De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
Ἓξ δὲ ἡμέραις δημιουργηθῆναί φησι τὸν κόσμον, οὐκ ἐπειδὴ προσεδεῖτο χρόνων μήκους ὁ ποιῶν — ἅμα γὰρ πάντα δρᾶν εἰκὸς θεόν, οὐ προστάττοντα μόνον ἀλλὰ καὶ διανοούμενον —, ἀλλ’ ἐπειδὴ τοῖς γινομένοις ἔδει τάξεως. τάξει δὲ ἀριθμὸς οἰκεῖον, ἀριθμῶν δὲ φύσεως νόμοις γεννητικώτατος ὁ ἕξ· τῶν τε γὰρ ἀπὸ μονάδος πρῶτος τέλειός ἐστιν ἰσούμενος τοῖς ἑαυτοῦ μέρεσι καὶ συμπληρούμενος ἐξ αὐτῶν, ἡμίσους μὲν τριάδος, τρίτου δὲ δυάδος, ἕκτου δὲ μονάδος, καὶ ὡς ἔπος εἰπεῖν ἄρρην τε καὶ θῆλυς εἶναι πέφυκε κἀκ τῆς ἑκατέρου δυνάμεως ἥρμοσται· ἄρρεν μὲν γὰρ ἐν τοῖς οὖσι τὸ περιττόν, τὸ δ’ ἄρτιον θῆλυ· περιττῶν μὲν οὖν ἀριθμῶν ἀρχὴ τριάς, δυὰς δ’ ἀρτίων, ἡ δ’ ἀμφοῖν δύναμις ἑξάς.
ἔδει γὰρ τὸν κόσμον τελειότατον μὲν ὄντα τῶν γεγονότων κατ’ ἀριθμὸν τέλειον παγῆναι τὸν ἕξ, ἐν ἑαυτῷ δ’ ἔχειν μέλλοντα τὰς ἐκ συνδυασμοῦ γενέσεις πρὸς μικτὸν ἀριθμὸν τὸν πρῶτον ἀρτιοπέριττον τυπωθῆναι, περιέξοντα καὶ τὴν τοῦ σπείροντος ἄρρενος καὶ τὴν τοῦ ὑποδεχομένου τὰς γονὰς θήλεος ἰδέαν.
ἑκάστῃ δὲ τῶν ἡμερῶν ἀπένειμεν ἔνια τῶν τοῦ παντὸς τμημάτων τὴν πρώτην ὑπεξελόμενος, ἣν αὐτὸς οὐδὲ πρώτην, ἵνα μὴ ταῖς ἄλλαις συγκαταριθμῆται, καλεῖ, μίαν δ’ ὀνομάσας ὀνόματι εὐθυβόλῳ προσαγορεύει, τὴν μονάδος φύσιν καὶ πρόσρησιν ἐνιδών τε καὶ ἐπιφημίσας αὐτῇ. λεκτέον δὲ ὅσα οἷόν τέ ἐστι τῶν ἐμπεριεχομένων, ἐπειδὴ πάντα ἀμήχανον· περιέχει γὰρ τὸν νοητὸν κόσμον ἐξαίρετον, ὡς ὁ περὶ αὐτῆς λόγος μηνύει.
προλαβὼν γὰρ ὁ [*](1 δὲ om. V, δ’ FGH φησὶ δημιουργηθῆναι ABP 2 χρόνον V, τοῦ χρόνων M, τοῦ τῶν χρόνων ABP θεὸν εἰκὸς E 3 οὐ π. ἀλλὰ κ. δ. μόνον coni. Wendl. 4 γιγνομένοις V τάξει] τάξεως M δὲ VHR: δ’ ceteri 5 ὁ πρῶτος MABP 6 αὐτοῦ VMABP μέρεσιν V ἡμηΐσους V 7 τριάδος] τριῶν ABP 8 ἄρρεν M πέφυκεν V κἀκ FGH: καὶ ἐκ ceteri 9 οὖσι] δυσὶ MABP ἀρτίον V περιττον (sic) V 10 δυὰς δ’ ἀρτίων] δύο δ’ ἄρτιον V ἀμφοῖν] ἐπ’ ἀμφ’ οἶν FGH 11 ἑξάς] ἕξ FGH δεῖ FGHR γὰρ] δὲ R μὲν ὄντα] μένοντα V, μὲν om. BR 12 ἑαυτῷ FGH: αὐτῷ ABP, αὐτῷ VM 12. 13 τὰ ἐξ ἐνδοιασμοῦ M 13 γενέσεις om. M πρόσμικτον V ἀρτίου περιττὸν V 14 περὶ ἓξ ὄντα M σπείραντος M 15 εἰδέαν V, ἰδέας Β ἑκάστην M 15. 16 ἀπένιμεν V 16 ἔνια] ἑνὶ M 18 ὀνόματι εὐθυβόλῳ scripsi: ὀνόματι εὐθυβόλως V, εὐθυβόλως (om. ὀνόματι) ceteri πρὸς αγορευθῆναι (sic) V φύσιν τε καὶ ΜΑΒP 19 αὐτήν codd., αὐτῇ corr. Turn. δὲ ὅσα] δ’ ὡς MABP τ’ ἔστι ABP 20 περιεχομένων M 21 μηνύσει FGH λάβ’ προιδὼν Α, προιδὼν BP2) [*](11—12 δεῖ—ἕξ R fol. 89v 17 τὴν δὲ πρώτην οὐ καλεῖ πρώτην, ἶνα μὴ ταῖς συγκαταριθμῆται R ibid. 21—5,3 προλαβὼν—ἀπεικονίσθη R ibid.; tum pergit: εἶτα λέγει τὸν ὁρατόν τοῦτον κόσμον πρὸς ἀόρατον ἀρχέτυπον γενέσθαι, καὶ χρῆται παραδείγματι τοιούτῳ· ἐπειδὰν πόλις κτλ. (9) 4, 21 sqq. Chalcid. in Plat. Tim. cap. 218 Quod ergo illud caelum prius quam cetera deus condidit quamve terram? Philo carentes corpore atque intellegibiles essentias esse censet, ideas et exemplaria tam siccae istius terrae quam soliditatis. 9—6,5 ἐπειδὰν—αὐτῆς R ibid. 12 cf. Plat, Tim. 24 C)