Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τὰ ἡδέα φερούσαις. τοιουτονί τινα δόλιχον ἀπομηκύναντες λόγῳ νικᾶν τοὺς οὐκ εἰωθότας σοφιστεύειν ἔδοξαν. αἰτία δὲ τῆς νίκης οὐχ ἡ τῶν περιγεγενημένων ἰσχύς, ἀλλ’ ἡ περὶ ταῦτα τῶν ἀντιπάλων ἀσθένεια. τῶν γὰρ ἐπιτηδευόντων ἀρετὴν οἱ μὲν ἐν ψυχῇ μόνῃ τὸ καλὸν ἐθησαυρίσαντο πράξεων ἐπαινετῶν ἀσκηταὶ γενόμενοι, τερθρείας λόγων ἀλλ’ οὐδ’ ὄναρ ἐπῃσθημένοι, τοῖς δὲ ἀμφότερα ἐξεγένετο, τὴν μὲν διάνοιαν εὐβουλίᾳ καὶ ἀγαθοῖς ἔργοις, τοὺς δὲ λόγους ταῖς περὶ αὐτοὺς τέχναις μάλιστα ὀχυρώσασθαι·

τούτοις μὲν οὖν πρὸς τὰς ἐριστικὰς ἐνίων ἁμίλλας ἀπαντᾶν ἐμπρεπές, οἷς τοὺς ἐναντίους ἀμύνονται πεπορισμένοις ἐξ ἑτοίμου, τοῖς δὲ προτέροις οὐδεμία ἀσφάλεια· γυμνοὶ γὰρ πρὸς ὡπλισμένους τίνες ἂν ἰσοκρατῶς ἀπομάχεσθαι δυνηθεῖεν, ὁπότε καὶ παρεσκευασμένοις ἀγὼν ἄνισος;

ὁ τοίνυν Ἄβελ τέχνας μὲν λόγων οὐκ ἔμαθε, διανοίᾳ δὲ μόνῃ τὸ καλὸν οἶδεν· οὗ χάριν τὴν εἰς τὸ πεδίον ἄφιξιν ἐχρῆν παραιτήσασθαι καὶ τῆς τοῦ δυσμενοῦς προκλήσεως ἀλογῆσαι· ἥττης γὰρ πᾶς ὄκνος ἀμείνων· τὸν δὲ ὄκνον τοῦτον οἱ μὲν ἐχθροὶ δειλίαν, ἀσφάλειαν δ’ οἱ φίλοι προσαγορεύουσι· φίλοις δὲ πρὸ δυσμενῶν ἅτε ἀψευδοῦσι πιστευτέον.

