De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

αἵ τε βαρεῖαι νόσοι σωμάτων, καὶ μάλισθ’ ὅταν ἐκ δυσκρασίας τῶν ἐν ἡμῖν δυνάμεων πυρετοὶ συνεχεῖς ἐπισκήψωσιν, ἑβδόμῃ μάλιστά πως ἡμέρᾳ διακρίνονται· δικάζει γὰρ ἀγῶνα τὸν περὶ ψυχῆς, τοῖς μὲν σωτηρίαν ψηφιζομένη, τοῖς δὲ θάνατον.

ἡ δὲ δύναμις αὐτῆς οὐ μόνον τοῖς εἰρημένοις, ἀλλὰ καὶ ταῖς ἀρίσταις τῶν ἐπιστημῶν ἐπιπεφοίτηκε, γραμματικῇ τε καὶ μουσικῇ. λύρα μὲν γὰρ ἡ ἑπτάχορδος ἀναλογοῦσα τῇ τῶν πλανήτων χορείᾳ τὰς ἐλλογίμους ἁρμονίας ἀποτελεῖ, σχεδόν τι τῆς κατὰ μουσικὴν ὀργανοποιίας ἁπάσης ἡγεμονὶς οὖσα. στοιχείων τε τῶν ἐν γραμματικῇ τὰ λεγόμενα φωνήεντα ἐτύμως ἑπτά ἐστιν, ἐπειδὴ καὶ ἐξ ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συνταττόμενα φωνὰς ἐνάρθρους ἀποτελεῖν· τῶν μὲν γὰρ ἡμιφώνων ἀναπληροῖ τὸ ἐνδέον ὁλοκλήρους κατασκευάζοντα τοὺς φθόγγους, τῶν δ’ ἀφώνων τρέπει καὶ μεταβάλλει τὰς φύσεις ἐμπνέοντα τῆς ἰδίας δυνάμεως, ἵνα γένηται τὰ ἄρρητα ῥητά.

διό μοι δοκοῦσιν οἱ τὰ ὀνόματα τοῖς πράγμασιν ἐξ ἀρχῆς ἐπιφημίσαντες ἅτε σοφοὶ καλέσαι τὸν ἀριθμὸν ἑπτὰ ἀπὸ τοῦ περὶ αὐτὸν σεβασμοῦ καὶ τῆς προσούσης σεμνότητος· Ῥωμαῖοι δὲ καὶ προστιθέντες τὸ ἐλλειφθὲν ὑφ’ Ἑλλήνων στοιχεῖον τὸ Σ τρανοῦσιν ἔτι μᾶλλον τὴν ἔμφασιν, ἐτυμώτερον σέπτεμ προσαγορεύοντες ἀπὸ τοῦ σεμνοῦ, καθάπερ ἐλέχθη, καὶ σεβασμοῦ.

