De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
οὐ μὴν διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἕνεκα τοῦ θεοφιλοῦς καὶ ὑπὲρ δύναμιν ἐπιτολμητέον λέγειν, οἴκοθεν μὲν οὐδέν, ὀλίγα δ’ ἀντὶ πολλῶν, ἐφ’ ἃ τὴν ἀνθρωπίνην διάνοιαν φθάνειν εἰκὸς ἔρωτι καὶ πόθῳ σοφίας κατεσχημένην.
ὡς γὰρ τῶν κολοσσιαίων μεγεθῶν τὰς ἐμφάσεις καὶ ἡ βραχυτάτη σφραγὶς τυπωθεῖσα δέχεται, οὕτως τάχα που καὶ τὰ τῆς ἀναγραφείσης ἐν τοῖς νόμοις κοσμοποιίας ὑπερβάλλοντα κάλλη καὶ ταῖς μαρμαρυγαῖς τὰς τῶν ἐντυγχανόντων ψυχὰς ἐπισκιάζοντα βραχυτέροις παραδηλωθήσεται χαρακτῆρσιν, ἐπειδὰν ἐκεῖνο μηνυθῇ πρότερον, ὅπερ οὐκ ἄξιον ἀποσιωπῆσαι.
Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν θαυμάσαντες τὸν μὲν ἀγένητόν τε καὶ ἀίδιον ἀπεφήναντο, τοῦ δὲ θεοῦ πολλὴν ἀπραξίαν ἀνάγνως κατεψεύσαντο, δέον ἔμπαλιν τοῦ μὲν τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς καταπλαγῆναι, τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοῦ μετρίου.
Μωυσῆς δὲ καὶ φιλοσοφίας ἐπ’ αὐτὴν φθάσας ἀκρότητα καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς ἔγνω δή, ὅτι ἀναγκαιότατόν ἐστιν ἐν τοῖς οὖσι τὸ μὲν εἶναι δραστήριον αἴτιον, τὸ δὲ παθητόν, καὶ ὅτι τὸ μὲν δραστήριον ὁ τῶν ὅλων νοῦς ἐστιν εἱλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἀρετὴ καὶ κρείττων [*](1 ἀνυμνῆσαι VFGH, ἐρεῖ R δύναιτο om. R, δύναται F 2 θνητοῦ] γενητοῦ MABP ὀργάνῳ HR, ὀργάνου FG 3 τοῦτ’ V, ταῦτα R, ταύτης οὔθ’ M ἀλλὰ VR 4 δὲ R 6 κατησχημένων V, κατισχημένην AP, κατεσχημένον Β ἴε αἰ κολοσιέων M, κολοσσαίων Α, κολοσσιέων Β, κολοσσιαιέων R 7 τυπωθείσας Christophorson Mang. οὕτως V: οὕτω ceteri 9 σκιάζοντα V 10 παραδοθήσεται ABP ἐπειδὰν δ’ ἐκεῖνο V μυνηθῇ M 11 παρασιωπῆσαι Β, ὑποσιωπῆσαι N 13 τοῦ θεοῦ δὲ FGH, δὲ om. V Eus 14 ἀνάγνως V Eus: ἐναγῶς F1H, ἐναργῶς F2GR, οὐκ εὐαγῶς MABP καταψευσάμενοι V Eus τοῦ μὲν] τούτου V Eus 15 τοῦ μετρίου ἀποσεμνῦναι H 16 Μώσης codd. συνεκτικοτάτων τῆς φύσεως V 18 δή, ὅτι] διότι VM Eus δραστήριον ὡς αἴτιον MABP 19 αἴτιον—δραστήριον om. Eus 20 κρείττων ἡ ἀρετὴ V, κρείττω τε ἡ ἀρετὴ M, κρεῖττον τε ἡ ἀρετὴ AB, κρείττων τε ἡ ἀρετὴ ceteri, κρείττων ἢ ἀρετὴ ω καὶ om. Eus καὶ κρεῖττον M, καὶ κρεῖττον AB) [*](6—11 ὡς—ὑποσιωπῆσαι N fol. 160v 12—3,19 Τινὲς—θεολογήσας Euseb. VIII 13)