De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἐπὶ δὲ πᾶσιν ἐποίει τὸν ἄνθρωπον· ὃν δὲ τρόπον, μικρὸν ὕστερον ἐρῶ πρότερον ἐκεῖνο δηλώσας, ὅτι παγκάλῳ τῷ τῆς ἀκολουθίας εἱρμῷ κέχρηται, καθ’ ἣν ὑφηγήσατο ζῳογονίαν. ψυχῆς γὰρ ἡ μὲν ἀργοτάτη καὶ ἥκιστα τετυπωμένη τῷ γένει τῶν ἰχθύων προσκεκλήρωται, ἡ δ’ ἀκριβεστάτη καὶ κατὰ πάντα ἀρίστη τῷ τῶν ἀνθρώπων, ἡ δ’ ἀμφοῖν μεθόριος τῷ τῶν χερσαίων καὶ ἀεροπόρων· αὕτη γὰρ αἰσθητικωτέρα μέν ἐστι τῆς ἐν ἰχθύσιν, ἀμυδροτέρα δὲ τῆς ἐν ἀνθρώποις.

διὸ τῶν ἐμψύχων πρώτους ἐγέννησεν ἰχθύας πλέον μετέχοντας σωματικῆς ἢ ψυχικῆς οὐσίας, τρόπον τινὰ ζῷα καὶ οὐ ζῷα, κινητὰ [*](1 νήχεσθαι F 2 προσκεχυμένας M ἄκρας ἢ] ἀκραγῆ V ἐκτρέπεσθαι ABP 3 post δὲ add. ἀφρῶ τε καὶ MABP 4 συνεχέσιν V καὶ om. F φθορὰν L ἀνωθοῦντα MABP: ἀντανωθοῦντα V, ἀντωθοῦντα FGH 4. 5 κραταιότερά ἐστι (τε om.) H, κρατερά τ’ ἐστὶ F, κρατερώτερά ἐστι L 5 ἐστιν V post δὲ add. ἑκάτερα νηκτὰ M 7 εἰδέαν V ἀτελῆ VM: ὡς ἀτελῆ ceteri 8 ἴδη δ’] καὶ δι’ M δύο γένη Β 10 ὑπελέλειπτο P2F2GH, ὑπελείπετο M 12 τὰ προσταχθέντα G: τὸ προσταχθὲν ceteri post αὐτίκα add. ποιεῖ καὶ εὐθὺς MABP ἀνείησι V, ἄνεισι M 15 παγκάλως MABP, πᾶν καλῶ V καὶ τῶ G 16 ψυχὴ MABP 18 κατὰ τὰ πάντα AP 18. 19 τῷ] τῆ VMFGH (utroque loco) 19 τῶν om. M 20 ἐστιν V δὲ τῆς] δὲ τοῖς M 21 πρῶτον M ἰχθύας V: ἰχθῦς ceteri 22 καὶ om. V ἀκίνητα M)

v.1.p.22
ἄψυχα, πρὸς αὐτὸ μόνον τὴν τῶν σωμάτων διαμονὴν παρασπαρέντος αὐτοῖς τοῦ ψυχοειδοῦς, καθάπερ φασὶ τοὺς ἅλας τοῖς κρέασιν, ἵνα μὴ ῥᾳδίως φθείροιντο· μετὰ δὲ τοὺς ἰχθύας τὰ πτηνὰ καὶ χερσαῖα· ἤδη γὰρ ταῦτα αἰσθητικώτερα καὶ διὰ τῆς κατασκευῆς ἐμφαίνοντα τρανοτέρας τὰς τῆς ψυχώσεως ἰδιότητας· ἐπὶ δὲ πᾶσιν, ὡς ἐλέχθη, τὸν ἄνθρωπον, ᾧ νοῦν ἐξαίρετον ἐδωρεῖτο, ψυχῆς τινα ψυχὴν καθάπερ κόρην ἐν ὀφθαλμῷ· καὶ γὰρ ταύτην οἱ τὰς φύσεις τῶν πραγμάτων ἀκριβέστερον ἐρευνῶντες ὀφθαλμοῦ λέγουσιν ὀφθαλμὸν εἶναι.

