De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

τῶν ὄντων τὰ μὲν οὔτ’ ἀρετῆς οὔτε κακίας μετέχει, ὥσπερ φυτὰ καὶ ζῷα ἄλογα, τὰ μὲν ὅτι ἄψυχά τέ ἐστι καὶ ἀφαντάστῳ φύσει διοικεῖται, τὰ δ’ ὅτι νοῦν καὶ λόγον ἐκτέτμηται· κακίας δὲ καὶ [*](1 εἶδε ταῦτα M 1.2 αἰσθητῶν] αἷσἡτῶν V 2 εἰδέας V 3 κάλη V, κάλλει G κορυβαριῶντες Β 4 ἑτέρου δὲ M 5 παραπεμφθείη M 6 γλειχομένου V, γλιχόμενον M δ’ V: δέ ceteri τοῦτον ἰδεῖν M ἀθρόου V: ἀθρόου μήπως M, θείου ceteri 7 ante τρόπον add. αἰ M ante ὡς add. κατακλύσωσιν, ἐπιδίδωσιν αὐτῶ τὸ φῶς ὁ θεὸς M 7. 8 σκοτοδεινιᾶν V, σκοτοδινιῶντι M 8 ἐπειδὴ M δὲ MR ἀρχετύπω παραδείγματι ἐμφερής Η 9 δὲ R ἐπειπὼν coni. Wendl. τῷ κατ’ εἰκόνα οm. G 10 ἐκμαγίου V ἔχοντες P 11 ἀπορήσῃ M τὴν om. F 12 τἄλλ’ ABP ἐνέθηκεν V 13 τὸν ὅλων Η, τῶν ὅλων om. ABP ταυτ’ εἰ γ’ ταυτὶ λέγοντα] ἀντιλέγοντα Β 15 μὲν om. G 16 καὶ τὴν γῆν om. V τὴν om. M (bis) θάλασσαν Η 17 οὕτως V: οὕτω ceteri ἐπίκαιρον M 18 ἀφ’ ἑαυτοῦ Markland (Mang.): ὑφ’ ἑαυτοῦ codd. 21 οὗτ’ VM: οὔτε ceteri 22 τέ om. Η 23 διώκηται M καὶ νοῦν ABP νοῦ καὶ λόγου M ἐκτέτμηται] οὐ κέκτηται ABP) [*](8—10 ἐπεὶ—ἔχοντος R fol.)

v.1.p.25
ἀρετῆς ὡς ἂν οἶκος νοῦς καὶ λόγος, ᾧ πεφύκασιν ἐνδιαιτᾶσθαι· τὰ δ’ αὖ μόνης κεκοινώνηκεν ἀρετῆς ἀμέτοχα πάσης ὄντα κακίας, ὥσπερ οἱ ἀστέρες· οὗτοι γὰρ ζῷά τε εἶναι λέγονται καὶ ζῷα νοερά, μᾶλλον δὲ νοῦς αὐτὸς ἕκαστος, ὅλος δι’ ὅλων σπουδαῖος καὶ παντὸς ἀνεπίδεκτος κακοῦ· τὰ δὲ τῆς μικτῆς ἐστι φύσεως, ὥσπερ ἄνθρωπος, ὃς ἐπιδέχεται τἀναντία, φρόνησιν καὶ ἀφροσύνην, σωφροσύνην καὶ ἀκολασίαν, ἀνδρείαν καὶ δειλίαν, δικαιοσύνην καὶ ἀδικίαν, καὶ συνελόντι φράσαι ἀγαθὰ καὶ κακά, καλὰ καὶ αἰσχρά, ἀρετὴν καὶ κακίαν.

τῷ δὴ πάντων πατρὶ θεῷ τὰ μὲν σπουδαῖα δι’ αὑτοῦ μόνου ποιεῖν οἰκειότατον ἦν ἕνεκα τῆς πρὸς αὐτὸν συγγενείας, τὰ δὲ ἀδιάφορα οὐκ ἀλλότριον, ἐπειδὴ καὶ ταῦτα τῆς ἐχθρᾶς αὐτῷ κακίας ἀμοιρεῖ, τὰ δὲ μικτὰ τῇ μὲν οἰκεῖον τῇ δ’ ἀνοίκειον, οἰκεῖον μὲν ἕνεκα τῆς ἀνακεκραμένης βελτίονος ἰδέας, ἀνοίκειον δὲ ἕνεκα τῆς ἐναντίας καὶ χείρονος.

διὰ τοῦτ’ ἐπὶ μόνης τῆς ἀνθρώπου γενέσεώς φησιν ὅτι εἶπεν ὁ θεὸς „ποιήσωμεν“, ὅπερ ἐμφαίνει συμπαράληψιν ἑτέρων ὡς ἂν συνεργῶν, ἵνα ταῖς μὲν ἀνεπιλήπτοις βουλαῖς τε καὶ πράξεσιν ἀνθρώπου κατορθοῦντος ἐπιγράφηται θεὸς ὁ πάντων ἡγεμών, ταῖς δ’ ἐναντίαις ἕτεροι τῶν ὑπηκόων· ἔδει γὰρ ἀναίτιον εἶναι κακοῦ τὸν πατέρα τοῖς ἐκγόνοις· κακὸν δ’ ἡ κακία καὶ αἱ κατὰ κακίαν ἐνέργειαι.

πάνυ δὲ καλῶς τὸ γένος ἄνθρωπον εἰπὼν διέκρινε τὰ εἴδη φήσας ἄρρεν τε καὶ θῆλυ δεδημιουργῆσθαι, μήπω τῶν ἐν μέρει μορφὴν λαβόντων, ἐπειδὴ τὰ προσεχέστατα τῶν εἰδῶν ἐνυπάρχει τῷ γένει καὶ ὥσπερ ἐν κατόπτρῳ διαφαίνεται τοῖς ὀξὺ καθορᾶν δυναμένοις.