De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

τὰς γοῦν πολυζῴους ἀγέλας προβάτων αἰγῶν βοῶν ἄγει ποιμὴν αἰπόλος βουκόλος, ἄνθρωποι μηδὲ τοῖς σώμασιν ἐρρωμένοι καὶ σφριγῶντες, ὡς ἕνεκα γοῦν εὐεξίας ἐμποιῆσαι τοῖς ἰδοῦσι κατάπληξιν· καὶ αἱ [*](2 ἐπὶ] ἔτι P 2. 3 ἀναγκαίως ἔδει Turn. 6 θεασάμενον Α 6. 7 τὰς φύσεις VM: τὴν φύσιν ceteri 7 ἀγριότητα V, ἀγριῶντα M ἐγίγνετο V, ἐγίνοντο ΑP 8 ἀτιθάσους VM: ἀτιθάσσους ceteri λύττας M, αὐγὰς V: λύσσας ceteri 8. 9 δὲ μόνον] δεόμενον V 9 τιθασευόμενα VM: τιθασσευόμενα ceteri 11 καθίστη V: καθίστησι ceteri χερσαίων τὲ καὶ M 12 καὶ om. Β 13 τά om. V ὑφεξελόμενος V 14 ἐπιτυχόντα ABP 15 πληθὺς M ἀνδρὸς ἑνὸς V: ἑνὸς ἀνδρὸς ceteri, ἑνὸς om. M 16 οὔθ’] οὔτε V οὐδὲ σίδηρον M οὔτε τι MBFG: οὔτε τὶ ἄλλο V, οὔτε τινὶ H, τι om. ΑP 17 δὲ MABP αὐτῶ μόνον FG, αὑτῶ μόνην M ἔχοντα ABP 18 διασημεῖναι V ἐν] εἰ VM εἰ om. VM (ante κάμοι) κάμῃ M 18. 19 στηρίζεσθαι MH 19 τῶν προβάτων H 21 ἕνεκεν F ἰδοῦσι] ὁδοῦσι H καὶ αἱ] κἄν M) [*](3 sqq. Gregor. Nyss. de hom. opif. cap. 2 . . . οὐδὲ γὰρ ἦν εἰκὸς τὸν ἄρχοντα πρὸ τῶν ἀρχομένων ἀναφανῆναι, ἀλλὰ τῆς ἀρχῆς πρότερον ἑτοιμασθείσης ἀκόλουθον ἦν ἀναδειχθῆναι τὸν βασιλεύοντα, ἐπειδὴ τοίνυν οἷόν τινα βασίλειον καταγωγὴν τῷ μέλλοντι βασιλεύειν ὁ τοῦ παντὸς ποιητὴς προηυτρέπισεν . . . διὰ ταῦτα τελευταῖος μετὰ τὴν κτίσιν εἰσήχθη ὁ ἄνθρωπος, οὐχ ὡς ἀπόβλητος ἐν ἐσχάτοις ἀπορριφείς, ἀλλ’ ὡς ἅμα τῇ γενέσει βασιλεὺς εἶναι τῶν ὑποχειρίων προσήκων.)

v.1.p.30
τοσαῦται τῶν τοσούτων ἀλκαί τε καὶ δυνάμεις εὐοπλούντων—ἔχουσι γὰρ τὰς ἐκ φύσεως παρασκευὰς αἷς ἀμύνονται—καθάπερ δοῦλοι δεσπότην κατεπτήχασι καὶ τὰ προσταττόμενα δρῶσι· ταῦροι μὲν καταζεύγνυνται πρὸς ἄροτον γῆς καὶ βαθείας αὔλακας ἀνατέμνοντες δι’ ἡμέρας, ἔστι δ’ ὅτε καὶ νυκτός, μακρὸν δόλιχον ἀποτείνουσι γεωπόνου τινὸς ἐφεστῶτος· κριοὶ δὲ βρίθοντες βαθέσι μαλλοῖς ὑπόποκοι κατὰ τὴν ἔαρος ὥραν ὑπὸ ποιμένος κελευσθέντες ἵστανται μετ’ ἠρεμίας ἢ καὶ ἡσυχῇ κατακλινέντες ἐμπαρέχουσιν ἀποκείρασθαι τὸ ἔριον ἐθιζόμενοι καθάπερ αἱ πόλεις τὸν ἐτήσιον ἀποδιδόναι δασμὸν τῷ φύσει βασιλεῖ·

καὶ μὴν τό γε θυμικώτατον ζῷον ἵππος ῥᾳδίως [ἄγεται] χαλιναγωγηθείς, ἵνα μὴ σκιρτῶν ἀφηνιάζῃ, καὶ τὰ νῶτα κοιλάνας εὖ μάλα πρὸς τὸ εὔεδρον δέχεται τὸν ἔποχον καὶ μετέωρον ἀναβαστάσας ὀξύτατα θεῖ σπουδάζων, εἰς οὓς ἂν ἐπείγηται γίνεσθαι τόπους ἐκεῖνος, ἀφικνεῖσθαι καὶ διακομίζειν· ὁ δ’ ἐφιδρυμένος ἄνευ καμάτων κατὰ πολλὴν ἡσυχίαν ἑτέρου σώματι καὶ