Τότε μὲν οὖν ἅμα πάντα συνίστατο. συνισταμένων δ’ ὁμοῦ πάντων, ἡ τάξις ἀναγκαίως λόγῳ ὑπεγράφετο διὰ τὴν ἐσομένην αὖθις ἐξ ἀλλήλων γένεσιν. ἐν δὲ τοῖς κατὰ μέρος γινομένοις τάξις ἥδ’ ἐστίν, ἄρχεσθαι μὲν ἀπὸ τοῦ φαυλοτάτου τὴν φύσιν, λήγειν δ’ εἰς τὸ πάντων ἄριστον· τί δὲ τοῦτ’ ἐστί, δηλωτέον. τὸ σπέρμα τῶν ζῴων γενέσεως ἀρχὴν εἶναι συμβέβηκε· τοῦθ’ ὡς ἔστι φαυλότατον ἐοικὸς ἀφρῷ, θεωρεῖται· ἀλλ’ ὅταν εἰς τὴν μήτραν καταβληθὲν στηρίσῃ, κίνησιν εὐθὺς λαβὸν εἰς φύσιν τρέπεται· φύσις δὲ βέλτιον σπέρματος, ἐπεὶ καὶ κίνησις ἠρεμίας ἐν γενητοῖς· ἡ δ’ οἷα τεχνίτης ἢ κυριώτερον εἰπεῖν ἀνεπίληπτος τέχνη ζῳοπλαστεῖ τὴν μὲν ὑγρὰν οὐσίαν εἰς τὰ τοῦ σώματος μέλη καὶ μέρη διανέμουσα, τὴν δὲ πνευματικὴν εἰς τὰς τῆς ψυχῆς δυνάμεις τήν τε θρεπτικὴν καὶ τὴν αἰσθητικήν· τὴν γὰρ τοῦ λογισμοῦ τανῦν ὑπερθετέον διὰ τοὺς φάσκοντας θύραθεν αὐτὸν ἐπεισιέναι θεῖον καὶ ἀίδιον ὄντα.

οὐκοῦν ἤρξατο μὲν ἀπὸ σπέρματος εὐτελοῦς ἡ φύσις, ἔληξε δ’ εἰς τὸ τιμιώτατον, τὴν ζῴου καὶ ἀνθρώπου κατασκευήν. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τῆς τοῦ παντὸς γενέσεως συμβέβηκεν· ἡνίκα γὰρ ζῷα διαπλάττειν ἔδοξε τῷ δημιουργῷ, τὰ μὲν πρῶτα τῇ τάξει φαυλότερά πως ἦν, ἰχθύες, τὰ δ’ ὕστατα ἄριστα, ἄνθρωποι, τὰ δ’ ἄλλα μέσα τῶν [*](1 παρασπέροντος Β 2 φησὶ M ἅλς τοῖς] ἀλέστοις M, ἅλς ἐν τοῖς V κρέασι V 3 διαφθείροιντο ABP, διαφθείροιτο M ἰχθῦς FGH καὶ τὰ χερσαῖα ΑΒ ἤδει F 4 ταῦτά γε FGH τρανωτέρας ABP, τρανοτέρας om. Η 5 ψυχώσεως] ψυχῆς F τὸ ἀνθρώπινον F2G 6 ὧν οὖν V ψυχῆς VM: ψυχὴ ceteri κόριν V 9 συνίσταντο MABP 10 ἀναγκαίῳ H 11 ἥδε γ’ ἐστίν FGH 13 τῷ ζῴῳ coni. Wendl. 14 συμβέβηκεν V ἔστιν V 15 στηρίσει V: ἐνστήριξιν ἢ M, ἐνστηρίσῃ ceteri, ἐνστηριχθῇ coni. Mang. 16 λαβών V βέλτιον M, βέλτιον V: βελτίων ceteri σπέρματος βελτίων Β 17 γεννητοῖς ABP post γενητοῖς add. γενητόν M, γεννητόν ABP ἡ δ’ οἷα] ἢ οἷα ἐνεργεῖ Μ τεχνῖτις G, τέχνη τίς V 18. 19 μέρη καὶ μέλη MBFG 19 διανεμοῦσι V 20 τε om. MABP1 21 ἐπεἰσιναι V 23 τημιώτατον V τὴν τοῦ ζώου MFL ταῦτα δὴ ταῦτα M 24 ζῷα om. Η 20 ὕστερα M)

v.1.p.23
ἄκρων, ἀμείνω μὲν τῶν προτέρων, χείρω δὲ τῶν ἑτέρων, χερσαῖα καὶ πτηνά.