De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

Ἐπεὶ δ’ ὁ σύμπας κόσμος ἐτελειώθη κατὰ τὴν ἑξάδος ἀριθμοῦ τελείου φύσιν, τὴν ἐπιοῦσαν ἡμέραν ἑβδόμην ἐσέμνυνεν ὁ πατὴρ ἐπαινέσας καὶ ἁγίαν προσειπών· ἑορτὴ γὰρ οὐ μιᾶς πόλεως ἢ χώρας ἐστὶν ἀλλὰ τοῦ παντός, ἣν κυρίως ἄξιον καὶ μόνην πάνδημον ὀνομάζειν καὶ τοῦ κόσμου γενέθλιον.

τὴν δ’ ἑβδομάδος φύσιν οὐκ οἶδ’ εἴ τις ἱκανῶς ἂν ὑμνῆσαι δύναιτο παντὸς οὖσαν λόγου κρείττονα· οὐ μὴν ὅτι θαυμασιωτέρα τῶν περὶ αὐτῆς λεγομένων ἐστί, διὰ τοῦθ’ ἡσυχαστέον, ἀλλ’ ἐπιτολμητέον, εἰ καὶ μὴ πάντα μηδὲ τὰ κυριώτατα οἷόν τε, τὰ γοῦν ταῖς ἡμετέραις διανοίαις ἐφικτὰ δηλῶσαι.

διχῶς ἑβδομὰς λέγεται, ἡ μὲν ἐντὸς δεκάδος, ἥτις ἑπτάκις μονάδι μόνῃ μετρεῖται συνεστῶσα ἐκ μονάδων ἑπτά, ἡ δ’ ἐκτὸς δεκάδος, ἀριθμὸς οὗ πάντως ἀρχὴ μονὰς κατὰ τοὺς διπλασίους ἢ τριπλασίους ἢ συνόλως ἀναλογοῦντας ἀριθμούς, ὡς ἔχει ὁ ἑξηκοντατέσσαρα καὶ ὁ ἑπτακόσια εἰκοσιεννέα, ὁ μὲν κατὰ τὸν ἀπὸ μονάδος διπλάσιον παραυξηθείς, ὁ δ’ αὖ κατὰ τὸν τριπλάσιον.

ἑκάτερον δὲ εἶδος οὐ παρέργως ἐπισκεπτέον. τὸ μὲν δὴ δεύτερον ἐμφανεστάτην ἔχει προνομίαν· αἰεὶ γὰρ ὁ ἀπὸ μονάδος συντιθέμενος ἐν διπλασίοις ἢ τριπλασίοις ἢ συνόλως ἀναλογοῦσιν ἕβδομος ἀριθμὸς κύβος τε καὶ τετράγωνός ἐστιν, ἀμφότερα τὰ εἴδη περιέχων τῆς τε ἀσωμάτου καὶ σωματικῆς οὐσίας, τῆς μὲν ἀσωμάτου κατὰ τὴν ἐπίπεδον ἣν ἀποτελοῦσι τετράγωνοι, τῆς δὲ σωματικῆς κατὰ τὴν στερεὰν ἣν ἀποτελοῦσι κύβοι. [*](1 θέει AP, θεῖ Β, θέοιεν F2G 3 πλεόντων ABP1 ἐν χερσὶ VM: ἐν ταῖς χερσὶ ceteri 4 αὑτῶν Α, αὐτῶν corr. ex αὐτῶν Η: αὐτῶν ceteri δή V: δέ ceteri καὶ om. A1BP1 5 κυβερνῇ F τὰ ἐπίγεια M 8 τὴν τῆς ἑξάδος M 9 τελείου VM: τελείαν ceteri 11 ἀλλὰ τοῦ παντός om. F 12 γενέσιον Η δ’ om. G 13 ἱκανὸς ABP, ἱκανὸς ἀξίως M, ἱκανῶς om. G ἂν ὑμνῆσαι scripsi: ἀνυμνῆσαι codd. 14 τοῦτ’ V, τοῦτο M 15 ἀλλὰ V 16 ἐφεικτὰ V 17 συνεστῶσα δ’ ἐκ M 18 ἡ δ’ ἐκτὸς δεκάδος scripsi: ἡ δὲ τῆς ἑβδομάδος V, ἡ δὲ ἑπτὰς, ἕβδομος M, ἡ δὲ τῆς ἑβδομάδος ἐκτὸς ceteri οὗ] οὐ V 19 διπλασίους: hic desinit V 23 ἀεὶ ABP 24 ἑβδομάδος M κα 26 οὐσίας] φύσεως οὐσίας M, ἰδέας G ἀποτελοῦσι M 27 τετράγωνοι (ι in ras.) οἱ τετράγωνον M: τετράγωνον ceteri στερεὰν M: ἑτέραν ceteri κύβον ABP)

v.1.p.32
σαφεστάτη δ’ οἱ λεχθέντες ἀριθμοὶ πίστις·