De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

μετὰ δὴ τἆλλα πάντα, καθάπερ ἐλέχθη, τὸν ἄνθρωπόν φησι γεγενῆσθαι κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν (Gen. 1,26)· πάνυ καλῶς, ἐμφερέστερον γὰρ οὐδὲν γηγενὲς ἀνθρώπου θεῷ. τὴν δ’ ἐμφέρειαν μηδεὶς εἰκαζέτω σώματος χαρακτῆρι· οὔτε γὰρ ἀνθρωπόμορφος ὁ θεὸς οὔτε θεοειδὲς τὸ ἀνθρώπειον σῶμα. ἡ δὲ εἰκὼν λέλεκται κατὰ τὸν τῆς ψυχῆς ἡγεμόνα νοῦν· πρὸς γὰρ ἕνα τὸν τῶν ὅλων ἐκεῖνον ὡς ἂν ἀρχέτυπον ὁ ἐν ἑκάστῳ τῶν κατὰ μέρος ἀπεικονίσθη, τρόπον τινὰ θεὸς ὢν τοῦ φέροντος καὶ ἀγαλματοφοροῦντος αὐτόν· ὃν γὰρ ἔχει λόγον ὁ μέγας ἡγεμὼν ἐν ἅπαντι τῷ κόσμῳ, τοῦτον ὡς ἔοικε καὶ ὁ ἀνθρώπινος νοῦς ἐν ἀνθρώπῳ· ἀόρατός τε γάρ ἐστιν αὐτὸς τὰ πάντα ὁρῶν καὶ ἄδηλον ἔχει τὴν οὐσίαν τὰς τῶν ἄλλων καταλαμβάνων· καὶ τέχναις καὶ ἐπιστήμαις πολυσχιδεῖς ἀνατέμνων ὁδοὺς λεωφόρους ἁπάσας διὰ γῆς ἔρχεται καὶ θαλάττης τὰ ἐν ἑκατέρᾳ φύσει διερευνώμενος·

καὶ πάλιν πτηνὸς ἀρθεὶς καὶ τὸν ἀέρα καὶ τὰ τούτου παθήματα κατασκεψάμενος ἀνωτέρω φέρεται πρὸς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, πλανήτων τε καὶ ἀπλανῶν χορείαις συμπεριποληθεὶς κατὰ τοὺς μουσικῆς τελείας νόμους, ἑπόμενος ἔρωτι σοφίας ποδηγετοῦντι, πᾶσαν τὴν αἰσθητὴν οὐσίαν [*](1 μὲν οὖν ABP ἑτέρων V: ὑστέρων ceteri 2 τὰ ἄλλα R καθάπερ ἐλέχθη om. R φησὶ post γενέσθαι transp. G 3 γεγενῆσθαι κατ’ εἰκόνα θεοῦ VM (cf. D): γενέσθαι κατ’ εἰκόνα θεοῦ GR, κατ’ εἰκόνα θεοῦ γενέσθαι F, κατ’ εἰκόνα γενέσθαι θεοῦ ABP, κατ’ εἰκόνα γενέσθαι (om. θεοῦ) H καθ’ om. D 4 ἐμφανέστερον ABP δὲ RD 5 χαρακτῆρσιν ABP, χαρακτῆρι om. D οὐ γὰρ B, ὁ om. DM 6 οὔτε δὲ M ἀνθρώπειον V: ἀνθρώπινον ceteri, ἀνθρώπου D δ’ MABP λέγεται R 7 ἕνα—ἐκεῖνον] ἐν αὐτῶ τὸν ὅλον ἐκίνει M ο τὸν om. BDM ἐκείνων G, ἐκείνων H, ἐκεῖνα DM ἐκεῖνον νοῦν Wendl. ἄν om. M 8 ὁ] ὃ P, ὧ G, ὡς M, ὃν DM, ὁ om. DL ἓν ἕκαστον DL ἐξεικονίσθη Β 9 post ὢν add. καὶ ἡνίοχος D αὐτὸν καὶ ἀγαλματοφοροῦντος transp. D 10 παντὶ D ἔοικεν VDM ἀνθρώπινος om. D 11 ἀνθρώπῳ] τῷ σώματι D τε om. D αὐτὸς om. M τὰ πάντα VD: ἅπαντα M, πάντα ceteri 12 ἔχων DL καὶ ante τέχναις om. M 13 πολυσχεδεῖς VMF διατέμνων ABP 14 θαλάσσης M 15 κατασκευασάμενος FG 16 οὐρανοῦ V: τοῦ οὐρανοῦ M, οὐρανίους ceteri τε om F 17 χορείας H συμπεριπλανηθεὶς M τοὺς τῆς μουσικῆς ABPH τελείας V (Markland): τελείους ceteri) [*](2—7 μετὰ—νοῦν R fol. 90v 2—12 Dm fol. 15r et Dl fol. 21r et ἐκ τῆς κατὰ Μωσέα κοσμοποιίας: μετὰ πάντα τὸν ἄνθρωπον γεγενῆσθαί φησιν ἡ κατ’ εἰκόνα θεοῦ—ἄδηλον ἔχει τὴν οὐσίαν.)

