De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
τὸ δὲ παθητὸν ἄψυχον καὶ ἀκίνητον ἐξ ἑαυτοῦ, κινηθὲν δὲ καὶ σχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον, τόνδε τὸν κόσμον· ὃν οἱ φάσκοντες ὡς ἔστιν ἀγένητος λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑποτεμνόμενοι τὴν πρόνοιαν.
τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν αἱρεῖ λόγος· καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς καὶ ὅσα μὲν ἐπιζήμια καὶ βλαβερὰ μηχανῇ πάσῃ διωθεῖται, τὰ δὲ ὅσα ὠφέλιμα καὶ λυσιτελῆ κατὰ πάντα τρόπον ἐκπορίζειν ἐπιποθεῖ·
πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι. ἀπεριμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζον τῷδε τῷ κόσμῳ τὸν ἔφορον ἢ βραβευτὴν ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ’ οὗ πάντ’ οἰκονομεῖσθαι καὶ πρυτανεύεσθαι θέμις.
ἀλλ’ ὅ γε μέγας Μωυσῆς ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγένητον — πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέποτε κατὰ ταὐτὰ ὄν — τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν ὡς ἀδελφὸν καὶ συγγενὲς ἀιδιότητα, τῷ δ’ αἰσθητῷ γένεσιν οἰκεῖον ὄνομα ἐπεφήμισεν. ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γενητός· ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ μάλα σεμνῶς θεολογήσας.
[*](1 ἡ ἐπιστήμη VM καὶ κρεῖττον M, καὶ κρεῖττον ΑΒ αὑτὸ τὸ καλὸν καὶ αὐτὸ τὸ ἀγαθόν Β τἀγαθὸν Α 2 παθητικὸν V Eus κεινηθὲν V 3. 4 τόνδε τὸν κόσμον] τὸν δὲ κόσμον FGHR 4 ὃν οἱ φάσκοντες V Eus: ὃν om. ceteri ἀγέννητον (om. ὡς ἔστιν) R Eus 5 τῶν εἰς εὐσέβειαν ἡκόντων FGHR ἀποτεμνόμενοι R ἑ 6 ποιητὴν καὶ πατέρα R αἱρεῖ (sic) V, αἱρεῖ M, ἐρεῖ G, ἱστορεῖ Η, οἶδεν R γ ὁ λόγος R 7 ὁ γὰρ R ἐκγόνων M καὶ ὅ R 8 καὶ βλαβερὰ om. Eus 9 τὰ δ’ ὅσα MFGHR, τὰ δ’ ὅσ’ ABP, ὅσα δὲ Eus κατὰ π. τ. V: κατὰ om. ceteri 10 γεγονὼς F οἰκίωσις V, ὁμοίωσις M 10. 11 ἀπεριμάχητον FGH: περιμάχητον ceteri 11 κατασκευάζον (ον ex ων corr.) V: ἐστὶ MABP, κατασκευάζειν FGH Eus τῶνδε V, τῶ δὲ M 12 ὡς τὸν ἔφορον V, sed ὡς rursus deletum ἔφορον] φόβον Eus 13 πάντ’ V Eus: τὰ πάντ’ M, τὰ πάντα ceteri γε om. Eus Μωυσῆς VF: Μώσης ceteri 15 τὰ αὐτὰ codd. ὃν] ὄντα M 15. 16 κατὰ ταῦτα ὄντων μὲν ἀοράτων καὶ νοητῶν V 16 συγγενῆ Eus 17 γένεσιν om. Eus καὶ οἰκεῖον Η, τὸ οἰκεῖον V εἴτ’ ἐφήμισεν V ἀόρατός V 18 ἀναγκαῖος VR καὶ οὐ γενητὸς V 18. 19 οὐκ ἀπὸ σκοποῦ om. Eus. codd. plerique αὐτοῦ ἀνεγράψατο μάλα θεολογῶν Eus. codd. plerique)[*](4—10 τὸν δὲ κόσμον—πεποιηκότι R fol. 89r 17—4,5 ἐπεὶ—ἕξ R ibid. 1*)