De Cherubim

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

„Καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν ἀπέναντι τοῦ παραδείσου [*](p. 138 M.) τῆς τρυφῆς [καὶ ἔταξε] τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς“ (Gen. 3, 24). νῦν μὲν „ἐξέβαλε“ φησί, πρότερον δ’ εἶπεν „ἐξαπέστειλεν“ (ib. 23), οὐ παρέργως τὰ ὀνόματα θείς, ἀλλ’ εἰδὼς ἐφ’ ὧν κυρίως καὶ εὐθυβόλως πραγμάτων αὐτὰ τάττει.

ὁ μὲν οὖν ἀποστελλόμενος ἐπανόδου τυχεῖν οὐ κεκώλυται, ὁ δ’ ἐκβληθεὶς ὑπὸ θεοῦ τὴν ἀίδιον φυγὴν ὑπομένει· τῷ μὲν γὰρ μήπω κραταιῶς ὑπὸ κακίας καταληφθέντι δέδοται μετανοήσαντι καθάπερ εἰς πατρίδα τὴν ἀρετὴν ἀφ’ ἧς ἐξέπεσε κατελθεῖν, τὸν δὲ πιεσθέντα καὶ ὑποβεβλημένον σφοδρᾷ καὶ ἀνιάτῳ νόσῳ φέρειν ἀνάγκη τὰ δεινὰ μέχρι τοῦ παντὸς αἰῶνος ἀθάνατα σκορακισθέντα εἰς ἀσεβῶν χῶρον, ἵν’ ἄκρατον καὶ συνεχῆ βαρυδαιμονίαν ὑπομένῃ·

ἐπεὶ καὶ τὴν μέσην παιδείαν τὴν ἐν τοῖς ἐγκυκλίοις χορεύουσαν ὁρῶμεν Ἄγαρ δὶς μὲν ἐξιοῦσαν ἀπὸ τῆς ἀρχούσης ἀρετῆς Σάρρας, ἅπαξ δὲ τὴν προτέραν ὁδὸν ὑποστρέφουσαν, ἣ τότε μὲν ἀποδρᾶσα, οὐ φυγαδευθεῖσα, κατάγεται [*](περὶ. . . κάϊν MGH, φῶνος περὶ τῶν χερουβεὶμ καὶ . . . κάϊν AP, φίλωνος περὶ τῶν χερουβὶμ καὶ τῆς φλογίνης ῥομφαίας (omissis reliquis) UF 1 κατῴκησεν M 2 καὶ ἔταξε seclusi, cf. § 11 ἐπέταξε P, ἐπέταταζε (sic) Α χερυβεὶμ AP 4 μὲν] μὲν οὖν AP 5 θείς] τιθείς UFH G αὐτὰ πραγμάτων F ἀνόδου UF 7 κωλύεται UF δὲ MGH 8 καταλειφθέντι G 9 κατελθεῖν] ἀνελθεῖν mgHL τὸν] τῶ UF 10 πιεσθέντα καὶ om. APUF ὑποβεβλημένῳ UF ἀνάγκην F 11 ἀθανάτως UF κορακισθέντα AP 12 ἶνα Η, om. UF ὑπομένει U, ὑπομένειν F 13 παιδιὰν F ἐν τοῖς UF: ἐν om. ceteri κυκλίοις F ἐγχορεύουσαν coni. Maug., χορηγοῦσαν Creuzer Ἅγαρ om. UF μὲν γὰρ G, γὰρ eras. in Η 15 ἢ om. MAPGH τότε μὲν] τὸ μὲν MAP)

v.1.p.171
ὑπαντήσαντος ἀγγέλου, ὅς ἐστι θεῖος λόγος, εἰς τὸν δεσποτικὸν οἶκον (Gen. 16, 6 ss.), αὖθις δὲ κατὰ τὸ παντελὲς ἀνεπάνακτος ἐκβάλλεται (Gen. 21, 14).