[*](1 κατὰ om. M τελειογονεῖσθαι M (Lydus): ζωογονεῖσθαι ceteri 2 ἑπταμηνιαῖα ΜDM 2. 3 ὀκτωμηναίων G, ὀκτωμήνων D 5 κατασκήψουσιν M διακρίνεται Β 7 post θάνατον add. ἀεί M αὐτοῖς F2 8 πεφοίτηκε M 8. 9 τε καὶ M: τε om. ceteri 9 μὲν γὰρ] τὲ M ἡ om. ABP1 9. 10 τῶν ἑπτὰ πλανήτων HP2 10 τι] τῆ M 11 ἡγεμονεῖς οὔσας M 13 ἑαυτῶν H (Lydus): αὐτῶν APG, αὐτῶν MBF 14 ἀποτελεῖ ABPFG 16 τὰς φύσεις] τὰ (om. φύσεις) M ἰδίας] ἀιδίου M 17 πράγμασιν M Mϋller): γράμμασιν 18 ἅτε σοφοὶ om. M αὐτοῦ Β 19 προστιθέντες] ἀγνοοῦντες προστίθενται M 20 καὶ τρανοῦσιν M ἐτυμώτερον M: ἑτυμοτέραν Η, ἑτοιμοτέραν ABPFG 21 σέπτεμ] σεπτὲ M, σεπτὲ ceteri προσονομάζοντες M σεβασμίου M)[*](1—3 DP fol. 106v et DM fol. 106v Φίλωνος (Φίλωνος ἐκ τοῦ κατὰ Μωυσέα), DR p. 407 (Φίλωνος): τὰ κατὰ—δυναμένων. 1 loann. Lyd. de mens. II c. 11 . . . ἔνθεν καὶ τὰ ἑπτάμηνα βρέφη τελειογονεῖσθαι πέφυκεν, ὡς Ἱπποκράτης λέγει· ἡ γὰρ τοῦ ἀριθμοῦ ψυχογονικὴ δύναμις τὰ ἑπτάμηνα τέλεια ἀποφαίνει. 11—16 loann. Lyd. l. l. . . στοιχείων δὲ τὰ φωνήεντα ἑπτά, ἐπειδὴ καὶ ἐξ ἑαυτῶν ἔοικε φωνεῖσθαι καὶ τοῖς ἄλλοις συνταττόμενα φωνὰς ἐνάρθρους ἀποτελεῖν· τῶν γὰρ ἡμιφώνων ἀναπληροῖ τὸ ἐνδέον, ὁλοκλήρους δὲ κατασκευάζει τοὺς φθόγγους, τῶν δὲ ἀφώνων τρέπει τε καὶ μεταβάλλει τὰς φύσεις, ἵνα γένηται τὰ ἄρρητα ῥητά.)
v.1.p.44

Ταῦτα καὶ ἔτι πλείω λέγεται καὶ φιλοσοφεῖται περὶ ἑβδομάδος, ὧν ἕνεκα τιμὰς μὲν ἔλαχεν ἐν τῇ φύσει τὰς ἀνωτάτω, τιμᾶται δὲ καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν Ἑλλήνων καὶ βαρβάρων, οἳ τὴν μαθηματικὴν ἐπιστήμην διαπονοῦσιν, ἐκτετίμηται δ’ ὑπὸ τοῦ φιλαρέτου Μωυσέως, ὃς τὸ κάλλος αὐτῆς ἀνέγραψεν ἐν ταῖς ἱερωτάταις τοῦ νόμου στήλαις, ταῖς δὲ διανοίαις τῶν ὑφ’ αὑτὸν ἁπάντων ἐνεχάραξε, δι’ ἓξ ἡμερῶν κελεύσας ἄγειν ἱερὰν ἑβδόμην ἀπὸ τῶν ἄλλων ἀνέχοντας ἔργων ὅσα κατὰ ζήτησιν βίου καὶ πορισμόν, ἑνὶ μόνῳ σχολάζοντας τῷ φιλοσοφεῖν εἰς βελτίωσιν ἠθῶν καὶ τὸν τοῦ συνειδότος ἔλεγχον, ὃς ἐνιδρυμένος τῇ ψυχῇ καθάπερ δικαστὴς ἐπιπλήττων οὐ δυσωπεῖται, τὰ μὲν σφοδροτέραις ἀπειλαῖς τὰ δὲ καὶ μετριωτέραις νουθεσίαις χρώμενος, περὶ μὲν ὧν ἔδοξεν ἐκ προνοίας ἀδικεῖν ἀπειλαῖς, περὶ δ’ ὧν ἀκούσια διὰ τὸ ἀπροοράτως ἔχειν νουθεσίαις ὑπὲρ τοῦ μηκέθ’ ὁμοίως ὀλισθεῖν.

