Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἕως μὲν γὰρ τὰ αἰσχρὰ μόνον ἐννοοῦμεν κατὰ ψιλὴν τοῦ νοῦ φαντασίαν, τότε τῆς διανοίας οὔκ ἐσμεν ὕποχοι, δύναται γὰρ καὶ ἀκουσίως ἡ ψυχὴ τρέπεσθαι· ὅταν δὲ προσγένηται τοῖς βουλευθεῖσιν ἡ πρᾶξις, ὑπαίτιον γίνεται καὶ τὸ βουλεύσασθαι, τὸ γὰρ ἑκουσίως διαμαρτάνειν ταύτῃ μάλιστα διαγνωρίζεται.
κατάρατον δέ φησι τὸν νοῦν οὐκ ἀπ’ ἄλλου τινὸς ἢ ἀπὸ τῆς γῆς ἔσεσθαι· τῶν γὰρ χαλεπωτάτων αὐτοῦ συμφορῶν τὸ περὶ ἕκαστον ἡμῶν γεῶδες αἴτιον εὑρίσκεται· τὸ γοῦν σῶμα ἢ νόσῳ χρησάμενον τὰς ἀφ’ ἑαυτοῦ προσβαλὸν κῆρας ἄσης καὶ ἀδημονίας αὐτὸν ἐνέπλησεν ἢ πιανθὲν ἀμέτρως ἀπολαύσει ἡδονῶν ἀμβλυτέρας τὰς εἰς τὸ καταλαμβάνειν ἀκμὰς ἀπειργάσατο.
καὶ μὲν δὴ ἑκάστη τῶν αἰσθήσεων δεκτικὴ βλάβης ἐστίν· ἢ γὰρ κάλλος ἰδὼν ἔρωτος ἐτρώθη δεινοῦ πάθους βέλεσιν ἢ θάνατον ἀκούσας γένει προσήκοντός τινος ὑπὸ λύπης ἐκάμφθη· πολλάκις δὲ καὶ γεῦσις αὐτὸν κατέβαλεν ἀηδέσι χυλοῖς αἰκισαμένη ἢ πλήθει ἡδέων βαρύνασα· τῶν μὲν γὰρ πρὸς συνουσίαν οἴστρων τί δεῖ μεμνῆσθαι; πόλεις ὅλας καὶ χώρας καὶ κλίματα μεγάλα γῆς οὗτοι διέφθειραν, ὧν μάρτυς ἡ ποιητῶν καὶ συγγραφέων
πληθὺς σχεδὸν ἅπασα. τὸν δὲ τρόπον, καθ’ ὃν ἀπὸ τῆς γῆς κατάρατος ὁ νοῦς γίνεται, προσυπογράφει λέγων· „ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου“ (Gen. 4, 11). [*](1 ἐπεζεύξαμεν scripsi: ὑπεζεύξαμεν codd.; θνητῷ βίῳ ἀθάνατον ὑπεζεὑξαμεν coni. Mang. 2 μόνος Mang.: νόμος codd. εὐμενὴς Γ’ (Mang.): εὐμενῶς ceteri 3 Αἰγυπτίων coni. Mang. 5 ἄγους FIIL: ἅγους V 6 ἀρὰς] ἀρετὰς HL πρῶτα F 7 ἀπὸ Mang.: ἐπὶ codd. ὅτι om. L, ὅτι πρῶτον Turn. 8 ἐδολοφώνησεν H 9 τῶ τελείῳ] τῷ τέλει vel τελεῖν coni. Mang., τῇ τελειώσει coni. Wendl.; fortasse τῷ τελειωθέντι 11 οὔκ addidi ὕποχοι] ὑπόδικοι coni. Mang., ἀνυπαίτιοι coni. Wendl. 15 τῆς om. F αὐτοῦ UL: αὐτῶ H, αὐτῶν F 17 αὐτοῦ UF προσβαλὼν ΗL 18 αὐτὸν IIL: ἑαυτὸν UF ἀπολαύσεις U 24 μέμνησαι II 25 γῆς] ἁ IIL 26 ἀπὸ UF: ἐπὶ HL 27 ὁ νῶ κατάρατος transp. U 28 αὐτῆς codd.: αὐτῆς v)
