Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
παγκάλως οὖν εἴρηται, ὅτι ἐξέρχεται ὁ λόγος τοῖς νοήμασιν ὑπαντησόμενος, καὶ ἐπιτρέχει γε σπουδάζων καταλαβεῖν αὐτά, διὰ τὸν τοῦ μηνῦσαι πόθον. ἑκάστῳ γὰρ τὸ ἴδιον ἔργον ποθεινότατον· ἴδιον δὲ λόγου τὸ λέγειν, πρὸς ὃ οἰκειώσει φυσικῇ τινι σπεύδει. γέγηθε δὲ καὶ χαίρει, ὅταν ὥσπερ ἐναυγασθεὶς ἴδῃ καὶ καταλάβῃ τὸν νοῦν τοῦ δηλουμένου πράγματος ἄκρως· τότε γὰρ περιδραξάμενος ἄριστος ἑρμηνεὺς γίνεται.
τοὺς γοῦν μὴ πάνυ τῶν νοημάτων ἐν ταῖς τοῦ λέγειν διεξόδοις περικρατοῦντας ἀδολέσχους καὶ ἀπεραντολόγους ὄντας παραιτούμεθα, κενὰς καὶ μακρὰς ἔτι δὲ ἀψύχους κυρίως εἰπεῖν ῥήσεις συνείροντας. ἀσχημονῶν οὖν ὁ τῶν τοιούτων λόγος δικαίως ἂν στένοι, ὥστε ἔμπαλιν χαίρειν ἀναγκαῖον τὸν ἐκ περισκέψεως τῶν ἐνθυμημάτων ἱκανῶς ἐπὶ τὴν ὧν εἶδε καὶ ὧν δυνατῶς κατέλαβε μήνυσιν ἐλθόντα.
γνωρίζεται δὲ τοῦτο σχεδὸν ἅπασιν ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν πείρας· ὅταν μὲν γὰρ ἄκρως εἰδῶμεν ὃ λέγομεν, χαίρων καὶ γεγηθὼς ὁ λόγος ἐμφαντικωτάτων καὶ κυρίων ὀνομάτων πλουτεῖ, οἷς κατὰ πολλὴν περιουσίαν εὐτρόχως καὶ ἀπταίστως ἔτι δὲ ἐναργῶς καὶ ἀνυσίμως τὸ δηλούμενον παρίστησιν· ὅταν δὲ τοῦ νοήματος ἐπαμφοτερίζῃ κατάληψις, ὑπὸ δεινῆς ἀπορίας προσεχῶν καὶ εὐθυβόλων [*](2 φωνεῖ UF: φωνεῖ τε HL λαλεῖ] καλεῖ L 3 προεξέρχεται coni. Maikland 5 κυοφορεῖ τε HL: κυοφορεῖται UF 7 ἡ] ἢ H 8 φωνὴ] φῶς vel φέγγος coni. Mang. 9 ἐστὶν αὕτη] ἐστὶ ταὐτὴ F αὕτη] αὐγή coni. Markland 10 ἕως] ὡς H 12 πάντα L, πάντας H εἴρηται UF: ὡς εἴρηται HL 13 γε om. HL 16 σπεύσει F 17 δηλωμένου H 20 παραιτώμεθα Markland ἀψύχους] ψυχροὺς coni. Mang. 22 ὥστ’ HL πάλιν U εἰ τὸν] τῶν H 23 ἱκανῆς coni. Markland 25 εἴδωμεν U, ἴδωμεν F 29 δίνης H προσεχῶν] προσηκόντων coni. Mang.)
ἀλγεῖν ἀναγκάζει. μήτε δ’ ὁ πᾶς λόγος ὑπαντάτω μήτε πᾶσι τοῖς ἐνθυμήμασιν, ἀλλ’ ὁ τέλειος Ἀαρὼν τοῖς τοῦ τελειοτάτου Μωυσέως· ἐπεὶ τίνος ἕνεκα τῷ „ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου“ προσέθηκεν „ὁ Λευίτης“, εἰ μὴ τοῦ διδάξαι χάριν, ὅτι μόνῳ τῷ Λευίτῃ καὶ ἱερεῖ καὶ σπουδαίῳ λόγῳ προσήκει μηνύειν τὰ ἐνθυμήματα ψυχῆς τελείας ὄντα βλαστήματα;
μὴ γάρ ποτε φαύλου λόγος ἑρμηνεὺς γένοιτο δογμάτων θείων — τὸ γὰρ κάλλος αὐτῶν οἰκείοις μιάσμασιν αἰσχύνει —, μηδ’ ἔμπαλιν σπουδαίου προφορᾷ τὰ ἀκόλαστα καὶ αἰσχρὰ μηνύοιτο, ἀλλ’ ἀεὶ τὴν τῶν ἁγίων διήγησιν ἱεροὶ καὶ ἅγιοι ποιείσθωσαν λόγοι.
