De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
Ἐπιζητήσειε δ’ ἄν τις τὴν αἰτίαν, δι’ ἣν ὕστατόν ἐστιν ἄνθρωπος τῆς τοῦ κόσμου γενέσεως· ἐφ’ ἅπασι γὰρ τοῖς ἄλλοις αὐτὸν ὁ ποιητὴς καὶ πατήρ, ὥσπερ αἱ ἱεραὶ γραφαὶ μηνύουσιν, εἰργάσατο. λέγουσιν οὖν οἱ τοῖς νόμοις ἐπὶ πλέον ἐμβαθύναντες καὶ τὰ κατ’ αὐτοὺς [*](1 ὡς ἄν οἶκος] ὅσ’ ἂν οὐ κοσμεῖ M ὧ V: ὡς F1, οἶς MF2H, οἷς καὶ G, οἷς αὗται ABP ἐνδιετᾶσθαι V 4 αὐτὸς] αὐτῶν ὁ ABP δι’ ὅλου Η σπουδαῖος γὰρ V 6 ἀνδρίαν ABPFG 7 φράσαι] φάναι ABP 8 καὶ καλὰ VM καὶ ἀρετὴν VM 9 δι’ αὐτοῦ MB, διὰ τοῦ V 10 διάφορα M 11 τῆ—τῆ VMFG: πῆ—πῆ ceteri 1 2 ἀνακεκραμένης om. M βελτίονος] κρείττονος M εἰδέας V, ἰδέας om. M 13 τοῦτ’ V: τοῦτο ceteri 14 ποιήσωμεν VM: ποιήσωμεν ἄνθρωπον ceteri 15 τε om. F 16 πράξεσι V ὁ θεὸς M 18 ἐγγόνοις MH δ’ ἡ M: δὴ V, δὲ ἡ ceteri αἱ] ἡ ΜΒ 19 ἐνέργεια MB 20 δεδημιουργεῖσθαι V μέρη V 21 προσεχέστατα V (Mang.): ἔσχατα ceteri ἰδεῶν M 23 ἐπιζητήσιε V ὕστατον V, ὕστατος M: ὕστατον ἔργον ceteri 24 ὁ ἄνθρωπος ABP ἅπασιν V αὐτὸς M 25 ὥσπερ V: ὡς ceteri αἱ ἱεραὶ VMF: αἱ om. ceteri 26 ἐπιπλέον ἐμβαθύναντες V: ἐμβαθύναντες ἐπιπλέον Η, τ ἐπιπλέον ἐμβαθύνοντες ceteri καθ’ αὐτοὺς M)
καθάπερ οὖν οἱ ἑστιάτορες οὐ πρότερον ἐπὶ δεῖπνον καλοῦσιν ἢ τὰ πρὸς εὐωχίαν πάντα εὐτρεπίσαι καὶ οἱ τοὺς γυμνικοὺς ἀγῶνας καὶ σκηνικοὺς τιθέντες, πρὶν συναγαγεῖν τοὺς θεατὰς εἴς τε τὰ θέατρα καὶ τὰ στάδια, εὐτρεπίζουσιν ἀγωνιστῶν καὶ θεαμάτων καὶ ἀκουσμάτων πλῆθος, τὸν αὐτὸν τρόπον καὶ ὁ τῶν ὅλων ἡγεμὼν οἷά τις ἀθλοθέτης καὶ ἑστιάτωρ ἄνθρωπον καλεῖν μέλλων ἐπί τε εὐωχίαν καὶ θεωρίαν τὰ εἰς ἑκάτερον εἶδος προευτρεπίσατο, ἵν’ εἰς τὸν κόσμον εἰσελθὼν εὐθὺς εὕρῃ καὶ συμπόσιον καὶ θέατρον ἱερώτατον, τὸ μὲν ἁπάντων πλῆρες ὅσα γῆ καὶ ποταμοὶ καὶ θάλαττα καὶ ἀὴρ φέρουσιν εἰς χρῆσιν καὶ ἀπόλαυσιν, τὸ δὲ παντοίων θεαμάτων, ἃ καταπληκτικωτάτας μὲν ἔχει τὰς οὐσίας, καταπληκτικωτάτας δὲ τὰς ποιότητας, θαυμασιωτάτας [*](1 αὐτοῦ codd. 2 ὁ om. P ἥτις] εἴ τις V 6 τὸ] τῶν B 7 ἐφ’ ἧς F ἔρωτα] ἐρωτᾶ M 10 καλοῦσιν om. M ἡ τὰ] εἶτα M πάντα om. Β ηὐτρέπισαν M, κατευτρεπίσαι Β 11 γυμνικοὺς ἀγῶνας καὶ σκηνικοὺς V: γυμνικοὺς καὶ σκηνικοὺς ἀγῶνας ceteri πρὶν ἢ M 12 τε om. M τὰ στάδια καὶ τὰ θέατρα Β εὐτρεπίζουσι V, διηυτρέπισαν M 13 ὁ om. (in ras.) G 15 προηυτρεπίσατο ABP, προσευτρεπίσατο M ἶνα M 16 εὐθὺς om. M εὕροι ABP 16. 