ἀλλὰ χρὴ τούτων ἑκάστῳ καταχρῆσθαι μὴ πρὸς ἃ δύναται μᾶλλον ἢ πρὸς τὰ βέλτιστα· δύναται μὲν γὰρ πάνθ’ ὁρᾶν χρώματα καὶ σχήματα ἡ ὄψις, ἀλλ’ ὁράτω τὰ φωτός, μὴ σκότους, ἄξια· δύναται δὲ καὶ τὸ οὖς πασῶν ἀντιλαμβάνεσθαι φωνῶν, ἀλλ’ ἐνίων παρακουέτω, μυρία γὰρ τῶν λεγομένων αἰσχρά· μηδ’ ὅτι γεύσεώς σοι μεταδέδωκεν ἡ φύσις, ὦ τετυφωμένε, τρόπον αἰθυίης πάντων ἀπλήστως ἐμφοροῦ· πολλὰ γὰρ τῶν οὐ τροφίμων μόνον ἀλλὰ καὶ περιττῶν νόσους μετὰ χαλεπῆς ὠδῖνος ἔτεκε·
μηδ’ ὅτι μερῶν τῶν πρὸς γονὰς ἠξιώθης ἕνεκα τῆς διαμονῆς τοῦ παντός, φθορὰς καὶ μοιχείας καὶ τὰς ἄλλας οὐκ εὐαγεῖς μίξεις μετέρχου, ἀλλ’ ὅσαι μετὰ νόμου τὸ ἀνθρώπων σπείρουσί τε καὶ φυτεύουσι γένος· μηδ’ ὅτι γλώττης καὶ στόματος καὶ φωνητηρίων ὀργάνων μεμοίρασαι, πάντ’ ἐκλάλει, καὶ τὰ ἄρρητα· τὸ γὰρ ἐχεμυθεῖν ἔστιν ὅπου χρήσιμον, καί μοι δοκοῦσιν οἱ μαθόντες λέγειν μεμαθηκέναι καὶ ἡσυχάζειν, τῆς αὐτῆς δυνάμεως περιποιούσης ἑκάτερον, οἱ δ’ ὅσα μὴ προσῆκε διεξιόντες οὐ δύναμιν λόγων ἀλλ’ ἡσυχίας ἀσθένειαν ἐπιδείκνυσθαι.
διὸ σπουδάζωμεν ἕκαστον τῶν εἰρημένων στομίων καταδεῖν τοῖς ἀρρήκτοις ἐγκρατείας δεσμοῖς· „ὅσα γὰρ οὐχὶ δεσμῷ καταδεῖται“ φησὶ Μωυσῆς ἐν ἑτέροις (Num. 19, 15) „ἀκάθαρτα εἶναι,“ ὡς ἂν τοῦ κεχαλάσθαι καὶ κεχηνέναι καὶ λελύσθαι τὰ ψυχῆς μέρη κακοδαιμονίας αἰτίου, τοῦ δὲ συνῆχθαι καὶ συνεσφίγχθαι ὀρθὸν καὶ βίον καὶ λόγον ἐργαζομένου. τὸν ἄθεον οὖν καὶ ἀσεβῆ Κάιν δεόντως καταρᾶται, ὅτι τοὺς φωλεοὺς τοῦ συγκρίματος διοίξας ἐπικέχηνε πᾶσι τοῖς ἐκτός, εὐχόμενος δι’ ἀπληστίαν [*](1 ἀνευρυθῆναι F 2 πλημμυροῦντος F: πλημμύροντος ceteri 3 ἀντωθοῦντος voluit Mang. 4 ἐγκαταποθεὶς UF: ἐγκαρποθεὶς Η, ἐγκαρπωθεὶς L 5 ἑκάστων U, ἕκαστον F 7 ἀλλὰ L ὁράτω] ἀοράτως F 10 μεταδέδωκεν UF: μετέδωκεν IIL τετυπωμένε FH 11 οὐ x003E; τροφίμων coni. Mang. μόνων Η 17 ἐκλάλει] ἐκάλει Η ἄρρητα] ἀπόρρητα coni. Mang. 19 ποιούσης U σθαι οἱ δ’] οὐδ’ F 20 ἡσυχίας ἀσθένειαν UF: ἡσυχίαν ἀσθενῆ HL ἐπιδείκνυνται L: δείκνυσθαι UF, ἐπιδείκνυνται Η σπουδάζωμεν U: σπουδάζομεν ceteri 21 στομίων om. F 24 ψυχῆς UF: τῆς ψυχῆς HL τοῦ] τὸ UF 25 ὀρθὸν καὶ UF: καὶ ὀρθὸν HL 26 καὶ om. UF 27 ἐπικέχηναι F τοῖς] τὸ UF δϊαπληστίαν F, δ’ ἀπληστίαν L, δι’ ἀπληστίας Turn.)
