De Cherubim
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
Τίνα δέ ἐστιν ἃ διὰ τῶν Χερουβὶμ καὶ τῆς στρεφομένης [*](1 γεννητὸς APHU ἐνθύμημα] ἐγχείρημα U 2 παρὸ Η: παρ’ ὧ MAPG, καθὸ UF Μώσης MAPGU ὅτι om. UF .3 δέ otn. UF 4 ἱερεῖ UFL2: ἱερῶ ceteri ante λόγῳ add. βαπτισμοῦ UL2, βαπτιστοῦ F 5 ἀποκαλύφθω AP1; ἀκαλύφῳ coni. Mang. γυμνωθεῖσα UF 6 καὶ — ἀπαμφιασθεῖσαν om. F ἶνα GHUF fi. 7 ἡ ὄψις τῆς ἀκριβεστάτης -VP 7 ἐπικριθεῖσα] διελεγχθῆ G ὑποτετυφωμένην AP, ἀποτυφομένην F 7. 8 εἰρωνίαν Η 8 νόμισμα] νομίσασα UF διελεγχθείη UF, δειχθῇ GH ἢ oin. codd., add. Turn. 9 ἐκνίψεται G, ἐκνίψηται δὲ UF κατ’ αὐτὴν UF μαρτυρία UF γυμνὴν om. AP 1 1 δὲ U ὃ om. UF 12 ἑστὼς UF 14 μὲν γὰρ UF δὲ καὶ UF 15 καὶ om. ’ διάνοιαν κτήσασθαι transp. UF ἐγγύς] συγγενές U ἐστι βαίνειν UF: ἐπιβαίνειν ceteri, ἐπιβαίνει v δυνάμως θεοῦ transp. F 17 γενέσεως om. ’ 18 ποιήσας Mang.: ποιῆσαι codd. 19 ὢν ἐγγύς transp. AP χερουβεὶμ AP ἀντικρὺ Η corr. : ἄντικρυς ceteri 21 ἶν’ M: ἶνα ceteri τῆς ὁμοῦ UF, post τῆς spatium 4—5 litt. in M: ὁμοῦ om. 22 περὶ ἀθρήσεως F 25 χερουβεὶμ AP (sic ubique))
ἡ μὲν οὖν ἐξωτάτω, τῶν λεγομένων ἀπλανῶν, μία, ἣ καὶ τὴν αὐτὴν ἀπὸ τῶν ἑῴων ἐπὶ τὰ ἑσπέρια εἱλεῖται περίοδον, αἱ δ’ ἐντὸς ἑπτά, τῶν πλανήτων, ἐθελούσιόν τε καὶ βεβιασμένην, ὑπεναντίους ἅμα καὶ διττὰς ἴσχουσαι κινήσεις· καὶ ἔστιν αὐταῖς ἡ μὲν ἀκούσιος ὁμοία τῇ τῶν ἀπλανῶν, φαίνονται γὰρ καθ’ ἑκάστην ἡμέραν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν ἰοῦσαι, ἡ δὲ οἰκεία ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὰ ἑῷα, καθ’ ἣν συμβέβηκε τὰς περιόδους τῶν ἑπτὰ ἀστέρων καὶ μήκη χρόνων προσειληφέναι, τὰς μὲν ἰσοδρόμους ἴσα, ἡλίου καὶ ἑωσφόρου καὶ στίλβοντος ἐπίκλησιν — τρεῖς γὰρ τῶν πλανήτων ἰσοταχεῖς οὗτοι —, τὰς δὲ ἀνισοδρόμους ἄνισα μέν, ἀναλογίαν δ’ ἔχοντα πρός τε ἀλλήλας καὶ τὰς τρεῖς ἐκείνας.
