De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

τὸ δὲ μέγεθος τῆς περὶ τὸν ἥλιον δυνάμεως καὶ ἀρχῆς ἐμφανεστάτην πίστιν ἔχει τὴν λεχθεῖσαν ἤδη· εἷς γὰρ ὢν καὶ μόνος ἰδίᾳ καὶ καθ’ [*](1 παραφοράς F1, ἐπιφοράς Β ταὐτὰ FGH: ταῦτα ceteri καὶ om. M 2 ὁμοίως V τε om. F 3 χορίας V τοῖς VMG1: τῆς ceteri 4 ἄληκτον MABP1 ἐμπαρεῖχε scripsi: παρεῖχεν V, ἐμπαρέχει ceteri 5 ἑτέρα P 6 ἀπληστείαν V εἶχεν V εἶτα ABP προσπεριηργάζετο V 7 δὴ om. ABP1 τούτων θεῶν Wendl. 8 ἔλαβεν F κεινήσεως V αἱ om. VFGH 9 συζητήσεως H 11 εἰδέαν V ἀπιδών om. V ἡ MABP 13 οὓς om. MABP τῶ καθαρωτάτῳ FGH 14 οὐσίας] ἰδέας F2G τὸ οὐρανῶ V, τῶν οὐρανῶν F1, τὸν οὐρανὸν F2 πολλῶν χάριν καὶ ἕνεκα δημιουργιῶν M, π. χ. ἕνεκα δημιουργιῶν ABP 15 σημεῖον G εἶτα καὶ καιρῶν V ἐτησίας MFG, αἰτησίους Β 16 ἡμερῶν νυκτῶν μηνῶν ABP (probat Wendl.) γέγονεν V γέγονε χρόνου H 17 οἶν] τίνα M, ἵνα ABP δὲ MAB παρέχηται ABP παρέχεται post εἰρημένων transp. FG, post ὠφέλειαν H 18 μὲν om. V ἐναργείας Wendl.: ἐνεργείας codd. 20. 21 ἡμέρας τε καὶ νυκτός F 21 ἐνεδίδου M τῷ om. VMFGH 22 τῶν ἄλλων om. V, ἄλλων om. MABP 23 τε καὶ MABP 24. 19,1 κατ’ αὐτὸν M, καθ’ ἑαυτὸν F)

v.1.p.19
αὑτὸν ἥμισυ τμῆμα τοῦ σύμπαντος χρόνου κεκλήρωται τὴν ἡμέραν, οἱ δ’ ἄλλοι πάντες μετὰ σελήνης θάτερον ὃ κέκληται νύξ· καὶ τοῦ μὲν ἀνατείλαντος αἱ φαντασίαι τῶν τοσούτων ἀστέρων οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀφανίζονται τῇ τοῦ φέγγους ἀναχύσει, καταδύντος δὲ τὰς ἰδίας ἄρχονται διαφαίνειν ἀθρόοι ποιότητας.

γεγόνασι δ’ ὅπερ αὐτὸς εἶπεν οὐ μόνον, ἵνα φῶς ἐκπέμπωσιν ἐπὶ γῆν, ἀλλὰ καὶ ὅπως σημεῖα μελλόντων προφαίνωσιν· ἢ γὰρ ἀνατολαῖς αὐτῶν ἢ δύσεσιν ἢ ἐκλείψεσιν ἢ πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν ἢ ταῖς ἄλλαις περὶ τὰς κινήσεις διαφοραῖς ἄνθρωποι τὰ ἀποβησόμενα στοχάζονται, καρπῶν φορὰς καὶ ἀφορίας, ζῴων τε γενέσεις καὶ φθοράς, αἰθρίας καὶ νεφώσεις, νηνεμίας καὶ βίας πνευμάτων, ποταμῶν πλημμύρας καὶ κενώσεις, θαλάττης ἠρεμίαν καὶ κλύδωνα, ὡρῶν τῶν ἐτησίων ὑπαλλαγὰς ἢ θέρους χειμαίνοντος ἢ χειμῶνος φλέγοντος ἢ ἔαρος μετοπωρίζοντος ἢ μετοπώρου ἐαρίζοντος·

