Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἐμπιπλάμενος δὲ μηδέποτε, ἢ ταῖς μετὰ γαστέρα χρώμενος ἡδοναῖς ἐπαλλήλοις καὶ ἔτι ταῖς πρὸς συνουσίαν ὀρέξεσιν ἀκμάζων· ἡ μὲν γὰρ ἔνδεια ἀσθένειαν, ἰσχὺν δ’ ἡ πλήρωσις ἀπεργάζεται· τὸ δ’ ἀκόρεστον ὁ μετ’ ἀφθονίας τῶν ἐπιτηδείων σὺν ἀκρασίᾳ δεινῇ λιμός ἐστιν· ἄθλιοι δ’ ὧν μεστοὶ μὲν οἱ ὄγκοι, κεναὶ δ’ αἱ ἐπιθυμίαι καὶ ἔτι διψῶσαι.
ἀλλὰ τοὺς ἐραστὰς ἐπιστήμης ἐν ᾠδῇ μεγάλῃ φησὶν ὅτι „ἀνεβίβασεν ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, καὶ ἐψώμισε γεννήματα ἀγρῶν„ (Deut. 32, 13), δηλῶν ὅτι ὁ μὲν ἄθεος ἀτυχεῖ τοῦ τέλους, ἵνα μᾶλλον ὀδυνᾶται, μὴ προστιθεμένης ἰσχύος οἷς ἐνεργεῖ, τοὐναντίον δ’ ὑφαιρουμένης, οἱ δὲ μετιόντες ἀρετὴν ὑπεράνω τῶν ὅσα γεώδη καὶ θνητὰ ἱστάμενοι τοῦ κράτους αὐτῶν κατὰ πολλὴν περιουσίαν ἀλογοῦσιν, ἅτε ἡγεμόνι χρησάμενοι τῆς ἀνόδου θεῷ, ὃς καὶ τὰ γεννήματα τῶν ἀγρῶν εἰς ἀπόλαυσιν καὶ χρῆσιν ὠφελιμωτάτην αὐτοῖς ὀρέγει, τὰς μὲν ἀρετὰς ἀγροῖς, ἃ δ’ ἀποκύουσι γεννήμασι παρὰ τὴν γένεσιν ἀπεικάζων· γίνεται μὲν γὰρ ἐκ φρονήσεως τὸ φρονεῖν, ἐκ δὲ σωφροσύνης τὸ σωφρονεῖν, ἐκ δὲ εὐσεβείας τὸ εὐσεβεῖν, καὶ ἀφ’
ἑκάστης τῶν ἄλλων τὸ κατ’ αὐτὴν ἐνέργημα. ταῦτα δὲ ψυχῆς τροφαὶ κυρίως εἰσὶ τῆς θηλάζειν ἱκανῆς, ὡς ὁ νομοθέτης φησί, „μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας“ (ibid.), πέτραν τὴν στερεὰν καὶ ἀδιάκοπον ἐμφαίνων σοφίαν θεοῦ, τὴν τροφὸν καὶ τιθηνοκόμον καὶ κουροτρόφον τῶν ἀφθάρτου διαίτης ἐφιεμένων.
αὕτη γὰρ οἷα μήτηρ τῶν ἐν κόσμῳ γενομένη τὰς τροφὰς ἐξ ἑαυτῆς εὐθὺς ἤνεγκε τοῖς ἀποκυηθεῖσιν· ἀλλ’ οὐχ ἅπαντα τροφῆς θείας ἠξιώθη, τὰ δ’ ὅσα τῶν ἐκγόνων ἐπάξια τῶν γεννησάντων εὑρίσκετο· πολλὰ γὰρ ἔσθ’ ἃ λιμὸς ἀρετῆς, ὁ τοῦ περὶ τὰ σιτία καὶ ποτὰ σχετλιώτερος, διέφθειρε.