Ἐργάσεται διὰ τοῦτο τὴν γῆν (Gen. 4, 12), οὐ γεωργήσει· γεωργὸς μὲν γὰρ πᾶς τεχνίτης, ὅτι τέχνη καὶ ἡ γεωργία, πολλοὶ δὲ τῶν ἰδιωτῶν γεωπόνοι τὴν ἄνευ ἐμπειρίας ἕνεκα τῶν ἀναγκαίων μετιόντες ὑπηρεσίαν· οὗτοι μὲν οὖν ἐν οἷς δρῶσι πολλὰ βλάπτουσιν ἐπιστάτου μὴ τυχόντες· ἃ δ’ ἂν καὶ εὖ ἐργάσωνται, κατὰ τύχην, οὐ σὺν λόγῳ, κατορθοῦσι· τὰ δὲ τῶν γεωργῶν τὰ μετ’ ἐπιστήμης ἐνεργούμενα πάντ’ ἐστὶν ἐξ ἀνάγκης ὠφέλιμα.
τούτου χάριν ὁ νομοθέτης τῷ δικαίῳ Νῶε τὴν γεωργικὴν ἀνῆψε τέχνην (Gen. 9, 20), ἐκδιδάσκων ὅτι καθάπερ γεωργὸς ἀγαθὸς ὁ σπουδαῖος τῆς τε ἀγρίας ὕλης τὰ μὲν ὅσα βλαβερὰ ἔρνη πρὸς παθῶν ἢ κακιῶν φυτευθέντα ἐκκόπτει, τὰ δ’ ὅσα μὴ καρποτόκα μὲν δύναται δὲ ἀντὶ τείχους φραγμὸς εἶναι ψυχῆς ὀχυρώτατος ἐᾷ, καὶ πάλιν αὖ τῆς ἡμέρου πάσης κατὰ διαφέροντας καὶ οὐχὶ τοὺς αὐτοὺς τρόπους ἐπιμελεῖται, τῶν μὲν ἀφαιρῶν, τοῖς δὲ προστιθείς, καὶ τὰ μὲν εἰς μέγεθος αὔξων, τὰ δὲ εἰς βραχύτητα συντέμνων·
ἤδη δὲ καὶ ἄμπελον ἰδὼν εὐθηνοῦσαν τὰς κληματίδας ἔτεινε κατὰ γῆς, τάφρους ὀρυξάμενος καὶ τὸν χοῦν αὖθις ἐπενεγκών· αἱ δ’ ἀντὶ μερῶν ὅλαι καὶ ἀντὶ θυγατέρων μητέρες οὐκ εἰς μακρὰν ἐγίνοντο, ἔτι καὶ τῆς φύσει μητρὸς ἀποδύσασαι τὸ γῆρας· παυσαμένη γὰρ τοῦ διανέμειν καὶ κατακερματίζειν τὴν τροφὴν πολλοῖς ἐκγόνοις ἅτε ἱκανοῖς γεγονόσιν ἐξ ἑαυτῶν τρέφεσθαι, παρ’ ἣν αἰτίαν λιμώττουσα ἠσθένει, μόλις διακορὴς ἐγένετο, ὡς πιανθεῖσαν πάλιν ἀνηβῆσαι.