ἤδη δὲ καὶ κλόνον καὶ σεισμὸν γῆς ἐκ τῶν κατ’ οὐρανὸν κινήσεων στοχασμῷ προεσήμηνάν τινες καὶ μυρία ἄλλα τῶν ἀηθεστέρων, ὡς ἀψευδέστατα λελέχθαι ὅτι „γεγόνασιν εἰς σημεῖα“ οἱ ἀστέρες, προσέτι μέντοι καὶ „εἰς καιρούς“ (Gen. 1,14)· καιροὺς δὲ τὰς ἐτησίους ὥρας ὑπείληφεν εἶναι, καὶ μήποτ’ εἰκότως· ἔννοια γὰρ καιροῦ τίς ἂν εἴη πλὴν χρόνος κατορθώσεως; αἱ δ’ ὧραι πάντα τελεσφοροῦσαι κατορθοῦσι, σπορὰς καὶ φυτείας καρπῶν καὶ ζῴων γενέσεις τε καὶ αὐξήσεις.

γεγόνασι δὲ καὶ πρὸς μέτρα χρόνων· ἡλίου γὰρ καὶ σελήνης καὶ τῶν ἄλλων τεταγμέναις περιόδοις ἡμέραι καὶ μῆνες καὶ ἐνιαυτοὶ συνέστησαν. εὐθύς τε τὸ χρησιμώτατον, ἡ ἀριθμοῦ φύσις, ἐδείχθη, χρόνου παραφήναντος αὐτήν· ἐκ γὰρ μιᾶς ἡμέρας [*](1 χρόνου καὶ κόσμου MAP, κόσμου καὶ χρόνου Β 2 σελήνης εἰς AP, σελήνην εἰς MB κέκληται] κεκλήρωται ABPF1 4 φέγγους] φωτὸς MABP ἰδίους V, ἰδίας ἐπιφανείας MABP 5 καὶ ποιότητας M, καὶ τἀς ποιότητας Β δὲ ABP ὅπερ] ὥσπερ M 6 ἐπὶ τὴν γῆν H 6. 7 μελλόντων προφαίνωσιν· ἢ γὰρ οm. Β 7 post προφαίνωσι add. καὶ μηνῶν καὶ ἐνιαυτῶν ἀριθμοὺς καὶ καὶ om. M) ζώων ἐμψύχων MAP ἣ ἐκλείψεσιν] καὶ ἐκλείψεσιν FGH 8 ἢ πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν om. M ἢ ἀποκρύψεσιν scripsi: ἢ ἐπικρύψεσιν V, καὶ ἐπικρύψεσιν ceteri κεινήσεις V 10 τε om FGH νέφως εἰς V 11 πλημύρας V ἐρημίαν V 12 ὁρῶν V χειμάζοντος MABP 14 δὲ om. B καὶ ante κλόνον om. FG κεινήσεων V στοχασμῶν F 15 προεσήμειναν P ἀηθεστέρων V (Markland): ἀληθεστέρων ceteri 16 γεγόνασιν εἰς σημεῖα V: γεγόνασιν εἰς σημεῖον M, εἰς σημεῖα γεγόνασιν ceteri 17 αἰτησίους V 18 μήποτ᾿ V: μήποτε ceteri τίς] τίνος F 19 αἱ δ’] αἱ δὲ ABP, ἐν ὧ M τελεσφοροῦσαι κατορθοῦσι VM: τελεσφοροῦσι καὶ κατορθοῦσι ceteri καὶ om. VMABP 20 καὶ ante ζῴων om. Β τε om. F μέτρον F 21 ἄλλων ἀστέρων Mang. 2*)

v.1.p.20
τὸ ἓν καὶ ἐκ δυοῖν τὰ δύο καὶ ἐκ τριῶν τὰ τρία καὶ ἐκ μηνὸς τὰ τριάκοντα καὶ ἐξ ἐνιαυτοῦ τὸ ἰσάριθμον ταῖς ἐκ δώδεκα μηνῶν ἡμέραις πλῆθος καὶ ἐξ ἀπείρου χρόνου ὁ ἄπειρος ἀριθμός.