ἔν τινι τῶν εὐνομωτάτων πόλεων ἔθος εἶναί φασι τοιοῦτον· ἐπειδάν τις ἢ βουλῇ ἢ δήμῳ τῶν μὴ βεβιωκότων ὀρθῶς ἐπιχειρῇ γνώμην εἰσηγεῖσθαι, κωλύεται μὲν αὐτὸς δι’ ἑαυτοῦ τοῦτο πράττειν, ἀναγκάζεται δὲ πρὸς τῶν ἀρχόντων ἀνενεγκεῖν τὴν γνώμην ἑνὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· εἶτ’ ἐκεῖνος ἀναστὰς ἃ ἤκουσε διηγεῖται, ἀπερραμμένου τὸ στόμα τοῦ διδάξαντος ὁ ἐξ ὑπογυίου μαθητὴς ἀναφανείς, καὶ ἀλλοτρίας εὑρέσεις ἐπιδείκνυται, οὐδ’ ἀκροατοῦ τάξιν ἢ θεατοῦ τὸν ἐπινενοηκότα λαχεῖν ἀξιώσας. οὕτως οὐδὲ ὠφεληθῆναί τινες πρὸς ἀδίκων ἀξιοῦσιν, ἀλλὰ τῆς γενησομένης ὠφελείας μεῖζον τὸ ἐκ τῆς παρακολουθούσης βλαβερὸν
αἰσχύνης νομίζουσι. τοῦτο τὸ δίδαγμα Μωυσῆς ὁ ἱερώτατός πως ἔοικεν ἀναδιδάξαι· τοιοῦτον γάρ ἐστι τὸ Ἀαρὼν τὸν Λευίτην ὑπαντᾶν τῷ ἀδελφῷ Μωυσεῖ καὶ ἰδόντα χαίρειν ἐν ἑαυτῷ (Exod. 4, 14). τὸ δὲ ἐν ἑαυτῷ χαίρειν ἐμφαίνει δίχα τοῦ λεχθέντος ἤδη καὶ πολιτικώτερον δόγμα, δηλοῦντος τοῦ νομοθέτου τὴν γνήσιον καὶ οἰκειοτάτην [*](1 παραπταίων Η ἀηδίᾳ] ἀνδία U ἄσση F περιρρέων F, περιρέων UH: ὢν περιρρέεται L, περιρρέων τε Turn., περιρρέεταί τε Mang. 2 γίγνεται F τοῦ] τῶν H 4 τοῖς — Ἀαρὼν (5) om. F Μωυσέος Η 5 τῷ] τὸ U 9 αἰσχυνεῖ coni. Mang. 12 ἐννομωτάτων Γ’ εἶναι] οὖν HL ’) τὴν γνώμην om. F 16 ἀπερραμμένου UF: ἀπερραμμένον HL 17 ὑπογύου F 20 γεννησομένης Η ἐκ τῆς] ἐκτὸς U παρακολουθείσης FL 21 τοῦτο τὸ δίδαγμα F: τὸ om. UHL; τοῦτο δὲ δόγμα coni. Mang. Μώσης Γ’ 22 πὼς add. F: om. UHL τὸ corr. Turn.: τὸν codd.; τὸ τὸν coni. Mang. 23 Μωσεῖ codd.) [*](11 sqq. cf. Plut. de audiendo 6 p. 41 Β Reip. ger. praec. 4 p. 801 Β)
κυρίως γὰρ οὔτε ἐπὶ χρημάτων ἢ κτημάτων περιουσίᾳ οὔτε ἐπὶ δόξης λαμπρότητι οὐδὲ συνόλως ἐπί τινι τῶν ἐκτὸς ἀψύχων τε ὄντων καὶ ἀβεβαίων καὶ ἐξ ἑαυτῶν τὰς φθορὰς δεχομένων χαίρειν ἔνεστι, καὶ μὴν οὐδὲ ἐπὶ ῥώμῃ καὶ εὐτονίᾳ καὶ τοῖς ἄλλοις σώματος πλεονεκτήμασιν, ἃ καὶ τῶν φαυλοτάτων ἐστὶ κοινὰ καὶ τοῖς ἔχουσι πολλάκις ὄλεθρον ἀπαραίτητον ἤνεγκεν.