Ἐπιλογιζόμενος δὲ τὴν κοσμοποιίαν κεφαλαιώδει τύπῳ φησίν· „Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι“ (Gen. 2, 4. 5). ἆρ’ οὐκ ἐμφανῶς τὰς ἀσωμάτους καὶ νοητὰς ἰδέας παρίστησιν, ἃς τῶν αἰσθητῶν ἀποτελεσμάτων σφραγῖδας εἶναι συμβέβηκε; πρὶν γὰρ χλοῆσαι τὴν γῆν, αὐτὸ τοῦτο ἐν τῇ φύσει τῶν πραγμάτων χλόη, φησίν, ἦν, καὶ πρὶν ἀνατεῖλαι χόρτον ἐν ἀγρῷ, χόρτος ἦν οὐχ

ὁρατός. ὑπονοητέον δ’ ὅτι καὶ ἑκάστου τῶν ἄλλων ἃ δικάζουσιν αἰσθήσεις τὰ πρεσβύτερα εἴδη καὶ μέτρα, οἷς εἰδοποιεῖται καὶ μετρεῖται τὰ γινόμενα, προϋπῆρχε· καὶ γὰρ εἰ μὴ κατὰ μέρος ἀλλ’ ἀθρόα πάντα διεξελήλυθε φροντίζων εἰ καί τις ἄλλος βραχυλογίας, οὐδὲν ἧττον τὰ ῥηθέντα ὀλίγα δείγματα τῆς τῶν συμπάντων ἐστὶ φύσεως, ἥτις ἄνευ ἀσωμάτου παραδείγματος οὐδὲν τελεσιουργεῖ τῶν ἐν αἰσθήσει. [*](1 ἔτι πλείω M: ἔτι om. ceteri 2 τιμὰς M: τιμῆς ceteri τὰς M: τῆς ABPF2G, τῆ (corr. ex τῆς) Η, τῆ F1L 3 καὶ ante παρὰ om. M τῶν om. FGH 5 Μώσεως cocld. 6 ὑπ’ αὐτὸν M ἐνεχάραξε M: ἐχάραξε ceteri διὰ P 7 ἱερὰν] ἱμέραν G1 8 ante ἑνὶ add. ὡς M 11 καὶ om. ABP1 12 ἔδειξεν ABP ἐκ προνοίας ἀδικεῖν M, ἀδικεῖν ἐκ προνοίας FG: ἀπειλεῖν ἀπειλὴν Β) ἐκ προνοίας ABP, ἀπειθεῖν ἐκ προνοίας H ἀκούσια] ἀκουστὰ M 16 ἡ om. G ἐγένετο ᾖ ἡμέρᾳ om. M 20 παρίστησιν om. Β 21 χλοΐσαι M 23 ἑκάστω M 24 μέτρα καὶ εἴδη Β 25 εἰ μὴ] εἰ μὴ τὰ FGP2, εἰ μὴ τὰ (sed μὴ eras.) H, εἰ τὰ L μέρος] γένος M ἀλλ’ addidi 26 διεξεληλύθει M 27 πάντων ABP)

v.1.p.45

Τῆς δ’ ἀκολουθίας ἐχόμενος καὶ τὸν εἱρμὸν τῶν ἑπομένων πρὸς τὰ ἡγούμενα διατηρῶν ἑξῆς λέγει· "πηγὴ δ’ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς“ (Gen. 2, 6). οἱ μὲν ἄλλοι φιλόσοφοι τὸ σύμπαν ὕδωρ ἓν στοιχεῖον εἶναί φασι τῶν τεττάρων, ἐξ ὧν ὁ κόσμος ἐδημιουργήθη. Μωυσῆς δ’ ὀξυωπεστέροις ὄμμασι καὶ τὰ μακρὰν εἰωθὼς εὖ μάλα θεωρεῖν καὶ καταλαμβάνειν στοιχεῖον μὲν οἴεται εἶναι τὴν μεγάλην θάλατταν, μοῖραν τετάρτην τῶν συμπάντων, ἣν οἱ μετ’ αὐτὸν Ὠκεανὸν προσαγορεύοντες τὰ παρ’ ἡμῖν πλωτὰ πελάγη λιμένων ἔχειν μεγέθη νομίζουσι, τὸ δὲ γλυκὺ καὶ πότιμον ὕδωρ διέκρινεν ἀπὸ τοῦ θαλαττίου προσκατατάξας αὐτὸ τῇ γῇ καὶ μέρος ταύτης ὑπολαβών, οὐκ ἐκείνου, διὰ τὴν λεχθεῖσαν αἰτίαν πρότερον, ἵν’ ὡς ἂν ὑπὸ δεσμοῦ συνέχηται γλυκείᾳ ποιότητι κόλλης τρόπον ἑνούσης· ξηρὰ γὰρ ἀπολειφθεῖσα, μὴ παραδυομένης νοτίδος διὰ τῶν ἀραιωμάτων πολυσχιδῶς ἐπιφοιτώσης, κἂν διελέλυτο· συνέχεται δὲ καὶ διαμένει τὰ μὲν πνεύματος ἑνωτικοῦ δυνάμει, τὰ δὲ τῆς νοτίδος οὐκ ἐώσης ἀφαυαινομένην κατὰ τρύφη μικρὰ καὶ μεγάλα θρύπτεσθαι.