φέρεται δ’ ἡ τῆς θείας σοφίας πηγὴ τοτὲ μὲν ἠρεμαιοτέρῳ καὶ πρᾳοτέρῳ ῥεύματι, τοτὲ δὲ αὖ μετ’ ὀξυτέρου τοῦ τάχους καὶ πλείονος φορᾶς τε καὶ ῥύμης· ὅταν μὲν οὖν ἠρέμα κατέρχηται, μέλιτος γλυκαίνει [*](1 ἄν scripsi: οὖν codd. δὲ om. Η 2 ἡδοναῖς ἐπαλλήλοις U: ἐπαλλήλοις ἡδοναῖς ceteii ἔτι Markland: ἐπὶ codd. 4 ὁ F: ὃ ceteri 6 δ’ αἱ UH, δὲ αἱ F: δὲ (oin. αἱ) L 7 φησὶν H 8 γενήματα F δηλῶν ὅτι Markland: δηλονότι FHL, δηλονότι ὅτι U 13 γενήματα UF 14 ἀποκύουσι δείκνυσι L γενήμασι F 15 γὰρ om. F 19 στερεὰν U: στερρὰν ceteri 20 ἀδιάκοπτον HL τροφὴν F 22 γενομένων coni. Mang. 25 διέφθειρεν UH 26 ἡρεμαιτἐρω Η 27 νεύματι U νάματι Mang.) δ’ FL αὖ om. U, αἶ (sic) Η)
τὴν πέτραν ταύτην ἑτέρωθι συνωνυμίᾳ χρώμενος καλεῖ μάννα, τὸν πρεσβύτατον τῶν ὄντων λόγον θεῖον, ὃς ὀνομάζεται τὸ γενικώτατον τί, ἀφ’ οὗ δύο ἐγκρίδες, ἡ μὲν ἐκ μέλιτος, ἡ δὲ ἐξ ἐλαίου, γίνονται, τουτέστιν ἀγωγαὶ δύο σφόδρα ἀδιάκριτοι καὶ σπουδῆς ἄξιαι, κατ’ ἀρχὰς μὲν γλυκύτητα ἐμποιοῦσαι τῶν ἐπιστήμης θεωρημάτων, αὖθις δὲ καὶ φῶς τηλαυγέστατον ἀπαστράπτουσαι τοῖς μὴ ἁψικόρως κραταιῶς δὲ καὶ παγίως ἐξ ἀδιαστάτου καὶ συνεχοῦς ἐπιμονῆς ἐλλαμβανομένοις ὧν ἐρῶσιν. οὗτοι μὲν οὖν, ὡς ἔφην, „ἐπὶ τὴν ἰσχὺν τῆς γῆς ἀναβιβάζονται“ (Deut. 32, 13).
Τῷ δὲ ἀθέῳ Κάιν οὐδὲν ἡ γῆ τῶν εἰς εὐτονίαν προστίθησι, καίτοι μηδὲν ἔξω τῶν περὶ αὐτὴν πραγματευομένῳ. διὸ καὶ κατ’ ἀκόλουθον „στένων καὶ τρέμων ἐπὶ τῆς γῆς“ εὑρίσκεται (Gen. 4, 12), τουτέστι λύπῃ καὶ φόβῳ χρώμενος. τοιοῦτος δ’ ὁ φαῦλος κακοδαίμονος βίος, τῶν τεττάρων παθῶν τὰ ὀδυνηρότερα ἀποκεκληρωμένος φόβον τε καὶ λύπην, τὴν μὲν τοῦ στένειν, τὸν δὲ τοῦ τρέμειν συνώνυμον· ἀνάγκη γὰρ ἢ παρεῖναί τι κακὸν ἢ μέλλειν γε τῷ τοιούτῳ· τοῦ μὲν οὖν μέλλοντος ἡ προσδοκία φόβον, τοῦ δὲ παρόντος ἡ χρῆσις λύπην ἐγέννησεν.
ἀλλ’ ὅ γε μετιὼν ἀρετὴν ἐν εὐπαθείαις ἀναλογούσαις ἐξετάζεται· ἢ γὰρ περιπεποίηται τἀγαθὸν ἢ περιποιήσεται· τὸ μὲν οὖν ἔχειν ἀποτελεῖ χαράν, κτημάτων τὸ κάλλιστον, τὸ δὲ σχήσειν προσδοκᾶν τὴν τροφὴν φιλαρέτων ψυχῶν ἐλπίδα, δι’ ἣν ὄκνον μεθιέμενοι σὺν αὐτοκελεύστῳ ἑτοιμότητι πρὸς τὰ καλὰ τῶν ἔργων ἀπαντῶμεν.