οὐχ ὁρᾷς ὅτι Μωυσῆς τοὺς ἐν Αἰγύπτῳ τῷ σώματι σοφιστάς, οὓς φαρμακέας ὀνομάζει, παραιτεῖται — σοφισμάτων γὰρ τέχναις καὶ [*](1 πανδεχῆ] πανταχῆ L 2 τοιουτονί codd.; τοιοῦτόν Mang. δολιχὸν F λόγων coiii. Wendl. 7 τοῖς δὲ codd.: οἷς D (Mang.) εὐβούλοις DR 8 αὐτοὺς] αὐτοῦ HL 9 τούτους D μὲν οὖν om. D 10 εὐπρεπές UF οἷς] οἱ D ἐναντία (sic) F ἀμυνοῦνται coni. Wendl. πεπορισμένους FH 11 πρότερον F οὐδὲ μία UFH 13 ἔμαθεν UD 14 τὸ ante πεδίον om. F 15 πᾶς] πάντως coni. Wendl. IG ἄμεινον DC δ’] δὲ D 17 προσαγορεύουσιν UD ἀψευδοῦσι HLDC; ἀψευδοῦς εἰ U, ψεύδουσι F, ἀψευδέσι DR 18 οὐχ UF: οὗ χάριν HL 19 ante οὓς add.: φαρμακέας ὡς βασιλέας· ἐπεὶ καὶ φαρμακίδες ὡς βασιλίδες καὶ φαρμακεὺς τοίνυν ὡς βασιλεύς, ὅτι καὶ φαρμακὶς ὡς βασιλίς UF τὸ φαρμακέας ὡς βασιλέας σχόλιον ἦν ἔξωθεν κείμενον· ἐτέθη δὲ ἐντὸς ἀπροσεξίᾳ τοῦ γράψαντος mg. F man. rec), φαρμακέας ὡς βασιλέας—φαρμακὶς ὡς βασιλίς· κατὰ ἀκολουθίαν τούτου κεῖται· τοὺς ἐν Αἰγυπτίῳ τῷ σώματι σοφιστάς HL (Turn.) ; glossema expunxit Mang.) [*](7—10 Dc fol. 120r Dr fol. 110r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τοῦ ζ' καὶ η' τῆς ἱερῶν ἀλληγορίας: οἷς ἀμφότερα ἐξεγένετο — οἲ τοὺς ἐναντίους ἀμύνονται. 13 — 17 ibid. ὃς δὲ τέχνας μὲν λόγων οὑκ ἔμαθεν, διανοίᾳ δὲ μόνῃ τὸ καλὸν οἶδεν, τὴν εἰς τὴν ἅμιλλαν ἄφιξιν παραιτείσθω καὶ τῆς τοῦ δυσμενοῦς δυναμένου DC) προκλήσεως ἀλογείτω· ἥττης γὰρ πᾶς ὄκνος ἀμείνων (ἄμεινον D C)· τὸν δὲ ὄκνον τοῦτον οἱ μὲν ἐχθροὶ δειλίαν, ἀσφάλειαν δὲ οἱ φίλοι προσαγορεύουσιν· φίλοις δὲ πρὸ δυσμενῶν ἅτε ἀψευδοῦσι (ἀψευδέσι DR) πιστευτέον.)

v.1.p.267
ἀπάταις ἤθη χρηστὰ τρόπον τινὰ φαρμακεύεται καὶ διαφθείρεται — φάσκων μὴ εἶναι „εὔλογος“ (Exod. 4,10), ἴσον τῷ μὴ πεφυκέναι πρὸς τὴν τῶν εὐλόγων καὶ πιθανῶν εἰκαστικὴν ῥητορείαν, ἔπειθ’ ἑξῆς διαβεβαιούμενος, ὅτι οὐ μόνον οὐκ εὔλογος ἀλλὰ καὶ παντελῶς „ἄλογός“ ἐστιν (Exod. 6, 12) ; ἄλογος δέ, οὐχ ὥς φαμεν τὰ μὴ λογικὰ τῶν ζῴων, ἀλλ’ ὁ μὴ δικαιῶν τῷ διὰ τοῦ φωνητηρίου ὀργάνου γεγωνῷ λόγῳ χρῆσθαι, μόνῃ δὲ σημειούμενος καὶ ἐνσφραγιζόμενος διανοίᾳ τὰ τῆς ἀληθοῦς σοφίας, ἥτις ἀντίθετός ἐστι ψευδεῖ σοφιστείᾳ, θεωρήματα.

καὶ οὐ βαδιεῖται πρότερον εἰς Αἴγυπτον οὐδ’ εἰς ἅμιλλαν ἀφίξεται τοῖς αὐτῆς σοφισταῖς, πρὶν ἢ τὸν προφορικὸν ἄκρως ἀσκηθῆναι λόγον, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἰδέας ἀναδείξαντος καὶ τελειώσαντος θεοῦ διὰ τῆς Ἀαρὼν χειροτονίας, ὃν ἀδελφὸν Μωυσέως ὄντα „στόμα“ καὶ ἑρμηνέα καὶ „προφήτην“ (Exod. 4, 16. 7, 1) εἴωθε καλεῖν· πάντα γὰρ ταῦτα τῷ λόγῳ συμβέβηκεν, ὃς

ἀδελφός ἐστι διανοίας· πηγὴ γὰρ λόγων διάνοια καὶ στόμιον αὐτῆς λόγος, ὅτι τὰ ἐνθυμήματα πάντα διὰ τούτου καθάπερ νάματα ἀπὸ πηγῆς εἰς τοὐμφανὲς ἐπιρρέοντα ἀναχεῖται· καὶ ἑρμηνεύς ἐστιν ὧν ἐν τῷ ἑαυτῆς βουλευτηρίῳ βεβούλευκεν· ἔτι μέντοι καὶ προφήτης καὶ θεοπρόπος ὧν ἐξ ἀδύτων καὶ ἀοράτων χρησμῳδοῦσα οὐ παύεται.

