De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τὰ μὲν οὖν τῇ τάξει πρῶτα τοιαῦτά ἐστιν, οἷς κατὰ τὴν πρώτην γένεσιν εὐθὺς ἐκοινωνήσαμεν, τροφὴ αὔξησις ὅρασις ἀκοὴ γεῦσις ὄσφρησις ἁφὴ λόγος νοῦς, μέρη ψυχῆς, μέρη σώματος, αἱ τούτων ἐνέργειαι, συνόλως κινήσεις αὐτῶν καὶ σχέσεις αἱ κατὰ φύσιν· τὰ δὲ ἀξιώματι καὶ δυνάμει τὰ κατορθώματα, αἱ ἀρεταί, αἱ κατ’ ἀρετὰς πράξεις. δίκαιον οὖν ἀπὸ τούτων ἀπάρχεσθαι.

αἱ δὲ ἀπαρχαὶ λόγος ἐστὶν ἐκ διανοίας ἀληθοῦς ἀναπεμπόμενος εὐχαριστητικός· τέμνε δὲ αὐτὸν κατὰ τὰς οἰκείας τομάς, ὅνπερ τρόπον ἡ λύρα καὶ τὰ ἄλλα [*](1 ἔγκλημα] ὄνομα U 2 τὸ δ’ ἕτερον UF (Pap?): τὸ δὲ δεύτερον ceteri 4 δευτέροις UF 5 ἀμείβη UF 6 τετιμήκασι UF (Pap?): προτετιμήκασι ceteri 7. 8 πρωτογενημάτων MHP 8 τῆς γῆς om. Pap εἰσφέροιμεν H, εἰσφέρειν μὲν P, εἰσφέρωσιν (?) Pap εἰς — ἐπιγράφωμεν (9) om. UF κυρίου om. HP 9 μή γε ἑαυτοῖς P, μὴ ἑαυτοῖς γε Α ἐπιγράφομεν Pap 10 κινημάτων] γεννημάτων coni. Mang. 1 1 πρῶτα τῆ τάξει transp. UF τοιαῦτ’ U οἷς] ὧν UFL2 13 ἁφὴ ὄσφρησις transp. F 14 κινήσεις αὐτῶν Pap UFL2: αὐτῶν om. ceteri ’δε Pap: δ’ codd. 15 τὰ ante κατορθώματα om. Pap αἱ ἀρεταὶ — πράξεις] ἆ διαιρεῖται ἑκατέρων τὰς πράξεις UF 16 ἀπὸ] αὐτῷ Turn. ἄρχεσθαι MAHP δ’ UF 17 ἀληθείας Α εὐχαριστητικός Pap M: εὐχαριστικός ceteri τέμνε Pap: τέμνει codd. 18 αὐτὸ UF ὅνπερ] ὂν πέρι Pap ἡ om. HL1 τὰ ἄλλα τὰ UF, Μᾶ om. HL1) [*](1 sqq. ihid. §41 Concluso ergo illo et convicto Cain crimine, aliud oblationis vitium discutiamus. obtulit, inquit, ex fructibus terrae, non a primis fructibus, primitias (leg. munus?) Deo: hoc est primitias sibi prius vindicare, Deo autem sequentia deferre. itaque cum vere anima corpori tamquam servo domina sit praeferenda, utique primitias eius, hoc est animae, prius quam corporis offerre debemus. llsqq. ibid. ... primitiae animae primatus sunt bonarum disciplinarum; quae licet tempore posteriores sint quam corporis primitiae, quae sunt esca incrementum visus auditus et tactus odor vox mens . . ., dignitate tamen priores suut quarum primitiva est puro corde et simplici sermone oblata Deo gratiarum actio.)

v.1.p.233
μουσικῆς ὄργανα τέτμηται· τῶν γὰρ ἐν τούτοις φθόγγων καὶ καθ’ αὑτὸν ἕκαστος ἥρμοσται καὶ πρὸς τὴν ἑτέρου συμφωνίαν μάλιστα ᾠκείωται καθάπερ καὶ τῶν ἐν γραμματικῇ στοιχείων τὰ λεγόμενα φωνήεντα, ἃ καὶ καθ’ αὑτὰ φωνεῖται καὶ σὺν ἑτέροις ὁλόκληρον ἀποτελεῖ φωνήν.

πολλὰς γὰρ δυνάμεις αἰσθητικάς τε καὶ λογικὰς καὶ νοητὰς ἐν ἡμῖν αὐτοῖς ἡ φύσις δημιουργήσασα καὶ πρός τι τῶν οἰκείων ἑκάστην τείνασα ἔργων καὶ πάλιν πάσας ἁρμοσαμένη δι’ ἀναλογίας κοινωνίᾳ καὶ συμφωνίᾳ τῇ πρὸς ἀλλήλας ὀρθότατα ἂν καὶ ἐφ’ ἑκάστῃ καὶ ἐφ’ ἁπάσαις εὐδαιμονίζοιτο.