τὰς δὲ αἰτίας καὶ τοῦ προτέρου δρασμοῦ καὶ τῆς αὖθις ἀιδίου φυγῆς λεκτέον. μέχρι μὲν οὔπω μετωνομάσθησαν, ὅπερ ἦν μετεχαράχθησαν τοὺς ψυχῆς πρὸς τὸ ἄμεινον βελτιούμενοι χαρακτῆρας, ἀλλ’ ἔτι ἦν ὁ μὲν Ἀβρὰμ πατὴρ μετέωρος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν ὑπαρχόντων φιλοσοφίαν μετιών, ἣν φυσιολογίας τὸ κράτιστον εἶδος ἀποτέτμηται μαθηματική, Σάρα δὲ σύμβολον ἀρχῆς ἐμῆς — καλεῖται γὰρ ἀρχή μου —

γενικὴ μὲν οὐκ ἔφθη μεταβαλοῦσα ἀρετὴ γενέσθαι — γένος γὰρ πᾶν ἄφθαρτον —, ταῖς δὲ ἐν μέρει καὶ κατ’ εἶδος ἐξητάζετο, ἡ δὲ αὐτὴ φρόνησίς τ’ ἦν ἐν ἐμοὶ καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη τὸν αὐτὸν τρόπον, φθαρταὶ δὲ αὗται, ὅτι καὶ τὸ δεξάμενον αὐτὰς χωρίον ἐγὼ φθαρτός, Ἄγαρ ἡ μέση καὶ ἐγκύκλιος παιδεία,

κἂν τὸν αὐστηρὸν καὶ σκυθρωπὸν τῶν φιλαρέτων ἀποδρᾶναι βίον σπουδάσῃ, πάλιν ὑποστρέψει πρὸς τὸν αὐτὸν μήπω τὰς γενικὰς καὶ ἀφθάρτους ἀκρότητας ἔχειν δυνάμενον, ἀλλ’ ἔτι τῶν ἐν μέρει καὶ κατ’ εἶδος ἐφαπτόμενον, ἐν οἷς πρὸ τῶν ἄκρων τὰ μέσα αἱρετά·

ὅταν δὲ ἤδη ὁ μὲν Ἀβρὰμ ἀντὶ φυσιολόγου γένηται σοφὸς καὶ φιλόθεος μετονομασθεὶς Ἀβραάμ, ὃς ἑρμηνεύεται πατὴρ ἐκλεκτὸς ἠχοῦς — ἠχεῖ μὲν γὰρ ὁ γεγωνὸς λόγος, πατὴρ δὲ τούτου ὁ νοῦς ἐπειλημμένος τοῦ σπουδαίου —, Σάρα δὲ ἀντὶ τῆς ἀρχῆς μου γένηται Σάρρα, ἧς ἐστιν ἡ κλῆσις ἄρχουσα, ὅπερ ἦν ἴσον τῷ ἀντὶ εἰδικῆς καὶ φθαρτῆς ἀρετῆς γενικὴν καὶ ἄφθαρτον γενέσθαι, ἐπιλάμψῃ δὲ καὶ τὸ εὐδαιμονίας γένος, ὁ Ἰσαάκ,