Τοῦτον μὲν οὖν τὸν τρόπον ἐναντιοῦσθαι τοῖς περὶ τὰ δόγματα ἐριστικοῖς χρήσιμον· γεγυμνασμένοι γὰρ περὶ τὰς τῶν λόγων ἰδέας οὐκέτ’ ἀπειρίᾳ σοφιστικῶν παλαισμάτων ὀκλάσομεν, ἐξαναστάντες δὲ καὶ διερεισάμενοι τὰς ἐντέχνους αὐτῶν περιπλοκὰς εὐμαρῶς ἐκδυσόμεθα. οἱ δ’ ἅπαξ εὑρεθέντες σκιαμάχων ἀλλ’ οὐκ ἀγωνιστῶν ἐπιδείκνυσθαι δόξουσι δύναμιν· καὶ γὰρ ἐκεῖνοι καθ’ ἑαυτοὺς μὲν χειρονομοῦντες εὐδοκιμοῦσι, πρὸς δ’ ἅμιλλαν ἐλθόντες οὐ μετρίως ἀδοξοῦσιν.

εἰ δέ τις τὴν μὲν ψυχὴν ἀρεταῖς ἁπάσαις κεκόσμηται, τέχνας δὲ λόγων οὐκ [*](1 τρόπον τινὰ UF: τρόπον HL, τρόπων V 2 φάσκων codd.: φάσκων τῷ Turn., φάσκων τὸ Mang. μὴ πεφυκέναι sciipsi: μήτε πεφυκέναι codd. 3 εὐλόγων UF: λόγων HL ῥητορίαν Η 6 τῷ] τὸ Η γεγωνῷ om. Mang. 8 σοφιστία H 9 πρινὴ F 12 Μωϋσέος F καὶ ἑρμηνέα om. F ἑρμηνεία H 13 ὃς om. U, ὃς ex ὃν corr. H 14 λόγος om. UF 15 πηγῆς UF: γῆς HL 16 ὧν — θεοπρόπος (17) om. F ἑαυτοῖς U 17 ὦν] ὃν U 21 ἀπειρία UFH: ἐπ’ ἀπειρία L ὀκλάσομεν] ἐγκλαύσομεν HL1 22 διερισάμενοι U 23 „exspectes e. gr. ἅπαξ συμβαλόντες“ Wendl. σκιαμαχῶν F 26 ἀπάσαις] πᾶσι DR λόγων UFD: λόγοις HL, λόγους Turn.) [*](25—268,2 DC fol. 120v DR fol. UOr post verba supra laudata sic pergunt: καὶ βραχέα βραχύ DC): εἰ δέ τις — πεσεῖται.)

v.1.p.268
ἐμελέτησεν, ἡσυχίᾳ χρώμενος ἀσφάλειαν γέρας ἀκίνδυνον εὑρήσεται, παρελθὼν δ’ ὡς Ἄβελ εἰς σοφιστικὸν ἀγῶνα πρὶν διερηρεῖσθαι πεσεῖται.

καθάπερ γὰρ ἐν ἰατρικῇ τινες μὲν θεραπεύειν εἰδότες πάντα σχεδὸν πάθη καὶ νοσήματα καὶ ἀρρωστήματα λόγον οὐδενὸς αὐτῶν οὔτε ἀληθῆ οὔτ’ εἰκότα ἀποδοῦναι δύνανται, οἱ δ’ ἔμπαλιν τὰ μὲν περὶ λόγους εἰσὶ δεινοί, σημείων καὶ αἰτιῶν καὶ θεραπείας, ἐξ ὧν ἡ τέχνη συνέστηκεν, ἑρμηνεῖς ἄριστοι, τὰ δὲ πρὸς καμνόντων ἐπιμέλειαν σωμάτων φαυλότατοι, τῶν εἰς ἴασιν ἀλλ’ οὐδὲ τὸ μικρότατον παρασχεῖν ἱκανοί, τὸν αὐτὸν τρόπον οἱ μὲν τῆς δι’ ἔργων ἀσκηταὶ σοφίας πολλάκις λόγων ἠμέλησαν, οἱ δὲ τὰς ἐν λόγῳ τέχνας ἀναδιδαχθέντες οὐδὲν ἐν ψυχῇ παίδευμα καλὸν ἐθησαυρίσαντο.