ἕτερον δὲ ἐθεασάμην, ὃς τῶν ἡμέρων δένδρων οὐκ εὐγενὲς ὃ μὲν ὑπερεῖχε τῆς γῆς ἔρνος ἔτεμε, μικρὸν δ’ ὅσον πρὸς αὐταῖς ῥίζαις ἀνέχον εἴασε, λαβὼν δ’ ἀπ’ εὐγενοῦς ἑτέρου κλάδον εὐφυᾶ τὸν μὲν ἄχρι τῆς ἐντεριώνης καθ’ ἓν μέρος ἀπέξεσε, τὸ δὲ πρὸς ταῖς ῥίζαις οὐ κατὰ πολλοῦ βάθους ἐντεμών, ἀλλ’ ὥστε διαστῆσαι μόνον τὴν ἕνωσιν, τὸ ἀπεξεσμένον ὑπενεγκὼν ἐνηρμόσατο τῷ [*](4 ἡ γεωργία F: ἡ γεωργική ceteri πολλοὶ δὲ καὶ οἱ τῶν Γ’ 7 κατὰ δὲ τύχην F 8 τὰ δὲ τῶν UF: τῶν δὲ HL τὰ alterum] ἃ UF 13 τείχους] τάχους F 14 ἐᾶν HL αὐτῆς F διαφέροντες F 15 τῶν HL: τῶ F, τὸ U 16 συντέμνων] συστέλλων coni. Mang. 17 ἔτεινε UF: ἐκκλίνειν HL, ἐκκλίνει v 18 ἐπενεγκών HL: ὑπενεγκών UF αἲ Γ’ 19 ἐγίνοντο UFH: ἐγένοντο L τῆ φύσει F 20 ἀποδύσασθαι FH; ἀποδυσάσης coni. Mang. παυσαμένης L 21 ἐκγόνοις UF: ἐγγόνοις HL 23 ὃς] ὡς UF 24 οὐ U εὐγενὲς ὃ om. U ἔτεμεν U 25 ῥίζαι U 26 τὸν] τὸ U ἐντεριόνῆς F 27 ἀντεμών U, ἐκτεμών Mang. 28 διαστῆναι F ὑπενεγκὼν HL: ἐπενεγκὼν UF; ὐπεισενεγκὼν coni. Mang.)
ἐξ ὧν ἀμφοτέρων μία δένδρου φύσις ἡνωμένη γίνεται, ἑκατέρου μέρους ἀντίδοσιν τῆς ὠφελείας θατέρῳ ποιουμένου· αἱ μὲν γὰρ ῥίζαι τὸν ἐφαρμοσθέντα τρέφουσι καὶ κωλύουσιν ἀφαυαίνεσθαι κλάδον, ὁ δ’ εὐκαρπίαν ἀμοιβὴν τροφῆς ἀντιχαρίζεται ταύταις. ἔστι δὲ καὶ ἄλλα μυρία τῶν κατὰ γεωργίαν τεχνικὰ ἔργα, ὧν περιττὸν ἐν τῷ παρόντι μεμνῆσθαι· τοῦ γὰρ διαφορὰν ἐνδείξασθαι μόνον ἐργάτου γῆς καὶ γεωργοῦ χάριν ταῦτ’ ἐμηκύναμεν.