ἐκλιπόντων τὰ [*](2 ἀνεπάνακτος Wendl.: ἀνέπακτος codd. 3 δ’ AP 5 ἀλλ’ ἔτι ἦν om. AP 6 Ἁβραὰμ PHU 8 ἣ UF 8. 9 μαθηματικῆς UF 9 Σάρα MG: Σάρρα ceteri 10 μεταβάλλουσα U, μταλαβοῦσα F ἀρετὴν U γὰρ scripsi: δὲ codd. 11 δ’ ἐν AP ἐξηνιτάζετο U ἡ δὲ αὐτὴ MGUF, ἡ δ’ αὐτὴ AP: αἱ δὴ αὗται H 12 τ’ ἦν scripsi: τῆ MG, τὴν AP, θ’ ἡ Η, ἡ UF σωφροσύνην καὶ ἀνδρίαν καὶ δικαιοσύνην AP 13 δὲ αὗται] αὐταί γε UF 13. 14 ἐγὼ φθαρτός] ἐστὶ φθαρτόν UF 14 Ἅγαρ] καὶ γὰρ F τὸν] τὸ MAP 15 βίον add. H: om. ceteri ὑποστρέψαι MAPG, ὑποστρέψῃ F 16 τὸν om. UF 17 δυναμένου UF ἔτι] ἐπὶ UF, ἔτι ἐπὶ MH ἐφαπτομένου UF 18 ἀντὶ φυσιολόγου ὁ μὲν Ἀβρὰμ transp. M Ἀβραὰμ U ἀντὶ φυσιολογικοῦ H, ἀντὶ φυσιολόγου om. AP 19 μετονομασθεὶς δὲ UF 20 ἠχοῦς] ἤχου Γ’, ἤχους ceteri γεγονὼς codd., corr. Turn. 21 Σάρα MG: Σάρρα ceteri δὲ] ἡ δὲ U 22 ἧς] ἡ MP, ἣ Α ἦν MAPG: ἐστὶν UFL-, om. ’ 23 τῳ] τὸ AP ἀντ’ AP, ἀντὶ τῆς F ἰδικῆς codd. γενικῆς AP 24 ἐπιλάμψει MHUF ἐκλιπὸν coni. Markland; fort. ἐκλιπόντων αὐτῶν)

v.1.p.172
γυναικεῖα καὶ ἀποθανόντων τὰ πάθη χαρᾶς καὶ εὐφροσύνης, καὶ παιδιάς, οὐ τὰς παίδων, ἀλλὰ τὰς θείας οὐκ ἄνευ σπουδῆς μεταδιώκων, ἐκβληθήσεται μὲν τὰ ἐπώνυμα τῆς Ἄγαρ προπαιδεύματα, ἐκβληθήσεται δὲ

καὶ ὁ σοφιστὴς αὐτῶν υἱὸς ἐπίκλησιν Ἰσμαήλ. ἐνδύσονται δὲ τὴν φυγὴν ἀίδιον, βεβαιοῦντος τοῦ θεοῦ τὴν ἔλασιν αὐτοῖς, ὅταν κελεύῃ τῷ σοφῷ ὑπακούειν τῶν λεγομένων ὑπὸ Σάρρας· λέγει δὲ ἄντικρυς „ἐκβαλεῖν τὴν παιδίσκην καὶ τὸν υἱόν“ (Gen. 21, 10). ἀρετῇ δὲ πείθεσθαι καλὸν καὶ μάλιστα τοιοῦτον εἰσηγουμένῃ δόγμα, ὅτι αἱ τελειόταται φύσεις τῶν μέσων ἕξεων πάμπολυ διεστᾶσι καὶ ὅτι σοφία σοφιστείας ἀλλότριον· ἡ μὲν γὰρ τὰ πιθανὰ ἐπὶ κατασκευῇ ψευδοῦς δόξης, ἥτις λυμαίνεται ψυχήν, ἐκπεπόνηκε, σοφία δὲ διὰ μελέτης τῶν ἀληθῶν τὸ μέγα διανοίας ὄφελος, ἐπιστήμην ὀρθοῦ λόγου, πεπόρισται.

τί οὖν θαυμάζομεν, εἰ καὶ Ἀδὰμ τὸν νοῦν ἀφροσύνην ἀνίατον νόσον κτησάμενον ἐκβέβληκεν εἰσάπαν ὁ θεὸς ἐκ τοῦ τῶν ἀρετῶν χωρίου μὴ ἐπιτρέψας ἔτι κατελθεῖν αὐτῷ; ὁπότε καὶ κατὰ πάντα σοφιστὴν καὶ μητέρα αὐτοῦ, τὴν τῶν προπαιδευμάτων διδασκαλίαν, ἐλαύνει καὶ φυγαδεύει ἀπὸ σοφίας καὶ σοφοῦ, ὧν ὀνόματα Ἀβραάμ τε καὶ Σάρραν καλεῖ.