v.1.p.24
ὑπερκύψας, ἐνταῦθα ἐφίεται τῆς νοητῆς·

καὶ ὧν εἶδεν ἐνταῦθα αἰσθητῶν ἐν ἐκείνῃ τὰ παραδείγματα καὶ τὰς ἰδέας θεασάμενος, ὑπερβάλλοντα κάλλη, μέθῃ νηφαλίῳ κατασχεθεὶς ὥσπερ οἱ κορυβαντιῶντες ἐνθουσιᾷ, ἑτέρου γεμισθεὶς ἱμέρου καὶ πόθου βελτίονος, ὑφ’ οὗ πρὸς τὴν ἄκραν ἁψῖδα παραπεμφθεὶς τῶν νοητῶν ἐπ’ αὐτὸν ἰέναι δοκεῖ τὸν μέγαν βασιλέα· γλιχομένου δ’ ἰδεῖν, ἀθρόου φωτὸς ἄκρατοι καὶ ἀμιγεῖς αὐγαὶ χειμάρρου τρόπον ἐκχέονται, ὡς ταῖς μαρμαρυγαῖς τὸ τῆς διανοίας ὄμμα σκοτοδινιᾶν. ἐπεὶ δ’ οὐ σύμπασα εἰκὼν ἐμφερὴς ἀρχετύπῳ παραδείγματι, πολλαὶ δ’ εἰσὶν ἀνόμοιοι, προσεπεσημήνατο εἰπὼν τῷ κατ’ εἰκόνα τὸ καθ’ ὁμοίωσιν εἰς ἔμφασιν ἀκριβοῦς ἐκμαγείου τρανὸν τύπον ἔχοντος.

Ἀπορήσειε δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ, τί δήποτε τὴν ἀνθρώπου μόνου γένεσιν οὐχ ἑνὶ δημιουργῷ καθάπερ τἆλλα ἀνέθηκεν, ἀλλ’ ὡσανεὶ πλείοσιν· εἰσάγει γὰρ τὸν πατέρα τῶν ὅλων ταυτὶ λέγοντα· „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν“. μὴ γὰρ χρεῖός ἐστιν, εἴποιμ’ ἄν, οὑτινοσοῦν, ᾧ πάντα ὑπήκοα; ἢ τὸν μὲν οὐρανὸν ἡνίκα ἐποίει καὶ τὴν γῆν καὶ τὴν θάλατταν, οὐδενὸς ἐδεήθη τοῦ συνεργήσοντος, ἄνθρωπον δὲ βραχὺ ζῷον οὕτως καὶ ἐπίκηρον οὐχ οἷός τε ἦν δίχα συμπράξεως ἑτέρων αὐτὸς ἀφ’ ἑαυτοῦ κατασκευάσασθαι; τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν θεὸν ἀνάγκη μόνον εἰδέναι, τὴν δ’ εἰκότι στοχασμῷ πιθανὴν καὶ εὔλογον εἶναι δοκοῦσαν οὐκ ἀποκρυπτέον. ἔστι δὲ ἥδε.