De Opificio Mundi
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.
δεύτερον δέ, οὐκ ἐκ τοῦ τυχόντος μέρους τῆς γῆς ἔοικεν ὁ θεὸς χοῦν [*](1 γεγεννῆσθαι Β 2 ἀνθρωπίνην om. DM διαπλασθέντος F 3 δὲ om. D ὑπ’ οὐδενὸς εἴληφε γεννητοῦ D γεννητοῦ ABPG πατρὸς] πνεύματος AP1, πνς BDM 4 πάντων MDM; ἁπάντων ceteri ὃ scripsi: τὸ codd. ἣν om. DM 5 φύσεως ἐκείνης MD: ἐκείνης φύσεως ceteri μετοικίαν M 6 ἶν’ om. M θνητόν] θνητὸς ὁ ἄνθρωπος Mang. (Christophorson) 7 ἀθανατίζεται MF 8 εἴπη FH, εἴποι L 10 μὲν om. M τὸ om. M 11 διάνοιαν] ψυχὴν M 12 ἑκάτερον scripsi: ἑκατέρων M, ἑκάτερα ceteri ψυχῆς τε καὶ σώματος M 13 μοι γεγενῆσθαι δοκεῖ ABP 14 ὑπερβολάς M: μεταβολάς FG marg. H, ὑπερβάσεις ceteri ἐν ἀληθεία ΗP2 καὶ καλὸς ABP 14. 15 οὗτος ὄντως M: ὄντως οὗτος ceteri 1.5 μὲν om. M 16 ὧν ἐστι πρῶτον om. M τόδε· ἄρτι] τό, τε ἄρτι M νεοτίκτου M 17 κατὰ] μετὰ Markland, διὰ Christophorson τοῦ om. ABP τῶν πολλῶν ὑδάτων Jessen προσερήθη Β θάλαττα M: θάλασσα ceteri 18 γιγνομένων FGH καὶ καθαρὰν] καθόλου ABP 18. 19 ἔτι δ’ ὁλκὸν καὶ εὐεργὸν praebet M solus: om. ceteri 19 ἑξῆς F ἀποτελούμενα Μ: ἐπιτελούμενα ceteri 20 οὐκ codd.: οὐδὲ v) [*](2—6 DP fol. 375v DM fol. 282r DR fol. 279v Φίλωνος ἐκ τῆς κατὰ τοῦ τεχνίτου χοῦν λαβόντος—τοῦ γένους ἡμῶν.)
τρίτον δέ, ὃ μηδὲ σύγκρισιν ἔχει πρὸς τὰ λεχθέντα, ὁ δημιουργὸς ἀγαθὸς ἦν τά τε ἄλλα καὶ τὴν ἐπιστήμην, ὡς ἕκαστον τῶν τοῦ σώματος μερῶν καὶ ἰδίᾳ καθ’ αὑτὸ τοὺς ἐπιβάλλοντας ἔχειν ἀριθμοὺς καὶ πρὸς τὴν τοῦ ὅλου κοινωνίαν εὐαρμόστως ἀπηκριβῶσθαι· μετὰ δὲ τῆς συμμετρίας καὶ εὐσαρκίαν προσανέπλαττε καὶ εὔχροιαν ἠνθογράφει βουλόμενος, ὡς ἔνι
μάλιστα, κάλλιστον ὀφθῆναι τὸν πρῶτον ἄνθρωπον. ὅτι δὲ καὶ τὴν ψυχὴν ἄριστος ἦν, φανερόν· οὐδενὶ γὰρ ἑτέρῳ παραδείγματι τῶν ἐν γενέσει πρὸς τὴν κατασκευὴν αὐτῆς ἔοικε χρήσασθαι, μόνῳ δ’ ὡς εἶπον τῷ ἑαυτοῦ λόγῳ. διό φησιν ἀπεικόνισμα καὶ μίμημα γεγενῆσθαι τούτου τὸν ἄνθρωπον ἐμπνευσθέντα