γίνεται οὖν τὸ μὲν ἕτερον τῶν Χερουβὶμ ἡ ἐξωτάτω, τοῦ παντὸς οὐρανοῦ ὁ ἔσχατος, ἁψὶς ἐν ᾗ τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν οἱ ἀπλανεῖς θείαν ὡς ἀληθῶς χορείαν χορεύουσι τάξιν οὐ λείποντες, ἣν ὁ γεννήσας πατὴρ αὐτοὺς ἔταξεν ἐν κόσμῳ· θάτερον δ’ ἡ ἐντὸς περιεχομένη σφαῖρα, ἣν ἑξαχῆ σχίσας ἑπτὰ κύκλους ἀναλογοῦντας ἑαυτοῖς εἰργάζετο τῶν πλανήτων ἕκαστον εἰς αὐτοὺς ἁρμοσάμενος·
καὶ καθάπερ ἔποχον ἐν ὀχήματι ἀστέρα [*](1 φλογίνης ῥομφαίας transp. AP, φλογίνης om. UF μήποτ’ AP 2 φορὰν] περιφορὰν UFL2 δι’ om. UF εἰσάγη A, εἰσάγοι P εἰσάγει κίνησιν· UF αἱ γὰρ F, ἡ γὰρ U οὐράνιον G σφέραι F, σφαῖρα U 3 ἔλαχεν UF ταὐτοῦ Mang. : αὐτοῦ codd. δεξιάν U 4 κατὰ MGH 5 μία ἣ] μίαν UFL2 ἣ καὶ] καὶ ἡ Turn. τὴν αὐτὴν UF : αὐτὴν om. ceteri 6 αἱ] ἡ UF ἑπτά om. UF τῶν] τὴν GHcorr. ἐθελουσίαν UF 7 ἴσχουσαι scripsi: ἴσχουσι codd. 9 δ’ UF οἰκεία] ἑκουσία coni. Mang. 10 τῶν] τὸν F 10. 11 ἀστέρων καὶ om. UF 11 μήκει P χρόνου U, χρόνον Γ’ τἀς μὲν ἰσοδρόμους] τὰς δὲ μεσοδρόμους UF 13 ἀνισοδρόμους corr. Turn. : μεσοδρόμους MAPGH, μὴ μεσοδρόμους UF ἀνίσους UF δ’ ἔχοντα] δ’ om. AP, διέχοντα M, δ’ ἐχούσας UF 14 γοῦν UF, οὖν om. M τὸ μὲν] τοῦτο μὲν AP1 15 ἐξωτάτη UF ὁ ἔσχατος scripsi: ὁ om. codd., ἐσχάτη Richter 16 τὰ om. AP1 17 χορεύοντες UF λιπόντες H, λιπόντες ceteri αὐτοὺς πατὴρ transp. UH, αὐτοὺς θεὸς F 18 ἑξαγῆ Mang. : ἐξ ἀρχῆς codd. 19 ἀναλογοῦντας om. G ἑαυτοῖς UF: ἐφ’ οἷς AP, ἐφ’ ἑαυτοῖς GH, ἐφ’ ἑαυτοὺς M πλανητῶν M 20 καθάπερ] θάτερον AP) [*](2 sqq. cf. Plat. Tim. 36 C (Diog. La. III 68).)
τὸ δ’ ἄνευ θεοῦ ψεκτόν. τὰ μὲν δὴ Χερουβὶμ καθ’ ἕνα τρόπον οὕτως ἀλληγορεῖται· ῥομφαίαν δὲ φλογίνην καὶ στρεφομένην τὴν κίνησιν αὐτῶν καὶ τοῦ παντὸς οὐρανοῦ τὴν ἀίδιον φορὰν ὑποτοπητέον λέγεσθαι. μήποτε δὲ καθ’ ἑτέραν ἐκδοχὴν τὰ μὲν Χερουβὶμ δηλοῖ τῶν ἡμισφαιρίων ἑκάτερον· καὶ γὰρ ἀντιπρόσωπά φησιν εἶναι νεύοντα πρὸς τὸ ἱλαστήριον πτεροῖς (Exod. 25, 19), ἐπειδὴ καὶ ταῦτα ἀντικρὺ μέν ἐστιν ἀλλήλων, νένευκε δὲ ἐπὶ γῆν τὸ μέσον τοῦ παντός, ᾧ καὶ διακρίνεται·
ἡ δὲ μόνη τῶν τοῦ κόσμου μερῶν ἑστῶσα παγίως Ἑστία πρὸς τῶν παλαιῶν εὐθυβόλως ὠνόμασται, ἵνα περί τι βεβαίως ἱδρυμένον ἡ ἑκατέρων τῶν ἡμισφαιρίων ἐμμελεστάτη γίγνηται περιπόλησις. ἡ δὲ φλογίνη ῥομφαία σύμβολον ἡλίου· φλογὸς γὰρ ὢν πίλημα πολλῆς ὠκυδρομώτατον γέγονε τῶν ὄντων, ὡς ἡμέρᾳ μιᾷ τὸν σύμπαντα περιδινεῖσθαι κόσμον.
