De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

Τοσαύτης οὖν ἀξιωθέντος ἐν τῇ φύσει προνομίας τοῦ λεχθέντος ἀριθμοῦ, κατὰ τὸ ἀναγκαῖον ὁ ποιητὴς διεκόσμει τὸν οὐρανὸν τετράδι παγκάλῳ καὶ θεοειδεστάτῳ κόσμῳ τοῖς φωσφόροις ἄστροις· εἰδώς τε ὅτι τῶν ὄντων ἄριστον τὸ φῶς ἐστιν, ὄργανον αὐτὸ τῆς ἀρίστης τῶν αἰσθήσεων ὁράσεως ἀπέφαινεν· ὅπερ γὰρ νοῦς ἐν ψυχῇ, τοῦτ’ ὀφθαλμὸς ἐν σώματι· βλέπει γὰρ ἑκάτερος, ὁ μὲν τὰ νοητά, ὁ δὲ τὰ αἰσθητά· χρεῖος δὲ ὁ μὲν νοῦς ἐπιστήμης εἰς τὸ γνωρίσαι τὰ ἀσώματα, ὀφθαλμὸς δὲ φωτὸς εἰς τὴν τῶν σωμάτων ἀντίληψιν, ὃ πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν αἴτιον γέγονεν ἀνθρώποις, διαφερόντως δὲ τοῦ μεγίστου, φιλοσοφίας·

ὑπὸ γὰρ φωτὸς ἄνω παραπεμφθεῖσα ἡ ὅρασις καὶ κατιδοῦσα φύσιν ἀστέρων καὶ κίνησιν αὐτῶν ἐναρμόνιον, ἀπλανῶν τε καὶ πλανήτων [*](1 πᾶν καλόν V ἄλλων om. G 2 συντεθειμένος MAP δυεῖν V 3 πολυπλασιασθείς ABP, πολλαπλασιασθείς Μ ἀλλ’ ὁ ἕτερος F2GH 4 δυνάμεσι om. V ἡ τετράς MABP καὶ om. MABP 5 ἰδίῳ λόγῳ] διαλόγῳ M, λόγω ἰδίω Β προσθεῖναι] δειχθῆναι Β 6 καὶ τῆ V: καὶ ἡ M, τῆ (om. καὶ) ceteri γενέσει om. M 7 τέσσαρα FGH 8 πηγῆς] γῆς FG τετράδος ἐν ἀριθμοῖς Β τούτω M ἐτησίαι Η 9 τέσσαρες ΜΗ αἳ Η αἴτιαι FGH: αἰτίαι ceteri 10 μεθόπωρον V 12 κατὰ τὸ ἀναγκαῖον V: κατ’ ἀναγκαῖον ceteri 13 ἐν τετράδι Η φοσφόροις V 14 ὄντων] νοητῶν V 15 αἰσθήσεως ὁράσεων V ἀπέφαινεν VF2GP: ἀπέφηνεν ceteri ἐν τῆ ψυχὴ ABP τοῦθ’ ὀφθαλμὸς V, τοῦτο ὁ ὀφθαλμὸς R 16 τὰ ὄντα νοητὰ MABP1 δὲ VR: δ’ αὖ ceteri 17 χρεῖος] χρήζει MABP μὲν om. Β γνωρίσαι] θεωρῆσαι (θε et ῆ in ras.) F ἀσώματα] σώματα R ὀφθαλμὸς R: ὀφθαλμοῖς ὀφθαλμοὶ ceteri 18 τῶν σωματικῶν R 19 γέγονεν αἴτιον Β, γέγονεν om. Η 20 πεμφθεῖσα Η ἡ om. MAP1 21 ἀστέρων] αὐτῶν Β κίνησιν] κείνισιν V αὐτῶν] ἀστέρων Β ἐναρμόνιον αὐτῶν M ἐναρμονίαν FG πλανητῶν VM) [*](15—18 ὅπερ νοῦς—ἀντίληψιν R fol. Philonis opera vol. I 2)

v.1.p.18
εὖ διατεταγμένας περιφοράς, τῶν μὲν κατὰ ταὐτὰ καὶ ὡσαύτως περιπολούντων, τῶν δ’ ἀνομοίως τε καὶ ὑπεναντίως διτταῖς περιόδοις χρωμένων, χορείας τε πάντων ἐμμελεῖς νόμοις τοῖς μουσικῆς τελείας διακεκοσμημένας, ἄλεκτον ἐμπαρεῖχε τῇ ψυχῇ τέρψιν τε καὶ ἡδονήν· ἡ δ’ ἑστιωμένη θεαμάτων ἐπαλλήλων, ἐξ ἑτέρων γὰρ ἦν ἕτερα, πολλὴν ἀπληστίαν εἶχε τοῦ θεωρεῖν· εἶθ’, οἷα φιλεῖ, προσπεριειργάζετο, τίς ἡ τῶν ὁρατῶν δὴ τούτων οὐσία καὶ εἰ ἀγένητοι πεφύκασιν ἢ γενέσεως ἔλαβον ἀρχὴν καὶ τίς ὁ τρόπος τῆς κινήσεως καὶ τίνες αἱ αἰτίαι δι’ ὧν ἕκαστα οἰκονομεῖται· ἐκ δὲ τῆς τούτων ζητήσεως τὸ φιλοσοφίας συνέστη γένος, οὗ τελειότερον ἀγαθὸν οὐκ ἦλθεν εἰς τὸν ἀνθρώπινον βίον.

πρὸς δὴ τὴν τοῦ νοητοῦ φωτὸς ἰδέαν ἐκείνην ἀπιδών, ἣ λέλεκται κατὰ τὸν ἀσώματον κόσμον, ἐδημιούργει τοὺς αἰσθητοὺς ἀστέρας, ἀγάλματα θεῖα καὶ περικαλλέστατα, οὓς ὥσπερ ἐν ἱερῷ καθαρωτάτῳ τῆς σωματικῆς οὐσίας ἵδρυε τῷ οὐρανῷ, πολλῶν χάριν· ἑνὸς μὲν τοῦ φωσφορεῖν, ἑτέρου δὲ σημείων, εἶτα καιρῶν τῶν περὶ τὰς ἐτησίους ὥρας, καὶ ἐπὶ πᾶσιν ἡμερῶν μηνῶν ἐνιαυτῶν, ἃ δὴ καὶ μέτρα χρόνου γέγονε καὶ τὴν ἀριθμοῦ φύσιν ἐγέννησεν.

οἵαν δ’ ἕκαστον παρέχεται τῶν εἰρημένων χρείαν τε καὶ ὠφέλειαν, δῆλον μὲν ἐκ τῆς ἐναργείας, πρὸς δ’ ἀκριβεστέραν κατάληψιν οὐκ ἄτοπον ἴσως καὶ λόγῳ τἀληθὲς ἰχνηλατῆσαι. τοῦ δὴ σύμπαντος χρόνου διανεμηθέντος εἰς δύο τμήματα, ἡμέραν τε καὶ νύκτα, τῆς μὲν ἡμέρας τὸ κράτος ὁ πατὴρ ἀνεδίδου τῷ ἡλίῳ, οἷα μεγάλῳ βασιλεῖ, τῆς δὲ νυκτὸς σελήνῃ καὶ τῷ πλήθει τῶν ἄλλων ἀστέρων.