17 τὸ μὲν om. M 17 πλήρη M θάλασσα V 18 χρῆσίν τε ΗP2 καταπληκτικωτάτας μὲν ἔχει τὰς οὐσίας om. M 19 δὲ καὶ τὰς π. M) [*](4 Nemes. de nat. hom. c. 1 p. 44 Matthaei . . . διὸ καὶ καλῶς ὁ Μωυσῆς τὴν δημιουργίαν ἐκτιθέμενος τελευταῖον ἔφησε τὸν ἄνθρωπον γεγενῆσθαι, . . . ὅτι πάντων δι’ αὐτὸν γενομένων ἀκόλουθον ἦν, πρῶτον τὰ πρὸς τὴν χρῆσιν αὐτοῦ παρασκευασθῆναι καὶ οὕτως αὐτὸν τὸν χρησόμενον παραχθῆναι. 9 sqq. Gregor. Nyss. de hom. opif. cop. 2 . . . . ὥσπερ τις ἀγαθὸς ἑστιάτωρ οὐ πρὸ τῆς παρασκευῆς τῶν ἐδωδίμων τὸν ἑστιώμενον εἰσοικίζεται, οικίζεται, ἀλλ’ εὐπρεπῆ τὰ πάντα παρασκευάσας καὶ φαιδρύνας τοῖς καθήκουσι κόσμοις τὸν οἶκον, τὴν κλισίαν, τὴν τράπεζαν, ἐφ’ ἑτοίμοις ἡδῆ τοῖς πρὸς τὴν τροφὴν ἐπιτηδείοις ἐφέστιον ποιεῖται τὸν δαιτυμόνα, κατὰ τὸν αὐτὸν τρόπον ὁ πλούσιός τε καὶ πολυτελὴς τῆς φύσεως ἡμῶν ἑστιάτωρ παντοίοις κάλλεσι κατακοσμήσας τὴν οἴκησιν καὶ τὴν μεγάλην ταύτην καὶ παντοδαπῆ πανδαισίαν ἑτοιμασάμενος οὕτως εἰσάγει τὸν ἄνθρωπον, ἔργον αὐτῷ δοὺς οὐ τὴν κτῆσιν τῶν μὴ προσόντων, ἀλλὰ τὴν ἀπόλαυσιν τῶν παρόντων.)
ἥδε μὲν αἰτία πρώτη, δι’ ἣν ἄνθρωπος ἐφ’ ἅπασι γεγενῆσθαι δοκεῖ· δευτέραν δ’ οὐκ ἀπὸ σκοποῦ λεκτέον. ἅμα τῇ πρώτῃ γενέσει τὰς εἰς τὸ ζῆν παρασκευὰς ἁπάσας εὗρεν ἄνθρωπος, εἰς διδασκαλίαν τῶν ἔπειτα, μόνον οὐκ ἄντικρυς βοώσης τῆς φύσεως, ὅτι μιμούμενοι τὸν ἀρχηγέτην τοῦ γένους ἀπόνως καὶ ἀταλαιπώρως ἐν ἀφθονωτάτῃ τῶν ἀναγκαίων εὐπορίᾳ διάξουσιν. τουτὶ δὲ συμβήσεται, ἐὰν μήτε αἱ ἄλογοι ἡδοναὶ ψυχῆς δυναστεύσωσι γαστριμαργίαν καὶ λαγνείαν ἐπιτειχίσασαι μήτε αἱ δόξης ἢ χρημάτων ἢ ἀρχῆς ἐπιθυμίαι τὸ τοῦ βίου κράτος ἀνάψωνται μήτε στείλωσι καὶ κάμψωσι διάνοιαν αἱ λῦπαι μήθ’ ὁ κακὸς σύμβουλος φόβος τὰς ἐπὶ τὰ σπουδαῖα τῶν ἔργων ὁρμὰς ἀναχαιτίσῃ μήτ’ ἀφροσύνη καὶ δειλία καὶ ἀδικία καὶ τὸ τῶν ἄλλων κακιῶν ἀμήχανον πλῆθος ἐπιθῆται.