διόπερ „ἐὰν προσφέρῃς θυσίαν πρωτογεννημάτων“, οὕτως διαίρει, ὡς ὑφηγεῖται ὁ ἱερὸς λόγος (Lev. 2, 14)· „νέα“ τὸ πρῶτον, εἶτα „πεφρυγμένα“, ἔπειτα „χίδρα“, καὶ ἐπὶ πᾶσιν „ἐρικτά“. „νέα“ μὲν διὰ τόδε· τοὺς τὸν παλαιὸν καὶ γέροντα καὶ μυθώδη χρόνον ἀσπαζομένους, ταχεῖαν δὲ καὶ ἄχρονον θεοῦ δύναμιν μὴ συνεωρακότας ἐκδιδάσκει νέα καὶ ἐπακμάζοντα καὶ ἀνηβῶντα προτρέπων ἐνθύμια λαμβάνειν, ἵνα μὴ παλαιαῖς ἐντρεφόμενοι μυθοποιίαις, ἃς ὁ μακρὸς αἰὼν ἐπὶ ἀπάτῃ τοῦ θνητοῦ παραδέδωκε, ψευδοδοξῶσιν, ἀλλὰ παρὰ τοῦ ἀεὶ ἀγήρω [νέου] θεοῦ τὰ νέα καὶ καινὰ ἀγαθὰ μετὰ πάσης ἀφθονίας λαμβάνοντες ἐκδιδάσκωνται μηδὲν ἡγεῖσθαι παρ’ αὐτῷ παλαιὸν ἢ συνόλως παρεληλυθός, ἀλλὰ γινόμενόν τε ἀχρόνως καὶ ὑφεστηκός.

οὗ χάριν καὶ δι’ ἑτέρων φησίν· „ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου“ (Lev. 19, 32), ὡς παμμεγέθους διαφορᾶς οὔσης· πολιὸς μὲν γὰρ ὁ μηδὲν ἐνεργῶν ἐστι χρόνος, [*](1 τέμνεται U τὸν γὰρ F τούτοις UF (Pap ?): αὐτοῖς ceteri φθόγγων] φθόνον F ἑαυτὸν HP 2 ἑτέρου] ἑτέραν Η, οἰκείαν Α, ἑτέρων coni. Markland οἰκείωται MA 3 ἃ] η Pap 4 καθ’ αὑτὰ φωνεῖται Pap UF: καθ’ ἑαυτὰ ἐκφωνεῖται ceteri 5 γὰρ Pap UF: δὲ ceteri τε καὶ λογικὰς om. HP καὶ νοητὰς om. Mang., καὶ νοητικὰς Turn. 6 τείνασα] τινας Pap 7 καὶ κοινωνία G κοινωνία συμφωνίας (om. καὶ) H 8 ἐφ’ ἁπάσαις Pap UF: ἐπὶ πάσαις ceteri 8. 9 εὐδαιμονίζοιτο Pap FL2: εὐδαιμονίζοντο U, εὐδαιμονίζει Η, εὐδαιμονίζοι ceteri 9 ἄν τῆ ἐάνπερ G προσφερηι Pap πρωτογενημάτων MGP 10 οὕτως Pap F: οὕτω ceteri 11 πεφυρμένα Pap χέδρα M, χίεδρα Α, χλιαρὰ FL2 ἐρικτά Pap MAF: ἐρεικτά ceteri 12 μὲν Pap UF: μὲν οὑν ceteri διὰ τόδε Pap UFL2: τόδε om. ceteri γέροντα Pap UF: γηραιὸν ceteri θυμώδη GL1 13 ἀσπαζόμενος F μὴ] ἡ μὴ MAH, ἣ μὴ GP 14 ἐκδιδάσκειν U ἀνηβῶντα Pap UF: ἡβῶντα ceteri 15 παλαιαῖς] πολιαῖς Pap 16 τῶν θνητῶν Mang., τοῦ θνητοῦ γένους coni. παραδέδωκεν Pap 17 ἀγήρω νέου Pap UFL-: γενναίου MAGP, γενέου HL1, ἀγήρω καὶ νέου V νέου seclusi 18 ἐκδιδάσκοντες G 19 παραλελυθος Pap γινόμενόν τε Pap UF : τε om. ceteri ὑφεστηκώς FH corr. 20. 21 ἐξαναστήσῃ Pap UF: ἀναστήση ceteri)

v.1.p.234
ἀφ’ οὗ μετανίστασθαι καὶ ἀποδιδράσκειν δεῖ τὴν μυρίους ἀπατῶσαν ἐκκλίνοντας ὑπόληψιν, ὡς ἄρα τι ποιεῖν οὗτος πέφυκε· πρεσβύτερος δὲ ὁ τιμῆς καὶ γέρως καὶ πρεσβείων ἐπάξιος ὤν, ὃν Μωυσῇ τῷ θεοφιλεῖ δοκιμάζειν ἐπιτέτραπται· „οὓς γὰρ σὺ οἶδας,“ φησίν „οὗτοί εἰσι πρεσβύτεροι“ (Num. 11, 16), ὡς ἂν μηδεμίαν ἀποδεχομένου νεωτεροποιίαν, ἀλλὰ πρεσβυτέρων καὶ τῆς ἀνωτάτω τιμῆς ἀξίων δογμάτων εἰωθότος ἐρᾶν.

ὠφέλιμον μὲν οὖν, εἰ καὶ μὴ πρὸς ἀρετῆς κτῆσιν τελείας, ἀλλά τοι πρὸς πολιτείαν, καὶ τὸ παλαιαῖς καὶ ὠγυγίοις ἐντρέφεσθαι δόξαις καὶ ἀρχαίαν ἀκοὴν ἔργων καλῶν μεταδιώκειν, ἅπερ ἱστορικοὶ καὶ σύμπαν τὸ ποιητικὸν γένος τοῖς τε καθ’ αὑτοὺς καὶ τοῖς ἔπειτα μνήμῃ παραδεδώκασιν. ἀλλ’ ὅταν γε μὴ προϊδομένοις μηδὲ ἐλπίσασι φέγγος αἰφνίδιον ἐπιλάμψῃ τὸ αὐτομαθοῦς σοφίας, ἡ δὲ τὸ μεμυκὸς ὄμμα ψυχῆς διοίξασα ἀντὶ ἀκροατῶν θεατὰς ἐπιστήμης ἐργάσηται τὴν ὠκυδρομωτάτην αἰσθήσεων ὄψιν πρὸ τῆς βραδυτέρας ἀκοῆς