De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

πολλὰ γὰρ ὕδωρ καὶ ἀὴρ εἰς ἀγονίαν καρπῶν νεωτερίζουσιν. εἰ δὲ σωφροσύνῃ μὲν ἐξευμαρισθεῖεν αἱ ἄμετροι τῶν παθῶν ὁρμαί, δικαιοσύνῃ δὲ αἱ περὶ τἀδικεῖν σπουδαί τε καὶ φιλοτιμίαι καὶ συνελόντι φράσαι ταῖς ἀρεταῖς καὶ ταῖς κατ’ ἀρετὰς ἐνεργείαις αἱ κακίαι καὶ αἱ κατ’ αὐτὰς ἀνήνυτοι πράξεις, ἀνῃρημένου μὲν τοῦ πολέμου τοῦ κατὰ ψυχήν, ὃς ἀψευδῶς ἐστι πολέμων ἀργαλεώτατος καὶ βαρύτατος, εἰρήνης δ’ ἐπισχούσης καὶ ταῖς ἐν ἡμῖν δυνάμεσιν εὐνομίαν παρασκευαζούσης ἡσυχῇ τε καὶ πρᾴως, ἐλπὶς ἂν ἦν τὸν θεὸν ἅτε φιλάρετον καὶ φιλόκαλον καὶ προσέτι φιλάνθρωπον τἀγαθὰ αὐτόματα παρασχεῖν ἐξ ἑτοίμου τῷ γένει· δῆλον γὰρ ὡς εὐμαρέστερον τοῦ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παραγαγεῖν τὸ τὴν ἐκ τῶν ὄντων φορὰν ἄνευ τέχνης γεωργικῆς ἐπιδαψιλεύσασθαι.

δευτέρα μὲν αἰτία ἥδε λελέχθω, τρίτη δ’ ἐστὶ τοιάδε. ἀρχὴν καὶ τέλος τῶν γεγονότων ὁ θεὸς ἁρμόσασθαι διανοηθεὶς ὡς ἀναγκαῖα καὶ φίλτατα ἀρχὴν μὲν οὐρανὸν ἐποίει, τέλος δὲ ἄνθρωπον, τὸν μὲν τῶν ἐν αἰσθητοῖς ἀφθάρτων τελειότατον, τὸν δὲ τῶν γηγενῶν καὶ φθαρτῶν ἄριστον, βραχύν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, οὐρανὸν πολλὰς ἐν αὑτῷ φύσεις ἀστεροειδεῖς ἀγαλματοφοροῦντα τέχναις καὶ ἐπιστήμαις καὶ τοῖς καθ’ ἑκάστην ἀρετὴν ἀοιδίμοις θεωρήμασιν· ἐπειδὴ γὰρ ἐναντία φύσει τό τε φθαρτὸν καὶ τὸ ἄφθαρτον, εἴδους ἑκατέρου τὸ κάλλιστον ἀρχῇ καὶ τέλει [*](1 πιγῶν V 2 γεωπόνων V, τῶν γεωπόνων M: γεωπόνον ceteri καθ’ ἡμέραν MF 3 συγκομίζονται M 5 φοραὶ κατέσυραν V: φορὰ κατέσυρεν ceteri ἐπενεχθείσης VM: κατενεχθείσης ceteri ἀθρόας VF 6 ἀνέτρεψε MFG: ἀνέτρεψαν V, ἀνέστρεψε Η, κατέστρεψε ABP 7 δὲ καὶ G 8 ὁρμαί] φοραί ABP 9 αἱ] ἄν M τἀδικεῖν V: τὸ ἀδικεῖν ceteri φιλοτιμίαι V φράσαι] φάναι M 10 αἱ κακίαι καὶ om. B καθ’ V 11 ἀνόνητοι G ἀνηρτιμένου V τοῦ πολέμου V: τοῦ οm. ceteri 12 δὲ MFGH 14 ἐλπὶς ἄν ἣν γ’· ἤλπισαν εἰς M, ἤλπισαν ceteri ἅτε] ὄντα M φιλόκαλον καὶ προσέτι om. F 15 τἀγαθὰ VM: τὰ ἀγαθὰ ceteri 16 εὐμαρέστατον H τοῦ μὴ τὰ ὄντα AHP εἰς τὸ om. V παραγαγεῖν Christophorson (Mang.): παρελθεῖν codd. τὸ om. V 17 γεωργικῆς] δημιουργικῆς ABP 18 λελέχθω VM: λέλεκται ceteri δὲ ἐστὶν V 20 ἐποιεῖτο τὸ in ras.) M 21 αἰσθητικοῖς ABP τῶν om. M 22 δεῖ] δὲ M ἑαυτῶ MP 23 καὶ ἐπιστήμαις V: καί τισιν ἐπιστήμαις ceteri)

v.1.p.29
προσένειμεν, ἀρχῇ μὲν οὐρανόν, ὡς ἐλέχθη, τέλει δὲ ἄνθρωπον.

ἐπὶ πᾶσι μέντοι κἀκεῖνο λέγεται πρὸς ἀπόδοσιν αἰτίας ἀναγκαίας. ἔδει πάντων γεγονότων ὕστατον φῦναι τὸν ἄνθρωπον, ἵνα τελευταῖος ἐξαπιναίως τοῖς ἄλλοις ζῴοις ἐπιφανεὶς ἐμποιήσῃ κατάπληξιν· ἔμελλε γὰρ ἰδόντα πρῶτον τεθηπέναι καὶ προσκυνεῖν ὡς ἂν ἡγεμόνα φύσει καὶ δεσπότην· διὸ καὶ θεασάμενα πάντα διὰ πάντων ἡμερώθη καὶ ὅσα τὰς φύσεις ἀγριώτατα κατὰ τὴν πρώτην εὐθὺς πρόσοψιν ἐγίνετο χειροηθέστατα, τὰς μὲν ἀτιθάσους λύττας ἐπιδεικνύμενα κατ’ ἀλλήλων, εἰς δὲ μόνον τὸν ἄνθρωπον τιθασευόμενα.

παρ’ ἣν αἰτίαν καὶ γεννήσας αὐτὸν ὁ πατὴρ ἡγεμονικὸν φύσει ζῷον οὐκ ἔργῳ μόνον ἀλλὰ καὶ τῇ διὰ λόγου χειροτονίᾳ καθίστη τῶν ὑπὸ σελήνην ἁπάντων βασιλέα χερσαίων καὶ ἐνύδρων καὶ ἀεροπόρων· ὅσα γὰρ θνητὰ ἐν τοῖς τρισὶ στοιχείοις γῇ ὕδατι ἀέρι πάντα ὑπέταττεν αὐτῷ, τὰ κατ’ οὐρανὸν ὑπεξελόμενος ἅτε θειοτέρας μοίρας ἐπιλαχόντα. πίστις δὲ τῆς ἀρχῆς ἐναργεστάτη τὰ φαινόμενα· θρεμμάτων ἔστιν ὅτε πλήθη μυρία πρὸς ἀνδρὸς ἑνὸς ἄγεται τοῦ τυχόντος οὔθ’ ὁπλοφοροῦντος οὔτε σίδηρον οὔτε τι τῶν ἀμυντηρίων ἐπιφερομένου, διφθέραν δ’ αὐτὸ μόνον ἔχοντος σκεπαστήριον καὶ βακτηρίαν ἕνεκα τοῦ διασημῆναί τε καὶ ἐν ταῖς ὁδοιπορίαις εἰ κάμοι στηρίσασθαι·