ἤκουσα δέ ποτε καὶ σπουδαιοτέρου λόγου παρὰ ψυχῆς ἐμῆς εἰωθυίας τὰ πολλὰ θεοληπτεῖσθαι καὶ περὶ ὧν οὐκ οἶδε μαντεύεσθαι· ὅν, ἐὰν δύνωμαι, ἀπομνημονεύσας ἐρῶ. ἔλεγε δέ μοι κατὰ τὸν ἕνα ὄντως ὄντα θεὸν δύο τὰς ἀνωτάτω εἶναι καὶ πρώτας δυνάμεις ἀγαθότητα καὶ ἐξουσίαν, καὶ ἀγαθότητι μὲν τὸ πᾶν γεγεννηκέναι, ἐξουσίᾳ δὲ τοῦ γεννηθέντος ἄρχειν, τρίτον δὲ συναγωγὸν ἀμφοῖν μέσον εἶναι λόγον, λόγῳ γὰρ καὶ ἄρχοντα καὶ ἀγαθὸν εἶναι τὸν θεόν·
ἀρχῆς μὲν οὖν καὶ [*](1 ἐνοικεῖ ὁ κυκλωθεὶς U τὰς δ’ ἡνίας UF πιστεύει UF ἐποχῶν UF πλημμελεῖ F 2 ἐπιστασίαν Mang. : ἐπίστασιν codd. ἁπάσας δ’] ἀλλὰ πάσας UF αὐτοῦ UF ἐναρμονίου U, ἐν ἁρμονία F 3 μάλιστα δ’ U, μάλιστα δὲ F οὕτως] om. M, οὐ Α τάξει γεγενῆσθαι UF 5 οὕτως] ὅπως AP, om. M 8 ἑκατέριον Α φησιν codd.: φασιν Mang. 1) πτεροῖς Mang.: om. U, ἑτέροις ceteri ἀντικρὺ Hcorr.: ἄντικρυς ceteri 10 δ’ Gll μέσον] μετὰ U ὦ] ὃ U 12 περί] εἴπερ F ἡ] ἡ F ἑκατέρως U, ἑκατέρου Γ’ 13 γίγνηται MAPG: γίνηται II, γίνεται U, ora. F 14 συμβολικῶς ὁ ἥλιος UF ὠκυδρομώτατον scripsi: ὠκυδρομώτατος codd. 15 περι θεῖν AP κόσμον περιδινεῖσθαι transp. UF 16 δέ] δ’ ἔγωγε UF Ifi. 17 εἰωθείας F 17 ὅν] ὧν MUP 18 δύναμαι AP 18. 19 ὄντως καὶ ὄντα AP1 19 ὄντα] θηῶ UF δυνάμεις καὶ πρώτας transp. UF 20 καὶ ante ἀγαθότητι om. UF γεγενηκέναι MGHUF 21 γενηθέντος H συναγωγὸν UFL2: συνάγοντες ceteri ἄμφω UF 22 καὶ post οὖν om. AP1) [*](3 D C fol. 183r D R fol. 178v ἐκ τῶν αὐτῶν (praecedit excerptum ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας) : τὸ σὺν θεῷ πᾶν ἐπαινετόν· τὸ δὲ ἄνευ θεοῦ φευκτόν. 11 cf. Eur. frg. 944 (Macrob. Sat. I 23, 8) Arist. de Mundo 2.)
ἑκατέρου δὴ τῶν Χερουβίμ, ὦ διάνοια, δέξαι τύπον ἀκιβδήλευτον, ἵνα περί τε ἀρχῆς τοῦ αἰτίου καὶ ἀγαθότητος ἐναργῶς ἀναδιδαχθεῖσα καρπώσῃ κλῆρον εὐδαίμονα· γνώσῃ γὰρ εὐθὺς καὶ τὴν τῶν ἀκράτων δυνάμεων σύνοδόν τε καὶ κρᾶσιν, ἐν οἷς ἀγαθὸς μὲν ὁ θεὸς ἐμφαινομένου τοῦ τῆς ἀρχῆς ἀξιώματος, ἐν οἷς δὲ ἄρχων ἐμφαινομένης τῆς ἀγαθότητος· ἵνα τὰς ἐκ τούτων ἀπογεννωμένας ἀρετὰς φιλοφροσύνην καὶ εὐλάβειαν θεοῦ κτήσῃ, μήτε ἐν οἷς εὖ πάσχεις ὑψηγοροῦσα διὰ τὸ τῆς ἡγεμονίας τοῦ βασιλέως μέγεθος μήτε ἐν οἷς ὑπομένεις τι τῶν ἀβουλήτων ἀπογινώσκουσα τὰς ἀμείνους ἐλπίδας δι’ ἡμερότητα τοῦ μεγάλου καὶ φιλοδώρου θεοῦ.
φλογίνη δὲ ῥομφαία, διότι χρὴ τούτοις παρακολουθεῖν τὸν μέσον τῶν πραγμάτων ἔνθερμον καὶ πυρώδη λόγον, ὃς οὐδέποτε λήγει κινούμενος σπουδῇ πάσῃ πρὸς αἵρεσιν μὲν τῶν καλῶν, φυγὴν δὲ τῶν ἐναντίων.