De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
οἵ γε μὴν πλάνητες, ἡ ἀντίρροπος στρατιὰ [*](1 ἡ prius F2H: ἣν MG2, ἢ ABPF1G1 ἧ alterum MG1: ἣν ceteri 3 τοῦ ἓξ τοῦ ὀκτὼ τοῦ δώδεκα ABP 4 διπλασίων G γὰρ om. FG 5 τέσσαρσιν ABPF ὑπερέχει FG2: ὑπερέχεται ceteri 6 τέτταρα AP τῶν δυοῖν ABP: τοῖν δυοῖν ceteri 7 καὶ add. Jessen ὑπερέχει P 8 ὄγδοος] η΄ ABP μὲν om. G 9 τρίτα AP, τρία B 11 τρίτον] τρίτα AP, γ΄ Β 12 ἀναγκαῖον F 13 προειρήσθω M: προσειρήσθω ceteri 14 ἑβδομὰς M: ἡ ἑβδομὰς ceteri ἐν ἀσωμάτοις προκαλεῖται καὶ νοητῶς ABP 15 ἐπ᾿ οὐρανὸν Wendl. 16 τὰ πέρατα M τῷ om. B 19 τροπικὸν post χειμερινὸν om. ABP ἰσημερινοὺς M ζῳδιακὸν] δύο M 19. 20 καὶ προσέτι om. ABP 21 ἔχοι ABP τῆς ὁράσεως F, γρ. αἰσθήσεως in marg. F2 τοτὲ μὲν—τοτὲ δὲ (22)] τὸ μὲν—τὸ δὲ H 22 ἡ ἀντίρροπος M: ἡ τ’ ἀντίρροπος ceteri στρατεία M) [*](14—20 Ioann. Lyd. de mens. II c. 11 ... διατείνει δὲ αὐτῆς ἡ φύσις καὶ ἐπὶ ὁρατὴν ἁπάντων οὑσίαν, οὐρανὸν καὶ γῆν. αὐτίκα γοῦν οὐρανόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν ὁνόματα τάδε· ἀρκτικός, ἀνταρκτικός, θερινός, χειμερινός, ἰσημερινός, ζῳδιακός, καὶ προσέτι γαλαξίας.)
πρὸς χορηγίας ἀφθόνους τῶν δεομένων. ἄρκτος γε μήν, ἥν φασι πλωτήρων εἶναι προπομπόν, ἐξ ἑπτὰ ἀστέρων συνέστηκεν· εἰς ἣν ἀφορῶντες κυβερνῆται τὰς ἐν θαλάττῃ μυρίας ὁδοὺς ἀνέτεμον ἀπίστῳ πράγματι καὶ μείζονι ἢ κατὰ φύσιν ἀνθρωπίνην ἐπιθέμενοι· στοχασμῷ γὰρ τῶν εἰρημένων ἀστέρων τὰς πρὶν ἀδηλουμένας χώρας ἀνεῦρον, νήσους μὲν οἱ τὴν ἤπειρον οἰκοῦντες, νησιῶται δὲ ἠπείρους· ἔδει γὰρ ὑπὸ τοῦ καθαρωτάτου τῆς οὐσίας οὐρανοῦ ζῴῳ τῷ θεοφιλεστάτῳ γῆς ὁμοῦ καὶ θαλάττης ἀναδειχθῆναι τοὺς μυχοὺς ἀνθρώπων γένει.