ποσὶν ἀνύτει τὸν δρόμον. πολλὰ δ’ ἂν ἔχοι τις λέγειν ἕτερα βουλόμενος ἀπομηκύνειν εἰς ἔνδειξιν τοῦ μηδὲν ἀπελευθεριάζειν ὑπεξῃρημένον τῆς ἀνθρώπου ἡγεμονίας· δείγματος δ’ ἕνεκα καὶ τὰ ῥηθέντα ἀρκεῖ. χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν ὅτι οὐ παρ’ ὅσον ὕστατον γέγονεν ἄνθρωπος διὰ τὴν τάξιν ἠλάττωται.

μάρτυρες δ’ ἡνίοχοι καὶ κυβερνῆται· οἱ μὲν γὰρ ὑστερίζοντες τῶν ὑποζυγίων καὶ κατόπιν αὐτῶν ἐξεταζόμενοι ᾗ ἂν ἐθέλωσιν αὐτὰ ἄγουσι τῶν ἡνιῶν ἐνειλημμένοι καὶ τοτὲ μὲν ἐφιέντες πρὸς ὀξὺν δρόμον τοτὲ δ’ ἀναχαιτίζοντες, εἰ φορᾷ τοῦ [*](1 ἀλκαί τε om. F 2 δεσπότας ABP 3 δρῶσιν V ταῦροι] βόες Cbristophorson (Mang.) μὲν γὰρ M 4 ἄροτον Markland (Mang.): ἄροτρον codd. ἀνα ἀνατεμόντες F, κατατέμνοντες Α, κατατέμνοντες P, ἀνατέμνονται Η δι’ ἡμέρας] νυκτὸς καὶ ἡμέρας M ἔστιν V 5 καὶ νυκτὸς addidi μακρὸν] πόνον M δολιχὸν VM 6 Κρεῖοί V βρείθοντες V μαλοῖς MH ὑπόποκοι] καὶ πόκοις M 7 ἢ καὶ VFG: ἢ om. ceteri κατακλινέντες VFG: κατακλίνοντες MH, κατακλιθέντες ABP 8 ἀποκείρεσθαι H ἔριον] ἔργον ABP1 ἐθιζόμεναι H εἰς αἱ πόλεις] αἰπόλοις G 9 τῶ φύσει βασιλεῖ VM: τῶ βασιλεῖ φύσει ceteri 10 ἄγεται seclusi χαλιναγωγηθείς VM: χαλινωθείς ceteri 12 θεῖ] σεῖ V 13 γίνεσθαι om. MABP (fort. recte) διακομίζει M δ’ V: δὲ ceteri 14 ἐφειδρυμένος V 15 ἀνύττει V: ἀνύει M, ἐξανύτει G, ἐξανύττει ABP, ἐξανύει FH ἔχη H, ἔχοι L ἕτερα λέγειν ABP 16. 17 ὑφεξηρημένον V 18 ἐκεῖν’ ABP ὕστατος M, ὕστερον Β 19 post ἄνθρωπος add. τῆς τοῦ κόσμου γενέσεως M 20 γὰρ om. V ὑστερίζονται H 21 ᾖ ἄν] ἡ ἐὰν V, ἐὰν (om. ᾗ) M θέλωσιν MABPG ἄγουσιν V ἡνίων VM εἰλημμένοι H 22 ἀναχετίζοντες VABP εἰ]ὡς μὴ M εἰσφορὰ Β, εἰ(??)φορᾶ)

v.1.p.31
δέοντος πλείονι θέοι· οἱ δ’ αὖ κυβερνῆται πρὸς τὸ τῆς νεὼς ἔσχατον χωρίον πρύμναν παρελθόντες πάντων ὡς ἔπος εἰπεῖν εἰσιν ἄριστοι τῶν ἐμπλεόντων, ἅτε τῆς νεὼς καὶ τῶν ἐν αὐτῇ τὴν σωτηρίαν ἐν χερσὶ ταῖς αὑτῶν ἔχοντες. ἡνίοχον δή τινα καὶ κυβερνήτην ἐφ’ ἅπασιν ὁ ποιητὴς ἐδημιούργει τὸν ἄνθρωπον, ἵνα ἡνιοχῇ καὶ κυβερνᾷ τὰ περίγεια ζῴων καὶ φυτῶν λαβὼν τὴν ἐπιμέλειαν οἷά τις ὕπαρχος τοῦ πρώτου καὶ μεγάλου βασιλέως.