De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
Τὸν δ’ ἐκ τῶν ἰδεῶν συνεστῶτα κόσμον ἐν τόπῳ τινὶ λέγειν ἢ ὑπονοεῖν οὐ θεμιτόν· ᾗ δὲ συνέστηκεν, εἰσόμεθα παρακολουθήσαντες εἰκόνι τινὶ τῶν παρ’ ἡμῖν. ἐπειδὰν πόλις κτίζηται κατὰ πολλὴν φιλοτιμίαν βασιλέως ἤ τινος ἡγεμόνος αὐτοκρατοῦς ἐξουσίας μεταποιουμένου καὶ ἅμα τὸ φρόνημα λαμπροῦ τὴν εὐτυχίαν συνεπικοσμοῦντος, παρελθὼν ἔστιν ὅτε τις τῶν ἀπὸ παιδείας ἀνὴρ ἀρχιτεκτονικὸς καὶ τὴν εὐκρασίαν καὶ εὐκαιρίαν τοῦ τόπου θεασάμενος διαγράφει πρῶτον ἐν ἑαυτῷ τὰ τῆς μελλούσης ἀποτελεῖσθαι πόλεως μέρη σχεδὸν ἅπαντα, ἱερὰ γυμνάσια πρυτανεῖα ἀγορὰς λιμένας νεωσοίκους στενωπούς, τειχῶν κατασκευάς, ἱδρύσεις οἰκιῶν καὶ δημοσίων ἄλλων οἰκοδομημάτων·
εἶθ’ ὥσπερ ἐν κηρῷ τῇ ἑαυτοῦ ψυχῇ τοὺς ἑκάστων δεξάμενος τύπους ἀγαλματοφορεῖ νοητὴν πόλιν, ἧς ἀνακινήσας τὰ εἴδωλα μνήμῃ τῇ συμφύτῳ καὶ τοὺς [*](1 ὅ,τίμημα corr. ex ὅτιμημα Α μείμημα V καλὸν] καλῶν M δίχα καλοῦ VM: καλοῦ δίχα ceteri 2 ἄν ὑπαίτιον V 3 εἰδέαν V, ἰδέαν om. B ἀπηκονίσθη V βουληθεὶς γὰρ V τουτονὶ κόσμον GH 4 πρὸς ἐξετύπου V 5 σωματικὸν τοῦτον MABP 5. 6 ἀπεικονίσματος M 6 τοσαῦτα] αὐτὰ ω MABP περιέξον τὰ V, περιέχον τὰ M, περιέχον τὰ ABP τὰ ὅσαπερ V ἐν om. Β 7 δὲ FGH εἰδέων V λέγειν om. Β 8 ᾗ FGL, ἡ V: εἰ ceteri (H in ras.) συνέστηκεν V: ὑφέστηκεν ceteri 9 πόλις τις MABP 10 ἡγεμόνος] ἄρχοντος R 11 τὴν εὐτυχίαν συνεπικοσμοῦντος om. R 12 παιπαιδείας δείας] εὐσεβείας M, εὐσεβείας Α, παιδείας P in ras., εὐπαιδείας Β 12. 13 εὐκρασίαν καὶ om. VFGHR 13 πρῶτον] πάλιν ΑΒ 14 πόλεως ἀποτελεῖσθαι GH ἱερὰ om. V 15 αἱμένας V, λιμένας τἆλλα (νεωσοίκους— (νεωσοίκους— οἰκοδομημάτων om.) νεωσοίκους GH, νεωσήκους F: νεώς· οἴκους ceteri 16 εἰδρύσεις V οἰκιῶν ἱδρύσεις ABP καὶ δημοσίων καὶ ἄλλων ABP καὶ δημοσίων καὶ ἰδίων ἄλλων coni. Wendl. κηρῷ τινι Β 17 αὐτοῦ M ἑκάστου ABP 18 ἀνακεινήσας V)
τὰ παραπλήσια δὴ καὶ περὶ θεοῦ δοξαστέον, ὡς ἄρα τὴν μεγαλόπολιν κτίζειν διανοηθεὶς ἐνενόησε πρότερον τοὺς τύπους αὐτῆς, ἐξ ὧν κόσμον νοητὸν συστησάμενος ἀπετέλει καὶ τὸν αἰσθητὸν παραδείγματι χρώμενος ἐκείνῳ.
καθάπερ οὖν ἡ ἐν τῷ ἀρχιτεκτονικῷ προδιατυπωθεῖσα πόλις χώραν ἐκτὸς οὐκ εἶχεν, ἀλλ’ ἐνεσφράγιστο τῇ τοῦ τεχνίτου ψυχῇ, τὸν αὐτὸν τρόπον οὐδ’ ὁ ἐκ τῶν ἰδεῶν κόσμος ἄλλον ἂν ἔχοι τόπον ἢ τὸν θεῖον λόγον τὸν ταῦτα διακοσμήσαντα· ἐπεὶ τίς ἂν εἴη τῶν δυνάμεων αὐτοῦ τόπος ἕτερος, ὃς γένοιτ’ ἂν ἱκανὸς οὐ λέγω πάσας ἀλλὰ μίαν ἄκρατον ἡντινοῦν δέξασθαί τε καὶ χωρῆσαι;