ἐπεὶ οὖν ἐν τοῖς τῆς ψυχῆς μόνοις ἀγαθοῖς ἡ ἀνόθευτος χαρὰ καὶ ἀκιβδήλευτος εὑρίσκεται, ἐν ἑαυτῷ δὴ πᾶς σοφὸς χαίρει, οὐκ ἐν τοῖς περὶ αὐτόν· τὰ μὲν γὰρ ἐν ἑαυτῷ διανοίας εἰσὶν ἀρεταί, ἐφ’ αἷς ἄξιον σεμνύνεσθαι, τὰ δὲ περὶ αὐτὸν ἢ ἡ εὐπάθεια σώματος ἢ ἡ τῶν ἐκτὸς ἀφθονία, ἐφ’ οἷς οὐ μεγαλαυχητέον.
Ἐπιδεδειχότες οὖν, ὡς ἐνῆν, διὰ μάρτυρος ἀψευδεστάτου Μωυσέως ὅτι σοφοῦ τὸ χαίρειν ἴδιον, αὖθις ἐπιδείξωμεν ὅτι καὶ τὸ ἐλπίζειν, οὐχ ἑτέρῳ χρώμενοι μάρτυρι. τὸν γὰρ τοῦ Σὴθ υἱὸν ὄνομα Ἐνὼς — ἑρμηνεύεται δὲ ἄνθρωπος — * * * ἐλπίς· „οὗτος ἤλπισε πρῶτον“ φησίν „ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ“ (Gen. 4, 26), λέγων ὑγιῶς· ἀνθρώπῳ γὰρ τῷ γε πρὸς ἀλήθειαν τί ἂν γένοιτο οἰκειότερον ἐλπίδος καὶ προσδοκίας κτήσεως ἀγαθῶν παρὰ τοῦ μόνου φιλοδώρου θεοῦ; τοῦτ’ ἐστίν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡ μόνη κυρίως γένεσις ἀνθρώπων, ὡς τῶν μὴ ἐλπιζόντων ἐπὶ θεὸν λογικῆς φύσεως οὐ μεμοιραμένων.
διὸ καὶ προειπὼν ἐπὶ τοῦ Ἐνὼς ὅτι „οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ“, ῥητῶς ἐπιφέρει· „αὕτη ἡ [*](1 ἀνθρώπω UF: ἀνθρώπων HL 2 οὔτε ἐπὶ D: ἢ codd. λαμπρότητα H 3 ἀψύχων] ψυχρῶν D, τυχηρῶν coni. Maag. ὄντων] ἔργων HL ἐξ αὐτῶν HLDPDR 4 χαίρειν om. HL ἔνεστι] ἐστί D 5 τοῦ σώματος DRDV καὶ post ἁ oia. L 6 ἤνεγκαν D ἐπεὶ] ἐπὶ UF οὖν ἐν om. UF, ἐν om. H ἔ τῆς om. F χαρὰ] φθορὰ HL1 8 αὐτόν codd.: αὑτόν v 9 ἐν αὐτῷ coni. Wendl. 10 αὐτὸν codd.: αὑτὸν v ἡ utrumque om. UF 11 μεγαλαυχοτέον H 13 Μωϋσέος FH ἴδιον δὲ H ἐπιδείξωμεν UF: ἐπιδείξομεν HL 15 Ἑνὼς UH ἑρμηνεύεται δὲ ἄνθρωπος scripsi et ante ἐλπίς lacunam indicavi ἔλαχεν ἐλπίς coni. Wendl.) οὕτος] ὅτι Γ’ 17 ἀνθρώπων H τῷ] τὸ U 19 τουτέστιν codd. ἡ] ἡ F 21 ’Evcbs U 22 ἡ addidi) [*](1—6 DK fol. 70r Φίλωνος ἐκ τοῦ ζ΄ καὶ η΄ τῶν νόμων ἱερῶν ἀλληγορίας) D? fol. 55r DM fol. 56v DR fol. 67r Φίλωνος ἐκ τοῦ τῆς τῶν νόμων ἱερῶν ἀλληγορίας) DV p. 326 Mel. Barocc. fol. 93v Φίλωνος): κυρίως οὔτε ἐπὶ χρημάτων — ὄλεθρον ἀπαραίτητον ἤνεγκαν διὰ τὸ ἀσύστατον καὶ ἀβέβαιον. Philonis opera vol. I 19)
ἀστεῖοι μὲν οὖν χαρὰν καὶ ἐλπίδα κλῆρον λαχόντες εὐδαίμονα ἢ ἐχέτωσαν ἢ προσδοκάτωσαν πάντως ἀγαθά· φαῦλοι δ’, ὧν Κάιν ἐστὶ θιασώτης, ἐν λύπαις καὶ φόβοις ὄντες ἢ μετουσίαν ἢ προσδοκίαν κακῶν ἀργαλεωτάτην μερίδα καρπούσθωσαν, ἐπὶ μὲν τοῖς ἐν χερσὶν ὀδυνηροῖς στένοντες, ἐπὶ δὲ τοῖς προσδοκωμένοις φοβεροῖς τρέμοντές τε καὶ φρίττοντες (cf. Gen. 4, 12).