τούτους μὲν οὖν ἀχαλίνῳ κεχρημένους γλώττῃ μετ’ αὐθαδείας θρασύνεσθαι παράδοξον οὐδέν, ἀπόνοιαν γὰρ ἣν ἐξ ἀρχῆς ἐμελέτησαν ἐπιδείκνυνται· ἐκείνοις δ’ ὥσπερ ἰατροῖς τὸ ὑγιάζον τὰς ψυχῆς νόσους τε καὶ κῆρας ἀναδιδαχθεῖσι μέρος ἐπέχειν ἀναγκαῖον, μέχρις ἂν ὁ θεὸς καὶ τὸν ἄριστον ἑρμηνέα κατασκευάσῃ τὰς τοῦ λέγειν πηγὰς ἀνομβρήσας καὶ ἀναδείξας αὐτῷ.

Σύμφορον οὖν ἦν εὐλαβείᾳ σωτηρίῳ ἀρετῇ χρησάμενον τὸν Ἄβελ οἴκοι καταμεῖναι τῆς εἰς τὸν ἐριστικὸν καὶ φιλόνεικον ἀγῶνα προκλήσεως ἀλογήσαντα, μιμησάμενον Ῥεβέκκαν τὴν ὑπομονήν, ἥτις ἀπειλοῦντος Ἠσαῦ τοῦ κακίας θιασώτου τὸν ἀρετῆς ἀσκητὴν Ἰακὼβ ἀποκτενεῖν ἀναχωρῆσαι τῷ μέλλοντι ἐπιβουλεύεσθαι παραγγέλλει, μέχρις ἂν ἐκεῖνος τῆς ἐπ’ αὐτῷ σχετλίου λύττης ἀνῇ.

καὶ γὰρ ἀφόρητόν τινα ἀπειλὴν ἐπανατείνεται φάσκων· „ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου“ (Gen. 27, 41)· εὔχεται γὰρ τὸ μόνον ἀπαθὲς εἶδος ἐν γενέσει τὸν Ἰσαάκ, ᾧ χρησμός ἐστι „μὴ καταβῆναι εἰς Αἴγυπτον“ (Gen. 26, 2), ἀλόγῳ πάθει χρῆσθαι, ἵνα, δοκῶ, [*](1 ἡσυχίας DR ἀσφαλείᾳ D γῆρας D εὑρήσει D 2 προελθὼν DR δὲ D ὡς Ἄβελ om. D διερηρεῖσθαι scripsi: διηρεῖσθαι DR, διαιρεῖσθαι UDC, διερείσασθαι FHL 4 οὔτ’ ἀληθῆ HL 6 αἰτίων codd. 8 εἰσιᾶσιν F 9 ἀσκηταὶ FL: ἀσκηταῖς U, ἀσκοῦντες U 10 παίδευμα καλὸν UF; καλὸν παίδευμα HL ἐπιτήδευμα coni. Wendl. 12 ἀπόνοιαν γὰρ UF: γὰρ om. HL 13 ἐπιδείκνυνται scripsi: ἐπιδεικνύντες UF, ἐπιδεικνύντας ΗL ἐκεῖνοι Η ὑγιάζοντας U 13. 14 ψυχῆς νόσους Μang.: ψυχὰς νόσους UL, ψυχὰς ὅσους H, νόσους (om. ψυχῆς) F 14 μέχρι U 15 ἄριστον ἑρμηνέα F: ἑρμηνέα ἄριστον UHL 18 ἐρειστικὸν Η 20 Ἠσαῦ τοῦ] εἰς αὐτοὺς U ἀποκτενεῖν add. Wendl. 21 μέχρι U 22 ἀπορῆτον H, ἀπόρρητον L 22. 23 ἐπανατείνεται φάσκων ἀπειλήν transp. F 23 πένθους HL: πάθους UF 24 ἶνα—μου om. UL 25 τὸ μόνον F: μόνον τὸ HL, τὸ om. U 26 εἰς] τὴν UF ἴνα L: εἶναι UFH)

