Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

δῆλον γὰρ ὅτι, εἴ τις τὸν ἀνδρείας λόγον κτείνει, ἑαυτὸν ἐναντίᾳ νόσῳ τιτρώσκει δειλίας, καὶ εἴ τις τὴν ἀνηβῶσαν ἰσχὺν ἐν ἀσκήσει τῶν καλῶν ἀναιρεῖ, πληγὰς καὶ μεγάλας αἰκίας μετ’ οὐ μετρίας αἰσχύνης ἐπιφέρει ἑαυτῷ. λέγει μέντοι καὶ ἡ ὑπομονὴ ὅτι, ἐὰν ἄσκησις ἀναιρεθῇ καὶ προκοπή, οὐχ ἓν μόνον ἔκγονον ἀλλὰ καὶ τὰ ἄλλα

ἀποβάλλει, ἀτεκνίαν ἐνδεξαμένη παντελῆ (Gen. 27, 45). ὥσπερ δ’ ὁ βλάπτων τὸν ἀστεῖον ἐπιδέδεικται ζημιῶν ἑαυτόν, οὕτως καὶ ὁ προνομίας τοὺς ἀμείνους ἀξιῶν λόγῳ μὲν ἐκείνοις, ἔργῳ δὲ αὑτῷ περιποιεῖται ἀγαθόν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ φύσις καὶ τὰ ἀκολούθως αὐτῇ νομοθετηθέντα, διείρηται γὰρ ἄντικρυς καὶ σαφῶς οὕτως· „τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται“ (Exod. 20, 12)· οὐχὶ τοῖς τιμωμένοις, φησίν, ἀλλὰ „σοί“· ἐάν τε γὰρ τὸν νοῦν ὡς πατέρα τοῦ συγκρίματος ἐάν τε τὴν αἴσθησιν ὡς μητέρα διὰ τιμῆς ἔχωμεν, εὖ πρὸς ἐκείνων αὐτοὶ πεισόμεθα.