De Cherubim
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
Τότε καὶ ἡ φλογίνη ῥομφαία καὶ τὰ Χερουβὶμ ἀντικρὺ τοῦ παραδείσου τὴν οἴκησιν ἴσχει. λέγεται δὲ „ἀντικρὺ“ τὸ μὲν ὡς ἐχθρὸν ἀντιστατοῦν, τὸ δὲ ἁρμόττον τοῖς εἰς ἐπίκρισιν, ὡς ὁ κρινόμενος τῷ δικαστῇ, τὸ δὲ ὡς φίλον τοῦ κατανοηθῆναι χάριν καὶ ἐκ τῆς ἀκριβεστέρας προσόψεως μᾶλλον οἰκειωθῆναι, ὡς γραφαί τε καὶ ἀνδριάντες ἀρχέτυποι γραφεῦσι καὶ πλάσταις.
τοῦ μὲν οὖν ἀντιτεταγμένου παράδειγμα τὸ ἐπὶ τοῦ Κάιν εἰρημένον, ὅτι „ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ“ (Gen. 4, 16)· ἑρμηνεύεται δὲ Ναὶδ μὲν [*](1 ἀποθανόντων] ἀπαθανατίζον coni. Markland; fort. παθόντων Ε; καὶ παιδιάς fort. supplendum παιδείας UFL2 2 μεταδιῶκον coni. Markland 3 παιδεύματα U 4 τὴν om. UF 5 αὐτῆς U 6. 7 ἐκβάλλειν UF 9 ἕξεων] ἔξω Α 11 λημαίνεται F ἐκπεπόνηκεν H, ἐκπεπόνηται U μέγα M: μὲν F, μετὰ ceteri 12 ἐπιστήμη GH, ἐπιστήμῃ V 12. 13 θαυμάζωμεν AP 13 τοῦ Ἀδὰμ UFL2, τὸν Ἀδὰμ Mang. ἀφροσύνη APG 14 ἐκβέβληκεν om. AP1 ἐπιτρύφας U 14. 15 ἐπικατελθεῖς AP 15 κατὰ addidi; παῖδα (pro πάντα) coni. Mang. τὴν μητέρα UF 17 Σάρρα AP 18 καὶ ante τὰ om. GII χερουβεὶμ AP ἀντικρὺ UH corr. : ἄντικρυς ceteri; item v. 19 20 ἀντίσταται AP δ’ AP ἀρμόπων U τοῖς] τῶ UF, om. v ὁ] τὸ F 22 γραφαί τε] γράφεται U 23 οὖν om. Η) [*](25 Clem. Alex. Strom. II p. 456 P. εἰκότως οὑν γέγραπται ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναίδ κατέναντι Ἐδέμ“· ἑρμηνεύεται δὲ ἡ μὲν Ναίδ σάλος ἡ δὲ Ἐδὲμ τρυφή.)
ἀνάγκη δέ, ὅταν ἀπὸ τῆς τοῦ θεοῦ φαντασίας ἐξέλθῃ διάνοια, ᾗ καλὸν καὶ συμφέρον ἦν ἐπερηρεῖσθαι, νεὼς αὐτίκα θαλαττευούσης τρόπον, ἀντιστατούντων βιαίων πνευμάτων, ὧδε κἀκεῖσε φέρεσθαι πατρίδα καὶ οἰκίαν λαχοῦσαν σάλον καὶ κλόνον, ἅπερ ἐναντιώτατά ἐστι βεβαιότητι ψυχῆς, ἣν περιποιεῖ χαρὰ συνώνυμος Ἐδέμ.
τοῦ δὲ εἰς ἐπίκρισιν ἐναντίου παράδειγμα τὸ τῆς ζηλοτυπουμένης μεμοιχεῦσθαι. „στήσει“ γάρ φησιν „ὁ ἱερεὺς τὴν γυναῖκα ἐναντίον κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν αὐτῆς“ (Num. 5, 18). τί δὲ βούλεται διὰ τούτου παριστάνειν, ἐρευνήσωμεν. τὸ δέον πολλάκις δεόντως οὐκ ἐνεργεῖται καὶ τὸ μὴ καθῆκον ἔστιν ὅτε δρᾶται καθηκόντως· οἷον ἡ μὲν τῆς παρακαταθήκης ἀπόδοσις ὅταν μὴ ἀπὸ γνώμης ὑγιοῦς γίγνηται ἀλλ’ ἢ ἐπὶ βλάβῃ τοῦ λαμβάνοντος ἢ ἐπ’ ἐνέδρᾳ τῆς περὶ μείζονα πίστιν ἀρνήσεως, καθῆκον ἔργον οὐ δεόντως ἐπιτελεῖται·
τὸ δὲ τῷ κάμνοντι μὴ ἀληθεῦσαι τὸν ἰατρὸν κενοῦν ἢ τέμνειν ἢ καίειν διεγνωκότα ἐπ’ ὠφελείᾳ τοῦ νοσοῦντος, ἵνα μὴ προλαβὼν τὰ δεινὰ φύγῃ τὴν θεραπείαν ἢ ἐξασθενήσας ἀπείπῃ πρὸς αὐτήν, ἢ πρὸς τοὺς πολεμίους τὸν σοφὸν ψεύσασθαι ἐπὶ τῇ τῆς πατρίδος σωτηρίᾳ, δείσαντα μὴ ἐκ τοῦ ἀληθεῦσαι ῥωσθῇ τὰ τῶν ἀντιπάλων, οὐ καθῆκον ἔργον δεόντως ἐνεργεῖται. παρὸ καί φησι Μωυσῆς „δικαίως τὸ δίκαιον διώκειν“ (Deut. 16, 20), ὡς ἐνὸν καὶ ἀδίκως, ὅταν μὴ ἀπὸ γνώμης ὑγιοῦς ὁ δικάζων προσέχῃ.
