](6 δὴ om. HL 8 εἴποι τις ἄν UF ἄν εἴποι τις HL 10 αὐτοὺς U, αὐτοῖς F τὴν ὑμετέραν ψυχὴν om. HL1 11 ἐπηνομρθώσασθα codd. 12 ἑαυτῶν HL ἐρανίσατε HL συνιέντες UFH: συνθέντες L 14 αἰεὶ U οὐ μὴν ἔτι] οὑ μὴν ἤδη coni. Mang., οὐ μέντοι coni. Wendl. 15 ζωοπυρηθέντων FH 19 ἰσοχρόνιον UF διαδοχὰς F 20 εἰς ἀεὶ F: ἐς ἀεὶ ceteri οὕτω HL 21 ἡ σῶφρον post δίκαιον transp. U ἄν otn. U 22 ἀθανάτω UF: ἀθανάτου HL 23 ἀρετὴ] ἀρίστη HL1 24 καὶ post μὴ om. F τῶν] τὸν Γ’ 28 γενομένων F: γινομένων eeteri 30 ἐνεσημήναντο Mang.: ἐσημήναντο codd.)
διὸ πᾶς φίλαυτος, ἐπίκλησιν Κάιν, διδαχθήτω ὅτι τὸ ὁμώνυμον τοῦ Ἄβελ ἀνῄρηκε, τὸ εἶδος, τὸ μέρος, τὸν ἀπεικονισθέντα τύπον, οὐ τὸ ἀρχέτυπον, οὐ τὸ γένος, οὐ τὴν ἰδέαν, ἅπερ οἴεται μετὰ ζῴων ἄφθαρτα ὄντα συνεφθαρκέναι. λεγέτω δή τις κατακερτομῶν αὐτὸν κἀπιχλευάζων· τί πεποίηκας, ὦ κακόδαιμον; οὐχ ἣν μὲν δοκεῖς ἀνῃρηκέναι φιλόθεον δόξαν, ζῇ παρὰ θεῷ; σαυτοῦ δὲ γέγονας αὐθέντης, ᾧ μόνῳ βιοῦν ἀνυπαιτίως ἠδύνασο ἐξ ἐνέδρας ἀνελών.
Πάνυ δὲ πεφώνηται καὶ πρὸς κάλλος ἑρμηνείας καὶ πρὸς νοημάτων εὕρεσιν τὰ ἐπιλεγόμενα ταῦτα· „φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς“ (Gen. 4, 10). ἡ μὲν οὖν κατὰ τὴν φράσιν ὑψηγορία πᾶσι τοῖς μὴ λόγων ἀμυήτοις γνώριμος· τὰ δ’ ἐμφαινόμενα νοήματα, ὡς ἂν οἷοί τε ὦμεν, ἐπισκεψώμεθα, καὶ πρότερόν γε περὶ τοῦ αἵματος.
πολλαχοῦ μὲν γὰρ τῆς νομοθεσίας οὐσίαν τῆς ψυχῆς ἀποφαίνεται τὸ αἷμα λέγων ἄντικρυς· „ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν“ (Lev. 17, 11 al.)· ὁπότε δὲ πρῶτον μετὰ τὴν οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ γένεσιν ἐδημιούργει τὸν ἄνθρωπον ὁ ζῳοπλάστης, φησὶν ὅτι „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), πάλιν διὰ τούτου παριστάς, ὅτι πνεῦμά ἐστιν ἡ ψυχῆς οὐσία.