μία μὲν αἰτία ἥδε, λεκτέον δὲ καὶ ἑτέραν στοχαζομένην ὥσπερ σκοποῦ τῆς ἀληθείας· οὐδὲν τῶν γηγενῶν ἄνευ ὑγρᾶς οὐσίας συνίστασθαι πέφυκε· μηνύουσι δ’ αἱ καταβολαὶ τῶν σπερμάτων, ἅπερ ἢ ὑγρά ἐστιν, ὡς τὰ τῶν ζῴων, ἢ οὐκ ἄνευ ὑγρότητος βλαστάνει, τοιαῦτα δὲ τὰ τῶν φυτῶν ἐστιν· ἐξ οὗ δῆλον ὅτι ἀνάγκη τὴν λεχθεῖσαν ὑγρὰν οὐσίαν μέρος εἶναι γῆς τῆς πάντα τικτούσης, καθάπερ ταῖς γυναιξὶ τὴν φορὰν τῶν καταμηνίων· λέγεται γὰρ οὖν καὶ ταῦτα πρὸς ἀνδρῶν φυσικῶν οὐσία σωματικὴ [*](1 τὸν] τὴν MFG εἱρμὸν] εἰρομένην F, εἰρημένην G, om. M 2 post διατηρῶν add. φύσιν MFG ἑξῆς λέγει M: λέγει ἑξῆς ceteri ἐκ] ἀπὸ H 3 πρόσωπον τῆς γῆς Μ: πρόσωπον αὐτῆς ceteri μὲν M: μὲν γὰρ ceteri 4 ἓν om. M τεσσάρων M 5 Μώσης codd. ὀξυπτέροις AP, ὀξυτέροις Β 6 μακρὰ MB 7 οἴεται εἶναι] εἶναι φησὶ M 8 οἱ om. Β παρ’ ἡμῖν om. ABP 9 λιμένων] λιμνῶν Markland (Mang.) μεγέθη] λόγον ABP 10 ἀπὸ τῆς θαλάσσης ABP τῆ γῆ M: τῇ om. ceteri 11 διὰ τὴν M: διά γε τὴν ABP, διά τε τὴν FGH ἄν om. M ὑπὸ] ἀπὸ M 12 ποιότητι] ὑγρότητι vel νοτίδι coni. Wendl. ἑνούσης ABPG: ἐνούσης (ἐ corr. ex ἑ) MH, ἐνούσης F, ἐνούσῃ Mang. (Markland) 13 om. ABP post ἀραιωμάτων add. ὑγρότητος ABP 13. 14 πολυσχιδῶς codd.: πολυσχιδῶν Turn., καὶ πολυσχιδῶς Mang. 14 κἄν διελέλυτο M: κἀν διεῖλεν αὐτό FGH, κἄν καὶ διὰ τοῦτο διεῖλεν αὐτό ABP 15 τῆς om. H 15. 16 ἀφαυαινομένην FGH: ἀφαυαίνεσθαι καὶ ABP, om. M 16 τρύφη] δρύφη FG, τρυφὴν M 17 τοῦ σκοποῦ ABP 18 πέφυκε συνίστασθαι ABP δὲ M αἱ om. M 19 ante ἅπερ add. θέρη M ἣ] ἡ AP 20 δὲ καὶ τὰ (καὶ M 21 δηλονότι ABPFG τῆς ante γῆς transp. M 22 καταμηνιαίων F1H 23 ταῦτα] τὰ M)

v.1.p.46
βρεφῶν εἶναι.