πρὸς δὲ τοῖς εἰρημένοις καὶ ὁ τῶν πλειάδων χορὸς ἀστέρων ἑβδομάδι συμπεπλήρωται, ὧν αἱ ἐπιτολαὶ καὶ ἀποκρύψεις μεγάλων ἀγαθῶν αἴτιαι γίνονται πᾶσι· δυομένων μὲν γὰρ αὔλακες ἀνατέμνονται πρὸς σπόρον· [*](1 τῇ Wendl.: τῆς e ταῖς corr. M, τῆς ABPH, om. FG 2 τὸ μὲν FG 3 τρέπουσι καὶ μεταβάλλουσι M: καὶ μεταβάλλουσι om. ceteri καὶ μυρίας M 3. 4 ἐμποιοῦνται M, ἐμποιοῦντα H 4 ἐξαισίοις M: ἐξαισίαις ceteri 5 τε] δὲ ABP ποταμοῖς ΜF1 7 εὐρεῖς FG2: εὑρεῖν MG1H, εὐρείαις ABP ἐστιν ὅτε] εἰσὶν οἵ τε FG2 κόλπον ABP θαλάσσης ABPF 8 ὑποσυράσαις ἀμπώτισι ABP βαθὺς APF1G1H: βαθεῖς F2G2, ἐκ βάθους M, εὐθὺς Β αἰγιαλοὶ M, αἰγιαλοὺς F2G2 εἰσι corr. Turn.: εἴσεισι ABP1, ἴησι FGH, εἴησι P2, om. M 9 ἀναχθείσης Η post βαθύτατα add. ὤφθησαν M 11 γεννῶντες F1(?)H αὔξουσι—παρασκευάζοντες om. ABP1 (in marg. add. P2) ἐν ἑκάστοις] ἑκάστου M 13 χωρηγίας Α γε M: τε ABPH, om. G, om. in ras. F ν ν μήν] μὲν FG 14 προπομπὴν FG ἣν] οὓς F 15 ἀνέτεμον Μ, ἀνατέμονται F2G2 15. 16 ἀπίστῳ πράγματι M: πράγματι ἀπίστῳ ceteri 16 μείζω M φύσιν] πίστιν Β, γνώμην Η ἐπιθέμενοι] ἑπόμενοι Β 18 νησαίους M 19 ὑπὸ τῆς καθαρωτάτης οὐσίας M θεοφιλεστάτῳ MFG: θεοφιλεῖ ceteri 21 καὶ om. G 22 καὶ αἱ ἀποκρύψεις H αἰτίαι M 23 γίνονται πᾶσι M: πᾶσι γίνονται ceteri μὲν om. M)
ὅ τε μέγας ἡγεμὼν ἡμέρας ἥλιος διττὰς καθ’ ἕκαστον ἐνιαυτὸν ἀποτελῶν ἰσημερίας, ἔαρι καὶ μετοπώρῳ, τὴν μὲν ἐαρινὴν ἐν κριῷ, τὴν δὲ μετοπωρινὴν ἐν ζυγῷ, ἐναργεστάτην παρέχεται πίστιν τοῦ περὶ τὴν ἑβδόμην θεοπρεποῦς· ἑκατέρα γὰρ τῶν ἰσημεριῶν ἑβδόμῳ γίνεται μηνί, καθ’ ἃς καὶ ἑορτάζειν διείρηται νόμῳ τὰς μεγίστας καὶ δημοτελεστάτας ἑορτάς, ἐπειδήπερ ἀμφοτέραις τὰ ὅσα ἐκ γῆς τελειογονεῖται, ἔαρι μὲν ὁ τοῦ σίτου καρπὸς καὶ τῶν ἄλλων ὅσα σπαρτά, μετοπώρῳ δὲ ὁ τῆς ἀμπέλου καὶ τῶν ἄλλων πλείστων ἀκροδρύων.
Ἐπεὶ δ’ ἐκ τῶν οὐρανίων τὰ ἐπίγεια ἤρτηται κατά τινα φυσικὴν συμπάθειαν, ὁ τῆς ἑβδομάδος λόγος ἄνωθεν ἀρξάμενος κατέβη καὶ πρὸς ἡμᾶς τοῖς θνητοῖς γένεσιν ἐπιφοιτήσας. αὐτίκα τῆς ἡμετέρας ψυχῆς τὸ δίχα τοῦ ἡγεμονικοῦ μέρος ἑπταχῆ σχίζεται, εἰς πέντε αἰσθήσεις καὶ τὸ φωνητήριον ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον· ἃ δὴ πάντα καθάπερ ἐν τοῖς θαύμασιν ὑπὸ τοῦ ἡγεμονικοῦ νευροσπαστούμενα τοτὲ μὲν ἠρεμεῖ τοτὲ δὲ κινεῖται τὰς ἁρμοττούσας σχέσεις καὶ κινήσεις ἕκαστον.