καὶ μὴν τῶν ἐξ ἀρχῆς ὑποθέσεων ἄκρως εἴωθε διαμεμνῆσθαι, τὰ ἀκόλουθα καὶ ὁμολογούμενα τοῖς προτέροις δικαιῶν ἐφαρμόττειν· οὐκ ἂν οὖν πνεῦμα ψυχῆς οὐσίαν προειπὼν αἷμα διαφέρον σῶμά τι αὖθις ἔλεγεν, εἰ μὴ πρός τι τῶν ἀναγκαιοτάτων καὶ συνεκτικωτάτων τὴν ἀναφορὰν ἐποιεῖτο. τί οὖν λεκτέον;
ἕκαστον ἡμῶν κατὰ τὰς προσεχεῖς τομὰς ἀριθμῷ δύο εἶναι συμβέβηκε, ζῷόν τε καὶ [*](1 τῶν om. F 3 διαφθορὰς U 5 φύρουσι UF: φέρουσι HL 6 τοῦ om U ἀνείρηκε U 7 οὐ τὸ μέρος U οὐ τὴν] αὐτὴν U 8 φθαρτὰ voluit Mang. 9 αὐτὸν U: αὐτῶ ceteri κἀπιχλευάζων U: κἀν πη χλευάζων F, καὶ ἐπιχλευάζων HL 11 ὧ HL: τῶ UF ἐδύνασο HL 13 πάνυ δὲ προσφυῶς coni. Mang. 14 τὰ λεγόμενα Η 17 ἐπισκεψόμεθα HL 18 οὐσία UF 19 λέγον UF 20 τὴν τοῦ οὐρανοῦ U 21 μεταξὺ] μετὰ ταῦτα coni. Mang. τὸν adflidi 22 εἰς] εἰ U 23 ὁ om. F, ὁ ἄνθρωπος om. HL ζῶσαν U: ζωῆς ceteri πάλιν Wendl.: πάλαι codd. 27 διαφέρων UII σῶμά τι scripsi: σώματι codd.; πνεύματος coni. Markland 29 τομὰς UF: τιμὰς liL ἀριθμῶ UF: ἀριθμῶν HL συμβέβηκεν U)
ἡ μὲν οὖν κοινὴ πρὸς τὰ ἄλογα δύναμις οὐσίαν ἔλαχεν αἷμα, ἡ δὲ ἐκ τῆς λογικῆς ἀπορρυεῖσα πηγῆς τὸ πνεῦμα, οὐκ ἀέρα κινούμενον, ἀλλὰ τύπον τινὰ καὶ χαρακτῆρα θείας δυνάμεως, ἣν ὀνόματι κυρίῳ Μωυσῆς εἰκόνα καλεῖ, δηλῶν ὅτι ἀρχέτυπον μὲν φύσεως λογικῆς ὁ θεός ἐστι, μίμημα δὲ καὶ ἀπεικόνισμα ἄνθρωπος, οὐ τὸ διφυὲς ζῷον, ἀλλὰ τὸ τῆς ψυχῆς ἄριστον εἶδος, ὃ νοῦς καὶ λόγος κέκληται.
διὰ τοῦτο σαρκὸς μὲν ψυχήν φησι τὸ αἷμα, εἰδὼς ὅτι ἡ σαρκῶν φύσις νοῦ μὲν οὐ μεμοίραται, ζωῆς δὲ καθάπερ καὶ ὅλον ἡμῶν τὸ σῶμα μετέχει, ἀνθρώπου δὲ ψυχὴν πνεῦμα ὀνομάζει, ἄνθρωπον οὐ τὸ σύγκριμα καλῶν, ὡς ἔφην, ἀλλὰ τὸ θεοειδὲς ἐκεῖνο δημιούργημα, ᾧ λογιζόμεθα, οὗ τὰς ῥίζας εἰς οὐρανὸν ἔτεινε καὶ τῆς ὑστάτης τῶν λεγομένων ἀπλανῶν ἁψῖδος ἐξῆψε.
μόνον γὰρ δὴ τῶν ἐπὶ γῆς φυτὸν οὐράνιον ὁ θεὸς ἄνθρωπον εἰργάσατο, τῶν μὲν ἄλλων τὰς κεφαλὰς πηξάμενος ἐν χέρσῳ — κατωκάρα γὰρ πάντα —, ἀνθρώπου δὲ εἰς τὸ ἄνω προαγαγών, ἵνα τὰς τροφὰς ὀλυμπίους καὶ ἀφθάρτους ἀλλὰ μὴ γεώδεις καὶ φθαρτὰς ἔχοι· παρὸ καὶ τοῦ σώματος ἡμῶν τὸ μὲν ὅσον ἀναισθητότατον πλεῖστον ἀποστήσας λογισμοῦ τὰς βάσεις γῇ προσερρίζου, τὰς δὲ νοῦ δορυφόρους αἰσθήσεις καὶ αὐτὸν ἐκεῖνον πορρωτάτω μὲν τῶν περὶ γῆν ἐξῴκισε, ταῖς δὲ ἀέρος καὶ οὐρανοῦ περιόδοις ἀφθάρτοις οὔσαις ἐνεδήσατο.
