De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἕν. ἔστι δὲ καὶ δύναμις ἄλλη τετράδος λεχθῆναί τε καὶ νοηθῆναι θαυμασιωτάτη. πρώτη γὰρ αὕτη τὴν τοῦ στερεοῦ φύσιν ἔδειξε, τῶν πρὸ αὐτῆς ἀριθμῶν τοῖς ἀσωμάτοις ἀνακειμένων· κατὰ μὲν γὰρ τὸ ἓν τάττεται τὸ λεγόμενον ἐν γεωμετρίᾳ σημεῖον, κατὰ δὲ τὰ δύο γραμμή, διότι ῥύσει μὲν ἑνὸς δυάς, ῥύσει δὲ σημείου συνίσταται γραμμή· γραμμὴ δ’ ἐστὶ μῆκος ἀπλατές· πλάτους δὲ προσγενομένου γίνεται ἐπιφάνεια, ἣ τέτακται κατὰ τριάδα· ἐπιφανείᾳ δὲ πρὸς τὴν τοῦ στερεοῦ φύσιν ἑνὸς δεῖ τοῦ βάθους, ὃ προστεθὲν τριάδι γίνεται τετράς. ὅθεν καὶ μέγα χρῆμα συμβέβηκεν εἶναι τὸν ἀριθμὸν τοῦτον, ὃς ἐκ τῆς ἀσωμάτου καὶ νοητῆς οὐσίας ἤγαγεν εἰς ἔννοιαν ἡμᾶς τριχῆ διαστατοῦ σώματος τοῦ φύσει πρῶτον αἰσθητοῦ.
ὁ δὲ μὴ συνεὶς τὸ λεγόμενον ἔκ τινος παιδιᾶς εἴσεται πάνυ συνήθους. οἱ καρυατίζοντες εἰώθασι τρία ἐν ἐπιπέδῳ κάρυα προτιθέντες ἐπιφέρειν ἕν, σχῆμα πυραμοειδὲς ἀπογεννῶντες· τὸ μὲν οὖν ἐν ἐπιπέδῳ τρίγωνον ἵσταται μέχρι τριάδος, τὸ δ’ ἐπιτεθὲν τετράδα μὲν ἐν ἀριθμοῖς, ἐν δὲ σχήμασι πυραμίδα γεννᾷ, στερεὸν ἤδη σῶμα.
πρὸς δὲ τούτοις οὐδ’ ἐκεῖνο ἀγνοητέον, ὅτι πρῶτος ἀριθμῶν ὁ τέτταρα τετράγωνός ἐστιν ἰσάκις ἴσος, μέτρον δικαιοσύνης καὶ ἰσότητος, καὶ ὅτι μόνος ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, συνθέσει μὲν ἐκ δυοῖν καὶ δυοῖν, δυνάμει δὲ πάλιν ἐκ τοῦ [*](1 δεχθῆναι V 2 ἔδειξεν V 4 σημεῖον V: εἶναι σημεῖον ceteri 5 διότι—γραμμή VF2G: διότι φύσει ἐκ (διὰ M) σημείου συνίσταται ἡ γραμμή MABP, om. F1G δ’ ἐστὶ V: δέ ἐστι ceteri προσγινομένου BG 7 ἐπιφανείᾳ scripsi: ἐπιφάνειαι V, ἐπιφάνεια ceteri τοῦ ocq. F 8 δεῖ (corr. ex δὴ) V: δέεται M, δεῖται ceteri οὗ προστεθέντος coni. Wendl. τῇ τριάδι M 9 ὃς] ὡς Μ 10 ἡμᾶς εἰς ἔννοιαν Η 11 τοῦ Wendl.: τῇ codd. συνεὶς V: συνιεὶς ceteri τὸ λεγόμενον om. M 12 εἴσεται] εὑρεταὶ (sic) M οἱ τὰ κάρυα παίζοντες MABP 13 κάρυα προτιθέντες VR: προτιθέντες κάρυα FGP, προστιθέντες κάρυα Η, κάρυα ante τρία transp. M, κάρυα om. ΑΒ 14 ἐν om. V 14. 15 τὸ ἐπιτεθὲν δὲ G 15 σχήμασι VMFG: σχήματι ceteri 15. 16 στερρὸν Η 16 οὐδ’] οὐδὲ Μ, οὐκ V 17 ὁ τέτταρα] ὅτι πάρα V ἰσάκις ἴσος] ἱκανὸς ἰσάκις ἴσοις V, ἴσος om. ΑBP1 μέτρον FGH: ἰσόμετρον V, ὃ ἰσόμετρον καὶ MABP 18 πέφυκεν V) [*](12—16 οἱ καρυατίζοντες—σῶμα R fol. 89v, tum pergit: ἔστι δὲ ὁ τούτων ἰσάκις καὶ ἴσος καὶ ὡσανεὶ ἠμιόλιος, μέτρον τε ἰσότητος ἔχων μηδὲν διαφέρον τῶν πλανητῶν. ἀλλὰ τίς δύναται τὴν ἀκριβεστέραν κατάληψιν ἰχνηλατῆσαι τῶν δεδημιουργημένων; 16—17,2 loann. Lyd. de mens. II c. 8: περὶ δὲ τοῦ κατ’ ἀριθμὸν ἀξιώματος ὁ ἀριθμὸς τετράγωνός ἐστι· μόνος γὰρ ἰσάκις ἴσος ἰσομερὴς ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, σύνθεσιν μὲν οὑν ἐκ δυεῖν καὶ δυεῖν, δύναμιν δὲ ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν.)
πολλαῖς δὲ καὶ ἄλλαις κέχρηται δυνάμεσι τετράς, ἃς ἀκριβέστερον καὶ ἐν τῷ περὶ αὐτῆς ἰδίῳ λόγῳ προσυποδεικτέον. ἀπόχρη δὲ κἀκεῖνο προσθεῖναι, ὅτι καὶ τῇ τοῦ παντὸς οὐρανοῦ τε καὶ κόσμου γενέσει γέγονεν ἀρχή· τὰ γὰρ τέτταρα στοιχεῖα, ἐξ ὧν τόδε τὸ πᾶν ἐδημιουργήθη, καθάπερ ἀπὸ πηγῆς ἐρρύη τῆς ἐν ἀριθμοῖς τετράδος· καὶ πρὸς τούτοις αἱ ἐτήσιοι ὧραι τέτταρες αἱ ζῴων καὶ φυτῶν αἴτιαι γενέσεως, τετραχῆ τοῦ ἐνιαυτοῦ διανεμηθέντος εἰς χειμῶνα καὶ ἔαρ καὶ θέρος καὶ μετόπωρον.