ὁμοίως δὲ καὶ τοῦ σώματος εἴ τις ἐξετάζειν ἐπιχειρήσειε τά τ’ ἐκτὸς καὶ ἐντὸς μέρη, καθ’ ἑκάτερον ἑπτὰ εὑρήσει· τὰ μὲν οὖν ἐν φανερῷ ταῦτ’ ἐστί· κεφαλή, στέρνα, γαστήρ, διτταὶ χεῖρες, διτταὶ βάσεις· τὰ δ’ ἐντὸς λεγόμενα σπλάγχνα στόμαχος, καρδία, πνεύμων, σπλήν, ἧπαρ, νεφροὶ δύο.
πάλιν δ’ αὖ τὸ ἡγεμονικώτατον ἐν ζῴῳ κεφαλὴ τοῖς ἀναγκαιοτάτοις ἑπτὰ χρῆται, δυσὶν ὀφθαλμοῖς, ἀκοαῖς ἴσαις, αὐλοῖς μυκτῆρος δυσίν, ἑβδόμῳ στόματι, δι’ οὗ γίνεται θνητῶν μέν, ὡς ἔφη Πλάτων, εἴσοδος, [*](1 ἀμητὸν ΜFH 3 καθ’ ἑκάστης ἡμέρας FG2H 4 ὅ τε μέγας ἡγεμὼν M: ὅ θ’ ἡγεμὼν ceteri 5 ἰσομοιρίας Β 6 ζυγῷ] χειμῶνι M 7 ἑκατέρω M ἴ 9 ὅσα G, ἴσα F2 10 ὅσα ἐστὶ σπαρτά M μετοπώρου P ὁ ABP: τὰ M, τὸ FGH 13 ὁ γὰρ τῆς M 15 μέρους M εἰς scripsi: πρὸς codd. 16 δὴ om. Β 17 ὑπὸ om. Β 18 κινεῖται] κινήσεις M ἕκαστον om. M 19 ἐπιχειρήσει M τε FGH ἐκτὸς καὶ ἐντὸς MFG: ἐντὸς καὶ ἐκτὸς ceteri 20 ἐν τῶ φανερῶ F ταῦτα MB 21. 22 τὰ δ’ ἐν τοῖς λεγομένοις σπλάγχνοις ABP 23 δ’ αὖ M, δὲ αὖ F2G: τὲ αὖ ceteri 24 αὐλαῖς H 25 ἔφην πλαστῶν M) [*](4—16 loann. Lyd. de mens. II c. 11 . . . ὅθεν τὰ κατὰ τὴν ἡμετέραν ψυχὴν διὰ (l. τοῦ ἡγεμονικοῦ λόγου ἑπταχῆ σχίζεται, πρός τε πέντε αἰσθήσεις καὶ τὸ φωνητικὸν ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον. 25 Plat. Tim. 75 D)
νόμοι, δι’ ὧν ὁ λογικὸς βίος κυβερνᾶται. τὰ δὲ διὰ τῆς ἀρίστης τῶν αἰσθήσεων ὄψεως κρινόμενα μετέχει τοῦ ἀριθμοῦ κατὰ γένος· ἑπτὰ γάρ ἐστι τὰ ὁρώμενα, σῶμα, διάστασις, σχῆμα, μέγεθος, χρῶμα, κίνησις, στάσις, καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον.
συμβέβηκε μέντοι καὶ τὰς τῆς φωνῆς μεταβολὰς ἁπάσας ἑπτὰ εἶναι, τὴν ὀξεῖαν, τὴν βαρεῖαν, τὴν περισπωμένην, καὶ τέταρτον δασὺν φθόγγον καὶ ψιλὸν πέμπτον καὶ μακρὸν ἕκτον καὶ βραχὺν ἕβδομον.