v.1.p.269
ἡδονῆς ἢ λύπης ἤ τινος ἄλλου πάθους κέντροις τρωθῇ, δηλῶν ὡς ὁ ἀτελέστερος καὶ ἐπιπόνῳ προκοπῇ χρώμενος οὐ τραῦμα μόνον ἀλλὰ καὶ παντελῆ φθορὰν δέξεται· ὁ μέντοι χρηστὸς θεὸς οὔτε ἁλωτὸν πάθει τὸ ἀτρώτου γένους εἶδος ἐργάσεται οὔτε τὴν ἀρετῆς ἄσκησιν ἐπ’ ὀλέθρῳ φονῶντι καὶ δαιμονῶντι ἐκδώσει.

διὸ καὶ τὸ ἐπιφερόμενον „ἀνέστη Κάιν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτὸν“ (Gen. 4, 8) κατὰ μὲν τὴν πρόχειρον φαντασίαν ὑποβάλλει, ὅτι Ἄβελ ἀνῄρηται, κατὰ δὲ τὴν ἀκριβεστέραν ἐξέτασιν, ὅτι αὐτὸς ὁ Κάιν ὑφ’ ἑαυτοῦ· ὥσθ’ οὕτως ἀναγνωστέον· „ἀνέστη Κάιν καὶ ἀπέκτεινεν ἑαυτόν,“ ἀλλ’ οὐχ ἕτερον.

εἰκότως δὲ τοῦτο ἔπαθεν· ἡ γὰρ ἐξ αὑτῆς ἀνελοῦσα ψυχὴ τὸ φιλάρετον καὶ φιλόθεον δόγμα τὸν ἀρετῆς τέθνηκε βίον· ὥσθ’ ὁ Ἄβελ, τὸ παραδοξότατον, ἀνῄρηταί τε καὶ ζῇ· ἀνῄρηται μὲν ἐκ τῆς τοῦ ἄφρονος διανοίας, ζῇ δὲ τὴν ἐν θεῷ ζωὴν εὐδαίμονα. μαρτυρήσει δὲ τὸ χρησθὲν λόγιον, ἐν ᾧ „φωνῇ“ χρώμενος καὶ „βοῶν“ (Gen. 4, 10) ἃ πέπονθεν ὑπὸ κακοῦ συνδέτου τηλαυγῶς εὑρίσκεται· πῶς γὰρ ὁ μηκέτ’ ὢν διαλέγεσθαι δυνατός;

Ὁ μὲν δὴ σοφὸς τεθνηκέναι δοκῶν τὸν φθαρτὸν βίον ζῇ τὸν ἄφθαρτον, ὁ δὲ φαῦλος ζῶν τὸν ἐν κακίᾳ τέθνηκε τὸν εὐδαίμονα. ἐπὶ μὲν γὰρ τῶν διεστηκότων ζῴων τε καὶ κοινῶς σωμάτων ἕτερα μὲν τὰ ποιοῦντα, ἕτερα δ’ εἶναι τὰ πάσχοντα δυνατὸν καὶ ῥᾴδιον· ὁπότε γὰρ πατὴρ υἱὸν τύπτει σωφρονίζων ἢ διδάσκαλος γνώριμον, ἕτερος ὁ τύπτων καὶ ἕτερος ὁ τυπτόμενός ἐστιν· ἐπὶ δὲ τῶν ἡνωμένων περὶ ὃ τὸ ποιεῖν καὶ τὸ πάσχειν εὑρίσκεται, καὶ οὔτε ἐν ἑτέρῳ χρόνῳ οὔτε ἕτερον, ἀλλὰ κατὰ τὸν αὐτὸν καὶ τὸ αὐτό· ἐπειδὰν γοῦν ἀθλητὴς ἑαυτὸν τοῦ γυμνάσασθαι χάριν ἀνατρίβῃ, πάντως τρίβεται, καὶ εἴ τις μέντοι παίει ἑαυτὸν ἢ τιτρώσκει, παίεταί τε καὶ τιτρώσκεται, καὶ γὰρ ὁ πηρῶν ἢ κτείνων ἑαυτὸν πηροῦται καὶ κτείνεται. πρὸς τί δὴ ταῦτ’ εἶπον;