ὁ μὲν δὴ φαῦλος τὸ γεῶδες σῶμα καὶ τὰς συγγενεῖς αἰσθήσεις αὐτῷ καὶ ὅσα ἐκτὸς αἰσθητὰ ἐργαζόμενος ἀτέχνως οὐ παύεται, καὶ βλάπτει μὲν τὴν παναθλίαν ψυχὴν ἑαυτοῦ, βλάπτει δὲ καὶ ὃ δοκεῖ μάλιστα ὠφελεῖν τὸ ἴδιον σῶμα· τῷ δὲ σπουδαίῳ — τέχνης γὰρ ἔμπειρος γεωργικῆς ἐστιν — ἡ ὕλη πᾶσα τεχνικῶς καὶ σὺν λόγῳ μεθοδεύεται.
ὅταν μέν γε αἱ αἰσθήσεις ἐξυβρίζωσι πρὸς τὰ ἐκτὸς αἰσθητὰ μετὰ ἀκατασχέτου ῥύμης ἐκφερόμεναι, μηχανῇ τινι ὧν ἡ τέχνη κατεσκευάσατο ῥᾳδίως στέλλονται· ὅταν δὲ παλμῶδες ἐν ψυχῇ πάθος ὠμὸν γένηται κνησμοὺς καὶ γαργαλισμοὺς ἐξ ἡδονῆς καὶ ἐπιθυμίας ἢ πάλιν δηγμούς τε καὶ πτοίας ἐκ φόβου καὶ λύπης ἐμποιοῦν, προευτρεπισθέντι σωτηρίῳ πεπαίνεται φαρμάκῳ· καὶ μὴν εἴ τις ἐπινεμομένη κακία μηκύνεται, τῆς ἐν σώματι ἑρπηνώδους ἀδελφὴ νόσου, λόγῳ τομεῖ τῷ κατ’ ἐπιστήμην τέμνεται.
τὸν μὲν δὴ τρόπον τοῦτον τὰ τῆς ἀγρίας ὕλης τιθασεύεται, τῶν δ’ ἡμέρων καὶ καρποτόκων ἀρετῶν τὰ φυτὰ πάντα βλαστὰ μὲν ἔχει τὰ ἐπιτηδεύματα, καρπὸν δὲ τὰς καλὰς πράξεις· ὧν ἕκαστον ἡ γεωργικὴ ψυχῆς τέχνη συναύξει καὶ τό γε ἐφ’ ἑαυτὴν ἧκον μέρος ἀπαθανατίζει ταῖς ἐπιμελείαις.
Ἐναργῶς οὖν ἐπιδέδεικται γεωργὸς μὲν ὁ ἀστεῖος, γεωπόνος δὲ ὁ φαῦλος. καὶ εἴθε μέντοι γεωπονοῦντι αὐτῷ προσετίθει τὴν ἰσχὺν τὸ περὶ αὐτὸν γεῶδες, ἀλλὰ μὴ καὶ τῆς οὔσης ὑφῄρει δυνάμεως· λέγεται γὰρ ὅτι „οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι“ (Gen. 4, 12)· [*](2 τῆς] τῶν U θατέρας H 3 ἀφαυανεῖσθαι UFL, ἀφαυνεῖσθαι Η, corr. Turn. 4 ὃ δ’ H, οὐδ’ U εὐκαρπίαν codd.: εὐκαρπίας v τροφῆς scripsi: τροφεῖα codd. δὲ om. HL 5 ἔργα τεχνικὰ τῶν κατὰ γεωργίαν transp. HL ἔ ἐμείναμεν (sic) Γ’ 12 γε] γὰρ coni. Wendl. ἐξυβρίζωσι UF: ἐξυβρίσωσι HL 13 ἐκφερόμενα Η 14 στέλλονται UF: συστέλλονται HL 15 καὶ Wendl.: ἡ codd. 16 καὶ ἐπιθυμίας UF: ἡ ἐπιθυμίας HL 19 τῷ] τοῦ U 20 τιθασσεύεται codd. 21 βλαστὰ] βλάστας coni. Mang., βλαστήματα coni. Wendl. τὰ καλὰ ἐπιτηδεύματα coni. Markland 22 γεωργικῆς U 23 γ’ U αὑτὴν H ἀπαθανατίζει scripsi: ἀπαθανατίζεται codd. 26 δ’ UF 28 προσθήσειν F)