μηκέτ’ οὖν ἀπορῶμεν, πῶς ἔννοιαν ἔλαβεν ἄνθρωπος θεοῦ τοῦ ἀειδοῦς, οἱ Μωυσέως γνώριμοι· τὴν γὰρ αἰτίαν χρησμῷ μαθὼν αὐτὸς ἡμῖν ὑφηγήσατο. ἔλεγε δὲ ὧδε· ψυχὴν οὐδεμίαν τῷ σώματι ὁ ποιῶν εἰργάζετο ἱκανὴν ἐξ ἑαυτῆς τὸν ποιητὴν ἰδεῖν, λογισάμενος δὲ μεγάλα ὀνήσειν τὸ δημιούργημα, εἰ λάβοι τοῦ δημιουργήσαντος ἔννοιαν — [*](2 τῷ δ’] τὸ δ’ U 9 ὁ δὲ θεός H 10 τῆς om. F κέκληται HL: κεκλήρωται UF 13 πνεῦμα ὀνομάζει UF: πνεῦμα om. HL, ὀνομάζει πνεῦμα Mang. (in Addendis) καλῶ U 14 ᾦ] οὐ U 15 ὑστάτου F 16 ἐξῆψεν U ὁ] ὁ H 18 κατωκάρα corr. Turn.: κατωκάρανα codd. ἀνθρώπω HL 19 ἔχοι UF: ἔχει H, ἔχῃ L 21 προσερίζου U 22 περὶ γῆς UF ἐξῴκισεν U, ἐξῴκησε F 23 ἀέρος] αἰθέρος coni. Mang. 25 Μώσεως F, Μωσέος Η 26 ὧδε om. HL1 τῳ] τῶν UF σωματοποιῶν F) [*](16 φυτὸν οὐράνιον: cf. Plat. Tim. 90 Α)
τὸ δ’ ἀρχέτυπον οὕτως ἦν ἄρα ἀειδές, ὥστε καὶ ἡ εἰκὼν οὐχ ὁρατή, τυπωθεῖσα μέντοι κατὰ τὸ παράδειγμα οὐκέτι θνητὰς ἀλλ’ ἀθανάτους ἐννοίας ἐδέχετο· πῶς γὰρ ἂν θνητὴ φύσις μένειν ἅμα καὶ ἀποδημεῖν ἠδύνατο ἢ τὰ ἐνταῦθα καὶ τὰ ἑτέρωθι καθορᾶν ἢ θάλατταν μὲν περιπλεῖν ἅπασαν, γῆν δὲ ἄχρι περάτων ἐπέρχεσθαι, ἢ νόμων καὶ ἐθῶν ἢ συνόλως πραγμάτων καὶ σωμάτων ἐφάπτεσθαι; ἢ δίχα τῶν ἐπιγείων καὶ τὰ μετάρσια καταλαμβάνειν, ἀέρα καὶ τροπὰς αὐτοῦ καὶ καιρῶν ἰδιότητας καὶ ὅσα ταῖς ἐτησίοις ὥραις καινουργούμενά τε κἀξ ἔθους ἀποτελεῖται;
ἢ πάλιν δι’ ἀέρος εἰς οὐρανὸν ἀπὸ γῆς ἀνίπτασθαι καὶ τὰς ἐν οὐρανῷ φύσεις ἐξετάζειν, ὡς ἔχουσιν, ὡς κινοῦνται, τίνες ὅροι τῆς κινήσεως ἀρχῆς καὶ τέλους αὐταῖς, πῶς ἀλλήλαις τε καὶ τῷ παντὶ κατά τι συγγενείας δίκαιον ἁρμόζονται; τέχνας τε καὶ ἐπιστήμας ἐπινοῆσαι, ὅσαι τά τε ἐκτὸς δημιουργοῦσι καὶ τὰ περὶ σῶμα καὶ ψυχήν, ὡς ἑκάτερον βελτιωθήσεται, πραγματεύονται, καὶ μυρία ἄλλα, ὧν οὔτε ἀριθμὸν οὔτε φύσιν λόγῳ περιλαβεῖν εὔπορον;