ἀλλὰ γὰρ καὶ κινήσεις ἑπτὰ εἶναι συμβέβηκε, τὴν ἄνω, τὴν κάτω, τὴν ἐπὶ δεξιά, τὴν ἐπ’ εὐώνυμα, τὴν πρόσω, τὴν κατόπιν, τὴν ἐν κύκλῳ, ἃς ἐν τοῖς μάλιστα τρανοῦσιν οἱ τὴν ὄρχησιν ἐπιδεικνύμενοι.
φασὶ δὲ καὶ τὰς διὰ τοῦ σώματος ἐκκρίσεις ὑπεστάλθαι τῷ λεχθέντι ἀριθμῷ· διὰ μὲν γὰρ ὀφθαλμῶν δάκρυα προχεῖται, διὰ δὲ μυκτήρων αἱ ἐκ κεφαλῆς καθάρσεις, διὰ δὲ στόματος ὁ ἀποπτυόμενος σίελος· εἰσὶ δὲ καὶ διτταὶ δεξαμεναὶ πρὸς τὰς τῶν περιττωμάτων ἀποχετεύσεις, ἡ μὲν ἔμπροσθεν, ἡ δὲ κατόπιν· ἕκτη δ’ ἐστὶν ἡ δι’ ὅλου τοῦ σώματος ἐν ἱδρῶτι πρόχυσις, καὶ ἑβδόμη ἡ φυσικωτάτη σπέρματος πρόεσις διὰ τῶν γεννητικῶν.
φησὶ δὲ καὶ Ἱπποκράτης ὁ τῆς φύσεως ἐπιγνώμων ἐν ἑβδομάδι κρατύνεσθαι καὶ τὴν πῆξιν τῆς γονῆς καὶ τὴν ἀνάπλασιν τῆς σαρκός. πάλιν δ’ αὖ γυναιξὶν ἡ φορὰ τῶν καταμηνίων εἰς ἑπτὰ τὰς πλείστας ἡμέρας χορηγεῖται. καὶ [*](1 γὰρ om. ABP1 2 λόγου H ἐξιοῦσιν F 4 κρινόμενα] ἐπεισκρινόμενα M 7 μεταβολῆς Β πάσας M 10 τὴν ἀνωτάτω, τὴν κατωτάτω M ἐπ’ om. M 11 καὶ τὴν κατόπιν M ἃς] ἣν M 12. 13 ante ἐκκρίσεις add. γινομένας M 14 ἐκ om. M 15 ὁ ἀποπτυόμενος σίελος M: οἱ ἀποπτυόμενοι σίελοι ceteri 16 ἡ μὲν γὰρ πρόσθεν M 17 ἱδρῶσι ABPFG καὶ scripsi: ἑβδόμη om. codd., καὶ τελευταία coni. Wendl. 18 σπέρματος] σώματος G1 φησὶ—σαρκός (20) praebet M solus, om. ceteri 20 ἀνάπλασιν Wendl.: ἀνάπλησιν M δ’ αὖ M: τὲ αὖ ceteri 21 φορὰ M: καταφορὰ ceteri) [*](5—11 loann. Lyd. de mens II. c. 11 ... καὶ τὸ πᾶν δὲ τοῦτο ἐν ἑπτὰ θεωρεῖται· σώματι, ἐν διαστάσει, ἐν σχήματι, ἐν μεγέθει ἐν χρώματι, ἐν κινήσει, ἐν στάσει, καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον συμβέβηκε τοῖς ὁρωμένοις — ... ἑπτὰ δὲ καὶ φωνῶν μεταβολαί, ὀξεῖα, βαρεῖα, περισπωμένη, σύμφθογγος (1. δασὺς φθόγγος), ψιλή τε καὶ μακρὰ καὶ βραχεῖ.— . . . καὶ κινήσεις δὲ αἰ πᾶσαι μόναι εἰσὶν ἑπτά, ἥ τε ἄνω, ἥ τε κάτω, ἡ ἐπὶ δεξιὰ ἡ εὐώνυμα, ἡ πρόσω, ἡ κατόπιν, ἡ ἐν κύκλῳ. 19 Hippocr. περὶ ἑβδομάδων § 1 (VIII p. 634 Littré) ... septem dierum in coagulationem seminis humani et inde naturae hominis.)