ὅτι τὴν ψυχὴν οὐχὶ τῶν διεστηκότων ἀλλὰ τῶν ἡνωμένων οὖσαν ἀνάγκη [*](1 ἡ λύπης] εἰ λύπης U τρωθῇ scripsi: τρωθήσεται H, τρωθήσηται UFL δῆλον UH 2 καὶ προκοπῆ UH 4 ἀτρώτου γένους] ἄτρωτον ἐν γενέσει coni. Mang. γένους om. ΗL1 εἴδους ΗL1 5 φρονῶν τι U καὶ δαιμονῶντί om. U 6 αὐτοῦ F: αὐ‘τοῦ UH, αὐτοῦ L 8 ἀκριβεστέραν U: ἀκραιφνεστάτην καὶ ἀκριβεστέραν F, ἀκριβεστάτην HL 9 ἀλλ’] καὶ U 10 αὐτῆς codd. 11 ἀρετῆς UF: τῆς ἀρετῆς HL ὥσθ’ ὁ] ὡς τὸ U 12 ἄφρενος H 15 συνδέτου UF: συνθέτου HL 16 δυνατὸς διαλέγεσθαι transp. U 19 κοινῶς Mang.: κοινῶν codd. 22 ἕτερος om. FHL δὲ om. F 25 γυμνάσθαι (sic) F ἀνατριβείη UF 26 ἡ τιτρώσκει—ἑαυτὸν (27) om. HL ἡ τιτρώσκει om. v τε om. V 27 ἡ κτείνων UF: καὶ κτείνων v 28 οὐχὶ UP: οὐ HL)

v.1.p.270
πάσχειν ὃ ποιεῖν δοκεῖ, καθάπερ ἀμέλει καὶ νῦν· δόξασα γὰρ ἀνελεῖν τὸ θεοφιλέστατον δόγμα ἑαυτὴν ἀνῄρηκε. μάρτυς δὲ Λάμεχ ὁ τῆς Κάιν ἀσεβείας ἔκγονος, ὅς φησι γυναιξὶ ταῖς ἑαυτοῦ, δυσὶ γνώμαις ἀγνώμοσιν· „ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί“ (Gen. 4, 23).

δῆλον γὰρ ὅτι, εἴ τις τὸν ἀνδρείας λόγον κτείνει, ἑαυτὸν ἐναντίᾳ νόσῳ τιτρώσκει δειλίας, καὶ εἴ τις τὴν ἀνηβῶσαν ἰσχὺν ἐν ἀσκήσει τῶν καλῶν ἀναιρεῖ, πληγὰς καὶ μεγάλας αἰκίας μετ’ οὐ μετρίας αἰσχύνης ἐπιφέρει ἑαυτῷ. λέγει μέντοι καὶ ἡ ὑπομονὴ ὅτι, ἐὰν ἄσκησις ἀναιρεθῇ καὶ προκοπή, οὐχ ἓν μόνον ἔκγονον ἀλλὰ καὶ τὰ ἄλλα

ἀποβάλλει, ἀτεκνίαν ἐνδεξαμένη παντελῆ (Gen. 27, 45). ὥσπερ δ’ ὁ βλάπτων τὸν ἀστεῖον ἐπιδέδεικται ζημιῶν ἑαυτόν, οὕτως καὶ ὁ προνομίας τοὺς ἀμείνους ἀξιῶν λόγῳ μὲν ἐκείνοις, ἔργῳ δὲ αὑτῷ περιποιεῖται ἀγαθόν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ φύσις καὶ τὰ ἀκολούθως αὐτῇ νομοθετηθέντα, διείρηται γὰρ ἄντικρυς καὶ σαφῶς οὕτως· „τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται“ (Exod. 20, 12)· οὐχὶ τοῖς τιμωμένοις, φησίν, ἀλλὰ „σοί“· ἐάν τε γὰρ τὸν νοῦν ὡς πατέρα τοῦ συγκρίματος ἐάν τε τὴν αἴσθησιν ὡς μητέρα διὰ τιμῆς ἔχωμεν, εὖ πρὸς ἐκείνων αὐτοὶ πεισόμεθα.