τῶν δ’ εἰρημένων οὐκ ἀπᾴδει καὶ τὸ μέλλον λέγεσθαι· πάσῃ μητρὶ καθάπερ ἀναγκαιότατον μέρος ἡ φύσις πηγάζοντας ἀνέδωκε μαστοὺς προευτρεπισαμένη τροφὰς τῷ γεννησομένῳ· μήτηρ δ’ ὡς ἔοικε καὶ ἡ γῆ, παρὸ καὶ τοῖς πρώτοις ἔδοξεν αὐτὴν Δήμητραν καλέσαι τὸ μητρὸς καὶ γῆς ὄνομα συνθεῖσιν· οὐ γὰρ γῆ γυναῖκα, ὡς εἶπε Πλάτων, ἀλλὰ γυνὴ γῆν μεμίμηται, ἣν ἐτύμως τὸ ποιητικὸν γένος παμμήτορα καὶ καρποφόρον καὶ πανδώραν εἴωθεν ὀνομάζειν, ἐπειδὴ πάντων αἰτία γενέσεως καὶ διαμονῆς ζῴων ὁμοῦ καὶ φυτῶν ἐστιν. εἰκότως οὖν καὶ γῇ τῇ πρεσβυτάτῃ καὶ γονιμωτάτῃ μητέρων ἀνέδωκεν ἡ φύσις οἷα μαστοὺς ποταμῶν ῥεῖθρα καὶ πηγῶν, ἵνα καὶ τὰ φυτὰ ἄρδοιτο καὶ ποτὸν ἄφθονον ἔχοι πάντα τὰ ζῷα.

Μετὰ δὲ ταῦτά φησιν ὅτι "ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς" (Gen. 2, 7). ἐναργέστατα καὶ διὰ τούτου παρίστησιν ὅτι διαφορὰ παμμεγέθης ἐστὶ τοῦ τε νῦν πλασθέντος ἀνθρώπου καὶ τοῦ κατὰ τὴν εἰκόνα θεοῦ γεγονότος πρότερον· ὁ μὲν γὰρ διαπλασθεὶς αἰσθητὸς ἤδη μετέχων ποιότητος, ἐκ σώματος καὶ ψυχῆς συνεστώς, ἀνὴρ ἢ γυνή, φύσει θνητός· ὁ δὲ κατὰ τὴν εἰκόνα ἰδέα τις ἢ γένος ἢ σφραγίς, νοητός, ἀσώματος, οὔτ’ ἄρρεν οὔτε θῆλυ, ἄφθαρτος φύσει.

τοῦ δ’ αἰσθητοῦ καὶ ἐπὶ μέρους ἀνθρώπου τὴν κατασκευὴν σύνθετον εἶναί φησιν ἔκ τε γεώδους [*](1 δὲ ABP ἀπᾴδει M: ἀποδεῖ ceteri 3 προευτρεπιζομένη ABP τῶν γεννησομένων Η 4 αὑτὴν om. M Δημήτεραν M 5 συνθείς G 6 μιμεῖται M ἑτύμως H, ἑτοίμως FL, ὁμοίως M ποιητικὸν FGH: ποιητῶν ceteri 8 διαοι μονὴ M 9 καὶ γῇ om. M 10 ἵνα καὶ M: καὶ om. ceteri 11 ἔχη B, ἔχει FH 12 τὸν ἄνθρωπον MB: τὸν om. ceteri 13 λαβὼν om. FG τῆς om. M 15 καὶ παμμεγέθης M 16 τοῦ θεοῦ M ἤδη αἰσθητὸς H 17 ἀνὴρ—θνητός om. M 18 θνητὸς ὤν Η 19 οὔτ’ ἄρρεν Mang.: οὔτε γὰρ ἄρρεν M, οὔτ’ ἄρρην ceteri ἄφθαρτον M 20 φασιν M ἔκ τε M: τε om. ceteri 5 Plat. Menex. 238 Α 12 sqq. Origenes in Gen. Hom. I 13 (VIII p. 121 Lomm.) . . . Hunc sane hominem, quem dicit ad imaginem Dei factum, non intellegimus corporalem; non enim corporis figmentum Dei imaginem continet, neque factus esse corporalis homo dicitur, sed plasmatus . . .; ait enim: „et plasmavit Deus hominem“, est, finxit de terrae limo; is autem, qui ad imaginem Dei factus est et ad similitudinem, interior homo noster est, invisibilis et incorporalis et incorruptus atque immortalis. Chalcid. in Plat. Tim. cap. 278 . . denique etiam hominem prius intellegibilem et exemplum archetypum generis humani, tunc demum corporeum factum a Deo esse dicit (scil. Philo).)

