De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
δύναμις δὲ καὶ ἡ κοσμοποιητικὴ πηγὴν ἔχουσα τὸ πρὸς ἀλήθειαν ἀγαθόν. εἰ γάρ τις ἐθελήσειε τὴν αἰτίαν ἧς ἕνεκα τόδε τὸ πᾶν ἐδημιουργεῖτο διερευνᾶσθαι, δοκεῖ μοι μὴ διαμαρτεῖν σκοποῦ φάμενος, ὅπερ καὶ τῶν ἀρχαίων εἶπέ τις, ἀγαθὸν εἶναι τὸν πατέρα καὶ ποιητήν· οὗ χάριν τῆς ἀρίστης αὑτοῦ φύσεως οὐκ ἐφθόνησεν οὐσίᾳ μηδὲν ἐξ αὑτῆς ἐχούσῃ καλόν, δυναμένῃ δὲ πάντα γίνεσθαι.
ἦν μὲν γὰρ ἐξ αὑτῆς ἄτακτος ἄποιος ἄψυχος ἀνόμοιος, ἑτεροιότητος ἀναρμοστίας ἀσυμφωνίας μεστή· τροπὴν δὲ καὶ μεταβολὴν ἐδέχετο τὴν εἰς τἀναντία καὶ τὰ βέλτιστα, τάξιν ποιότητα ἐμψυχίαν [*](1 συνσφραγισάμενος V, ἐνσφαγισάμενος A 2 κατασκευάζειν VMR: κατασκευάζειν εὐκρασίαν ceteri 3 εἰδέων V ἐξ ὁμοιῶν V 4 περὶ om. ABP1 ὡς V: ὃς ceteri 5 αὐτοῦ FGH 6 ἀποτελεῖ FGH καὶ om. FGH ἐκείνῳ] οἰκείῳ Β 7 προτυπωθεῖσα B τὴν χώραν ABP1 8 ἀλλ’ om. M 9 εἰδέων V ἔχει AP, ἔχῃ G 10 τὸν ταῦτα διακοσμήσαντα om. V τίς] ποῖος MABP 11 ὃς γένοιτ’] προσγένοιτ’ M, ποῖος γένοιτ’ ABP1 11. 12 ἡντινοῦν ἄκρατον Β 12 ἡντινοῦν ἦν M 12. 13 κοσμοποιητικὴν ἔχουσα πηγὴν V 13 ἔχουσα τυγχάνει Christophorson Mang. τὸ om. V ἐθελήσειεν V 14 τόδε om. M ἐδημιουργήσατο M, δημιουργεῖται G 15 διαμαρτάνειν MABP, διαμαρτὼν G τοῦ σκοποῦ FH φαμὲν ὡς, ὅπερ M, φαμὲν ὥσπερ ABP εἶπεν V 16 αὐτοῦ codrl. 17 αὑτῆς V: αὐτῆς M, ἑαυτῆς ceteri 17. 18 πάντα γενέσθαι FG, γενέσθαι πάντα Η 18 αὐτῆς VM, ἑαυτῆς ceteri ἄτακτος om. V ἀνόμοιος add. Markland 18. 19 ἑτερότητος M 20 εὐψυχίαν ΜΑΒP) [*](10—12 DC fol. 138r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τῆς αὐτῆς πραγματείας (scil. περὶ κατὰ Μωϋσέα κοσμοποιίας): τίς ἂν εἴη τῶν δυνάμεων τοῦ θεοῦ τόπος ἕτερος, ὃς γένοιτ’ ἄν ἱκανός οὐ λέγω πάσας ἀλλὰ μίαν ἀκροτονεῖν (οτ in ras.) τινὰ οὑν δέξασθαι καὶ ἢ ὁ θεῖος λόγος, 15 Plat. Tim. 29 E)
οὐδενὶ δὲ παρακλήτῳ — τίς γὰρ ἦν ἕτερος; — μόνῳ δὲ αὑτῷ χρησάμενος ὁ θεὸς ἔγνω δεῖν εὐεργετεῖν ἀταμιεύτοις καὶ πλουσίαις χάρισι τὴν ἄνευ δωρεᾶς θείας φύσιν οὐδενὸς ἀγαθοῦ δυναμένην ἐπιλαχεῖν ἐξ ἑαυτῆς. ἀλλ’ οὐ πρὸς τὸ μέγεθος εὐεργετεῖ τῶν ἑαυτοῦ χαρίτων — ἀπερίγραφοι γὰρ αὗταί γε καὶ ἀτελεύτητοι —, πρὸς δὲ τὰς τῶν εὐεργετουμένων δυνάμεις· οὐ γὰρ ὡς πέφυκεν ὁ θεὸς εὖ ποιεῖν, οὕτως καὶ τὸ γινόμενον εὖ πάσχειν, ἐπεὶ τοῦ μὲν αἱ δυνάμεις ὑπερβάλλουσι, τὸ δ’ ἀσθενέστερον ὂν ἢ ὥστε δέξασθαι τὸ μέγεθος αὐτῶν ἀπεῖπεν ἄν, εἰ μὴ διεμετρήσατο σταθμησάμενος εὐαρμόστως ἑκάστῳ τὸ ἐπιβάλλον.
εἰ δέ τις ἐθελήσειε γυμνοτέροις χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον εἶναι ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος· οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἕτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς ἤδη [νοητὴν]ν [[νοητὴν]ητὴν]. πόλιν κτίζειν διανοουμένου.