ᾗ μὲν οὖν ἀποκεκύηκε δικαιοσύνη ψυχῇ γενεὰν ἄρρενα, τὸν δίκαιον λογισμόν, ταύτης τὰ λυπηρὰ πάντα ἐξῴκισται. μαρτυρήσει δ’ ἡ Νῶε γένεσις — ὃ ἑρμηνεύεται δίκαιος —, ἐφ’ οὗ λέγεται· „οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο κύριος ὁ θεός“ (Gen. 5, 29).
πέφυκε γὰρ ἡ δικαιοσύνη πρῶτον μὲν ἀνάπαυλαν ποιεῖν ἀντὶ καμάτου τὰ μεθόρια κακίας καὶ ἀρετῆς ἐξαδιαφοροῦσα, πλοῦτον καὶ δόξαν καὶ ἀρχὰς καὶ [*](2 πέτραν] τροφὴν coni. Mang. 4 δ’ HL 5 γίνεται U 7 ἁψικόρως FH 9 ἐλλαμβανομένοις UF: ἐλλαβομένοις HL 11 δ’ F οὐδὲν Mang.: οὐδὲ codd. προστίθησιν U 12 auxrjvMang.: αὐτῆς codd. πραγματευομένων L corr. 15 τεσσάρων L ὀδυνηρότατα coni. Mang. 17 ἡ μέλλειν κακὸν transp. U 18 λύπην] φόβον H 20 ἀγαθὸν F 21 ἀποτελεῖ] αὐτοτελῆ F corr. 22 τροφὸν H μεθιέμενοι H: μεθιέμεν οἱ UFL 23 ἡ U 24 ἀποκεκύηκε UF: ἀποκεκύηται HL δικαιοσύνην codd., corr. Turn. 25 ταύτης Mang.: ταύτη codd.)
αὕτη δέ ἐστι κακία, ἣ ταῖς τῶν ἀφρόνων ἐνίδρυται ψυχαῖς, ἧς καθάπερ νόσου βαρείας ἀποτροπὴ ὁ δίκαιος εὑρίσκεται πανακείας τυχὼν δικαιοσύνης. ὅταν μέντοι διώσηται τὰ κακά, χαρᾶς ἀναπίμπλαται, ὥσπερ ἡ Σάρρα· φησὶ γάρ· „γέλωτά μοι ἐποίησε κύριος“ καὶ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21, 6).
δημιουργὸς γὰρ ὁ θεὸς σπουδαίου γέλωτος καὶ χαρᾶς ἐστιν, ὥστε οὐ γενέσεως πλάσμα τὸν Ἰσαάκ, ἔργον δὲ τοῦ ἀγενήτου νομιστέον· εἰ γὰρ γέλως μὲν Ἰσαὰκ ἑρμηνεύεται, γέλωτος δὲ ποιητὴς ὁ θεὸς κατὰ τὴν Σάρρας ἀψευδῆ μαρτυρίαν, καὶ τοῦ Ἰσαὰκ ὀρθότατα λέγοιτ’ ἂν εἶναι πατήρ. μεταδίδωσι δὲ καὶ τῷ σοφῷ τῆς ἰδίου κλήσεως Ἀβραάμ, ᾧ καὶ τὸ χαίρειν, ἐπιγέννημα σοφίας, ἐκτεμὼν λύπην δεδώρηται. εἴ τις οὖν ἱκανός ἐστιν ἀκοῦσαι τῆς θεοῦ ποιητικῆς, γέγηθε μὲν ἐξ ἀνάγκης αὐτός, συγχαίρει δὲ καὶ τοῖς ἀκροατικῶς πρότερον ἐσχηκόσιν.