νυνὶ μὲν γὰρ πάντων ὅσα λέλεκται παρευημερησάντων καὶ τῶν ἀνθρώπων ἀνέδην ἐκκεχυμένων εἴς τε τὰ πάθη καὶ τὰς ἀκράτορας καὶ ὑπαιτίους ἃς οὐδ’ εἰπεῖν θέμις ὀρέξεις, ἀπαντᾶται δίκη προσήκουσα τιμωρὸς ἀσεβῶν ἐπιτηδευμάτων· ἔστι δ’ ἡ δίκη τὸ τῶν ἀναγκαίων δυσπόριστον· μόλις γὰρ ἀνατέμνοντες τὴν [*](1 κεινίσεις V εἰρμοσμέναι V, ἡρμοσμένας M 2 αἷς ἁπάσαις Mang. (non M): αἷς ἅπασαν VM, οἷς ἅπασι ceteri 3 ἁμαρτάνοι VM: ἁμάρτοι ceteri 4 ἐν addidi αὐτῶν V 5 τὰς εἰκόνας add. VM: om. ceteri τέχνην om. M παρέδωσαν V, παρέδωκαν ABP 6 γεγενῆσθαι] γενέσθαι M, εἶναι H 7 δευτέραν VFG: δεύτερον MABP, δευτέρα Η δ’ V: δὲ ceteri λεκτέον codd.: λεκτέα v 9 μονονοὺ ABPFH, μόνον οὐ καὶ M ἄντικρυς VM: ἀντικρὺ ceteri μιμουμένη G 10 ἄπονον F 10. 11 ἐν ἀφθονωτάτη διαίτη καὶ εὐπορία τῶν ἀναγκαίων Η 11 τουτὶ] τοῦ τῆ V, τοῦτο H 12 σώματος ἡδοναὶ Jessen ψυχῆς VM: ψυχὴν ceteri δυναστεύσωσι ML: δυναστεύωσι ceteri 13 ἐπιστικχίσασαι M, ἐπιτυχήσει P αἱ om. M χρωμάτων V ἡ alterum om. M ἡ ἀρχῆς ἢ χρημάτων Η 14 διάνοιαν om. V 15 μήδ’ M τὰς σπουδαίας M 16 ἀναχετίση V τὸ] τὰ M 16. 17 κακιῶν V: κακῶν ceteri 17 ἐπιθῆται M: ἐπίθηται ceteri μὲν γὰρ] δὲ ABP πάντα FGHP1 18 ὑπερευημερησάντων ἐκχυμένων V εἰς τά τε M 19 ἀκρατεῖς M ὑπαιτίους] ὑπαιτίους] V, ὑπεναντίους M οὐδὲ V 20 ἀπαντᾶται scripsi: ἅπαντα τε V, ἃ πάντα τὲ M, ἀπαντᾶ τέ ceteri post προσήκουσα add. δέξεται M τειμωρὸς V 21 ἡδικητοτῶν ἀναγκαίων δυσπόριστον V: ἡ δίκη τις τῶν ἀναγκαίων τὸ δυσπόριστον M, ἠδικηκότων ἀναγκαῖον (τἀναγκαῖον F) δυσπόριστον FGH, ἠδικηκότων εἰς κόλασιν τὰ τῶν ἀναγκαίων ABP μόγις M τήν τε πεδιάδα M, τὰ πεδία H)