Ἀλλὰ ταῦτα μὲν ἀρκούντως λελέχθω· τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. „καὶ εἶπε“ φησί „Κάιν πρὸς κύριον Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι“ (Gen. 4, 13). τοῦθ’ οἷόν ἐστιν, ἀπὸ τῶν ὁμοίων φανεῖται. εἰ θαλαττεύουσαν ναῦν ἀπολείποι κυβερνήτης, ἆρ’ οὐκ ἀνάγκη τὰ περὶ πλοῦν τῇ νηὶ διαμαρτάνεσθαι; τί δ’, εἰ τέθριππον ἡνίοχος ἐν ἱπποδρομίας ἀγῶνι, οὐκ ἀναγκαῖον ἄτακτον καὶ πλημμελῆ τὸν δρόμον γίνεσθαι τῷ τεθρίππῳ; τί δ’, ὅταν ἀπολειφθῇ πόλις πρὸς ἀρχόντων ἢ νόμων — ἐν ἄρχουσι δὲ γράφονται δήπου καὶ νόμοι —, οὐκ ἀναρχίᾳ καὶ ἀνομίᾳ, κακοῖς μεγίστοις, ἡ πόλις ἐκείνη διαφθείρεται; καὶ μὴν σῶμα μὲν ἀπουσίᾳ ψυχῆς, ψυχὴ δὲ ἀπουσίᾳ λογισμοῦ, λογισμὸς δὲ ἐνδείᾳ ἀρετῆς πέφυκε παραπόλλυσθαι.
εἰ δ’ ἕκαστον ὧν εἶπον ζημία τοῖς ἀπολειφθεῖσι γίνεται πρὸς αὐτῶν, πόσῃ τινὶ χρήσεσθαι κακοπραγίᾳ τοὺς ὑπὸ θεοῦ καταλειφθέντας γνωρίζομεν, οὓς ἀποστραφεὶς καθάπερ λιποτάκτας ἱερωτάτων θεσμῶν ἐξώρισεν ἀναξίους ἐπιστασίας καὶ ἀρχῆς τῆς ἑαυτοῦ δοκιμάσας; συνόλως γὰρ εἰδέναι χρή, ὅτι ὁ πρὸς τοῦ κρείττονος καὶ ὠφελοῦντος ἀφεθεὶς ἐν αἰτίαις καὶ ἐγκλήμασι μεγίστοις γίνεται.
πότε γὰρ εἴποις ἂν τὸν ἄτεχνον μάλιστα βλάπτεσθαι; ἆρ’ οὐχ ὅταν πρὸς ἐπιστήμης κατὰ τὸ παντελὲς ἐαθῇ; πότε δὲ τὸν ἀμαθῆ καὶ λίαν [*](1 σπουδαιολογῶν FHL, σπουδαιολόγων coni. Mang. 2 τῆ τοῦ θεοῦ F 4 διαθέσεις Turn. 5 ἐλπιζούσης Wendl.: ἐλπίζουσα UFH, ἐλπίζουσιν L ἀστεῖον U 6 λαχόντα HL προσδοκάσθωσαν Η 7 ἐλλύπαις H 12 ἐρευνήσωμεν UF: ἐξερευνήσωμεν HL 15 ἀπολίποι F 16 τῆνιὶ (sic) U 20 σώματα Turn. πολέ 22 παραπόλλυσθαι UFU: παραλύεσθαι L, παραπολέσθαι v 23 γίγνεται V πρὸς UF: παρ’ HL 24 γνωρίζομεν] νομίζομεν coni. Mang. 25 λειποτάκτας rodd. τῆς om. L 27 αἰτίοις F μεγάλοις F 28 τῶν ἀτέχνων U)
διό μοι δοκοῦσιν οἱ μὴ τελείως δυσκάθαρτοι εὔξασθαι ἂν κολασθῆναι μᾶλλον ἢ ἀφεθῆναι· ἡ μὲν γὰρ ἄφεσις αὐτοὺς ὥσπερ ἀνερμάτιστα καὶ ἀκυβέρνητα πλοῖα ῥᾷστα ἀνατρέψει, ἡ δὲ κόλασις ἐπανορθώσεται.