ἐπειδὴ τοίνυν τὸ μὲν λεγόμενον ἢ πραττόμενον φανερῶς γνώριμον πᾶσιν, ἡ δὲ διάνοια οὐ γνώριμος, ἀφ’ ἧς καὶ τὰ λεγόμενα λέγεται καὶ τὰ πραττόμενα πράττεται, ἀλλ’ ἄδηλον εἴτε ὑγιαίνει καὶ καθαρεύει εἴτε νοσεῖ μιάσμασι κεχρωσμένη [*](1 κακίας] καρδίας Α ψυχῆς AP εὐπαθείας DF, ἀπάθειαν ex εὐπάθειαν corr. H, ἀπάθειαν L διὰ λόγου APGH1 3 ἄπονον] ἄπορον G 4 δ’ AP 5 ἐπερηρεῖσθαι UF: ἐπηρῆσθαι AP, ἐρειρεῖσθαι M mgP, ἐρηρεῖσθαι GH νεὼς] ἕως U, νέος Α1 θαλαττευομένης UF 6 βιαίως Η 7 λαχοῦσαν κλόνον om. in lacuna U σάλον Ε; supplevit Wendl. 8 χαρᾶς F, χαρᾷ Mang. δ’ AP 11 παριστᾶν UFL2 12 οὐκ ἐνεργεῖται δεόντως transp. UF μὴ] μὲν F 13 καθῆκον ἔργον U 14 γίγνεται G, γένηται Η 16 τὸ] τῶ G 17 καίειν ἣ τέμνειν UF 20 ἐκ τοῦ μὴ trausp. U ῥωσθῇ] προσθῆ UF 21 ἐνεργεῖται] ἐκτελεῖται U παρὸ] παρ’ ὧ A1P, παρ’ ὃ Α2 22 διώξεις UF ἐνὸν καὶ ἀδίκως] δεῖν καὶ ἀδίκως ἀδικεῖσθαι UFL2 23 προσέχοι codd., corr. Turn. 26 ἀλλὰ δῆλον U εἴτ’ U ὑγιαίνοι καὶ καθαρεύοι AP νοσῇ H κεχρωσμένη H: κεχρημένη ceteri)
(Deut. 29, 29), προστέτακται τῷ ἱερεῖ καὶ προφήτῃ λόγῳ, τὴν ψυχὴν „ἐναντίον τοῦ θεοῦ στῆσαι“ ἀποκαλύφῳ τῇ κεφαλῇ (Num. 5, 18), τουτέστι τὸ κεφάλαιον δόγμα γυμνωθεῖσαν καὶ τὴν γνώμην ᾗ κέχρηται ἀπαμφιασθεῖσαν, ἵν’ ὄψεσι ταῖς ἀκριβεστάταις ἐπικριθεῖσα τοῦ ἀδεκάστου θεοῦ ἢ τὴν ὑποτυφομένην εἰρωνείαν, κίβδηλον νόμισμα, διελεγχθῇ ἢ πάσης οὖσα κακίας ἀμέτοχος ἐκνίψηται τὰς καθ’ αὑτῆς διαβολὰς μάρτυρι χρησαμένη τῷ μόνῳ γυμνὴν
ψυχὴν ἰδεῖν δυναμένῳ. τὸ μὲν οὖν εἰς ἐπίκρισιν ἐναντίον τοιοῦτόν ἐστι· τὸ δ’ εἰς οἰκείωσιν, ὃ ἐπὶ τοῦ πανσόφου λέλεκται Ἀβραάμ· „ἔτι“ γάρ φησιν "ἦν ἑστηκὼς ἐναντίον κυρίου" (Gen. 18,22 )· καὶ τεκμήριον τῆς οἰκειώσεως τὸ ἐπιλεγόμενον ὅτι „ἐγγίσας εἶπεν“ (ib. 23)· ἀλλοτριουμένῳ γὰρ ἀφίστασθαι καὶ διαζεύγνυσθαι, οἰκειουμένῳ δὲ συνεγγίζειν ἁρμόττει.
τὸ δὲ στῆναι καὶ ἄτρεπτον κτήσασθαι διάνοιαν ἐγγύς ἐστι βαίνειν θεοῦ δυνάμεως, ἐπειδὴ τὸ μὲν θεῖον ἄτρεπτον, τὸ δὲ γενόμενον φύσει μεταβλητόν. εἴ τις οὖν τὴν γενέσεως οἰκείαν φορὰν ἔρωτι ἐπιστήμης ἐγχαλινωσάμενος ἐβιάσατο στῆναι ποιήσας, μὴ λανθανέτω θείας εὐδαιμονίας ἐγγὺς ὤν.
τοῖς δὲ Χερουβὶμ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τὴν ἀντικρὺ τοῦ παραδείσου πόλιν οἰκείως δίδωσιν, οὐχ ὡς ἐχθροῖς μέλλουσιν ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀλλ’ ὡς οἰκειοτάτοις καὶ φιλτάτοις, ἵν’ ἐκ τῆς ὁμοῦ προσόψεως καὶ συνεχοῦς περιαθρήσεως πόθον αἱ δυνάμεις ἴσχωσιν ἀλλήλων, καταπνέοντος εἰς αὐτὰς τὸν πτηνὸν ἔρωτα καὶ οὐράνιον τοῦ φιλοδώρου θεοῦ.