v.1.p.47
οὐσίας καὶ πνεύματος θείου· γεγενῆσθαι γὰρ τὸ μὲν σῶμα χοῦν τοῦ τεχνίτου λαβόντος καὶ μορφὴν ἀνθρωπίνην ἐξ αὐτοῦ διαπλάσαντος, τὴν δὲ ψυχὴν ἀπ’ οὐδενὸς γενητοῦ τὸ παράπαν, ἀλλ’ ἐκ τοῦ πατρὸς καὶ ἡγεμόνος τῶν πάντων· ὃ γὰρ ἐνεφύσησεν, οὐδὲν ἦν ἕτερον ἢ πνεῦμα θεῖον ἀπὸ τῆς μακαρίας καὶ εὐδαίμονος φύσεως ἐκείνης ἀποικίαν τὴν ἐνθάδε στειλάμενον ἐπ’ ὠφελείᾳ τοῦ γένους ἡμῶν, ἵν’ εἰ καὶ θνητόν ἐστι κατὰ τὴν ὁρατὴν μερίδα, κατὰ γοῦν τὴν ἀόρατον ἀθανατίζηται. διὸ καὶ κυρίως ἄν τις εἴποι τὸν ἄνθρωπον θνητῆς καὶ ἀθανάτου φύσεως εἶναι μεθόριον ἑκατέρας ὅσον ἀναγκαῖόν ἐστι μετέχοντα καὶ γεγενῆσθαι θνητὸν ὁμοῦ καὶ ἀθάνατον, θνητὸν μὲν κατὰ τὸ σῶμα, κατὰ δὲ τὴν διάνοιαν ἀθάνατον.

ἐκεῖνος δ’ ὁ πρῶτος ἄνθρωπος ὁ γηγενής, ὁ παντὸς τοῦ γένους ἡμῶν ἀρχηγέτης, ἑκάτερον ἄριστος ψυχήν τε καὶ σῶμα γεγενῆσθαί μοι δοκεῖ καὶ μακρῷ τινι τοὺς ἔπειτα διενεγκεῖν κατὰ τὰς ἐν ἀμφοτέροις ὑπερβολάς· ὁ γὰρ ἀληθείᾳ καλὸς καὶ ἀγαθὸς οὗτος ὄντως ἦν. τεκμηριώσαιτο δ’ ἄν τις τὴν μὲν τοῦ σώματος εὐμορφίαν ἐκ τριῶν, ὧν ἐστι πρῶτον τόδε· ἄρτι τῆς γῆς νεοκτίστου φανείσης κατὰ τὴν τοῦ πολλοῦ ὕδατος διάκρισιν, ὃ προσερρήθη θάλαττα, τὴν ὕλην συνέβαινε τῶν γινομένων ἀμιγῆ καὶ ἄδολον καὶ καθαρὰν ἔτι δ’ ὁλκὸν καὶ εὐεργὸν εἶναι, ἐξ ἧς τὰ ἀποτελούμενα εἰκότως ἦν ἀνυπαίτια.