ἐν δὲ τῇ τοῦ θεοῦ ποιητικῇ μύθου μὲν πλάσμα οὐδὲν εὑρήσεις, τοὺς δὲ ἀληθείας ἀσινεῖς κανόνας ἅπαντας ἐστηλιτευμένους, οὐδ’ αὖ τὰ φωνῆς μέτρα καὶ ῥυθμοὺς καὶ μέλη ἀκοὰς διὰ μουσικῆς ψυχαγωγοῦντα, τὰ δὲ φύσεως αὐτῆς τελειότατα ἔργα τὴν ἴδιον εὐαρμοστίαν κεκληρωμένα. καθάπερ δὲ ὁ νοῦς ἀκροατικῶς ἔχων τῶν θεοῦ ποιημάτων χαίρει, οὕτως καὶ ὁ λόγος συνῳδὸς ὢν τοῖς διανοίας ἐνθυμήμασι καὶ τρόπον τινὰ προσέχων
αὐτοῖς ἐξ ἀνάγκης γέγηθε. δηλώσει δ’ ὁ τῷ πανσόφῳ Μωυσεῖ δοθεὶς χρησμός, ἐν ᾧ περιέχεται ταῦτα· „οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου, ὁ Λευίτης; ἐπίσταμαι ὅτι λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ“ (Exod. 4, 14). τὸν γὰρ προφορικὸν λόγον διανοίας ἀδελφὸν ὄντα ἐπίστασθαί φησιν ὁ δημιουργὸς ὅτι λαλεῖ· πεποίηκε γὰρ αὐτὸν ὥσπερ ὄργανον [*](8 ἀποτροπὴ HL: ἀποτροπὴν UF ὃ Η 9 πανακείας FHL, παν ακείας U: πανοικείας Tnrn. διώσηται F: δηώσηται ceteri 11 συγχάρητέ F 13 ἀγεννήτου codd. 14 δὲ oin. U 15 ὀρθώτατα FII, ὀρθότατον U 17 ἐπιγένημα UF ἐκτεμὸν coni. Marklaud 19 ἀκροατικῶς αὐτῆς eoni. Marklaud 20 πλάσμα F 21 αὖ τὰ Mang.: αὐτὰ codd. 24 θεοῦ UF: τοῦ θεοῦ HL οὕτω L 26 Μωσεῖ codd. 27 ἰδοὺ γὰρ 11 28 ὁ om. U Λευίτης UF: λέγων ὅτι HL 29 χαρίσεται U 31 λαλήσει coni. Maug. ὄργανον ὥσπερ transp. F)
οὗτος ὁ λόγος ἐμοί τε καὶ σοὶ καὶ πᾶσιν ἀνθρώποις φωνεῖ καὶ λαλεῖ καὶ ἑρμηνεύει τὰ ἐνθυμήματα καὶ προσεξέρχεταί γε ὑπαντησόμενος οἷς ἡ διάνοια λελόγισται. ἐπειδὰν γὰρ ὁ νοῦς ἐξαναστὰς πρός τι τῶν οἰκείων ὁρμὴν λάβῃ ἢ κινηθεὶς ἔνδοθεν ἐξ ἑαυτοῦ ἢ δεξάμενος ἀπὸ τῶν ἐκτὸς τύπους διαφέροντας, κυοφορεῖ τε καὶ ὠδίνει τὰ νοήματα· καὶ βουλόμενος ἀποτεκεῖν ἀδυνατεῖ, μέχρις ἂν ἡ διὰ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων ἠχὴ δεξαμένη μαίας τρόπον εἰς φῶς προαγάγῃ τὰ νοήματα.
φωνὴ δὲ τηλαυγεστάτη νοημάτων ἐστὶν αὕτη· καθάπερ γὰρ τὰ ἀποκείμενα ἐν σκότῳ κέκρυπται, ἕως ἂν ἐπιλάμψαν φῶς αὐτὰ δείξῃ, τὸν αὐτὸν τρόπον τὰ ἐνθυμήματα ἐν ἀοράτῳ χωρίῳ, διανοίᾳ, ταμιεύεται, μέχρις ἂν οἷα φῶς ἐναυγάσασα ἡ φωνὴ πάντ’ ἐκκαλύψῃ.