εἰς τὸ πρόσωπον, ἔνθα τῶν αἰσθήσεων ὁ τόπος, αἷς τὸ μὲν σῶμα ἐψύχωσεν ὁ δημιουργός, τὸν δὲ βασιλέα λογισμὸν ἐνιδρυσάμενος τῷ ἡγεμονικῷ παρέδωκε δορυφορεῖσθαι πρὸς τὰς χρωμάτων καὶ φωνῶν χυλῶν τε αὖ καὶ ἀτμῶν καὶ τῶν παραπλησίων ἀντιλήψεις, ἃς ἄνευ αἰσθήσεως δι’ αὑτοῦ μόνου καταλαβεῖν οὐχ οἷός τε ἦν. ἀνάγκη [*](1 τὸν μὲν ἀνθρωποειδῆ Μang. τουτονὶ M 3 διϊθημένον M (in marg.: εἶχε διηθημένον παλαιὸν διηνθημένον), διηθημένον corr. ex διηθισμένον F, διηνθισμένον H 4 ἢ νεὼς] ἣν ὡς M ἱερῶ ABP ἐτεκταίνετο om. M 5 ἣν—θεοειδέστατον om. F ἀγαλματοφορεῖν M G δὲ om. FGH 7 τ’ ἄλλα ABP 8 καθ’ αὐτὸ] ν κατὰ Μ 10 εὐσαρκίας Η προσανέπλαττε FGH: προσαναπλάττει M, προσέπλαττε ABP 12 περὶ τὴν ψυχὴν D οὐδενὶ] οὐδὲ F οὐδενὶ γὰρ] ὅθεν οὐχ DM ἑτέρων παραδειγμάτων M, ἑτέρω πράγματι D οὐδενὶ τῶν F τῶν om. M ου 13 αὐτῆς] αὐτοῦ MF, αὐτῆς G δὲ D ὥσπερ DR Μang.) 14 τούτου D (coni. Markland): τοῦτον codd. 16 ἐν αἷς M μὲν om. ABP τὸν δὲ βασιλέα M: τὸν βασιλέα δὲ ceteri 17 ἱδρυσάμενος M παρέδωκε τὸ ἡγεμονικὸν M ante πρὸς add. καὶ M 17. 18 τὰς τῶν χρωμάτων ABP αὖ 18 χιλῶν BF, χυμῶν M τε om. M ἄν G παραπλησίον F 19 ἅς] ὡς M αὑτοῦ Η: αὐτοῦ ceteri τ’ ABP 6—7 DP fol. 376r DM fol. 282r (τοῦ αὑτοῦ ἐκ τῆς αὐτῆς) DR fol. 279v (τοῦ αὐτοῦ): ὁ δημιουργὸς—ἐπιστήμην. 11—16 ibid. ὅτι δὲ—τόπος. 19491 ἀνάγκη—τὸ μίμημα.)
Τοιοῦτος μὲν ὁ πρῶτος ἄνθρωπος κατά τε σῶμα καὶ ψυχὴν γεγενῆσθαί μοι δοκεῖ, τούς τε νῦν ὄντας καὶ τοὺς πρὸ ἡμῶν διενεγκὼν ἅπαντας· ἡ μὲν γὰρ ἡμετέρα γένεσις ἐξ ἀνθρώπων, τὸν δὲ θεὸς ἐδημιούργησεν· ἐφ’ ὅσον δὲ κρείττων ὁ ποιῶν, ἐπὶ τοσοῦτον καὶ τὸ γινόμενον ἄμεινον· ὥσπερ γὰρ τὸ ἀκμάζον αἰεὶ τοῦ παρηβηκότος βέλτιόν ἐστιν, εἴτε ζῷον εἴτε φυτὸν εἴτε καρπὸς εἴτ’ ἄλλο τι τῶν ἐν τῇ φύσει τυγχάνοι, οὕτως ἔοικεν ὁ μὲν πρῶτος διαπλασθεὶς ἄνθρωπος ἀκμὴ τοῦ ἡμετέρου παντὸς ὑπάρξαι γένους, οἱ δ’ ἔπειτα μηκέθ’ ὁμοίως ἐπακμάσαι, τῶν κατὰ γενεὰν ἀμαυροτέρας ἀεὶ τάς τε μορφὰς καὶ τὰς δυνάμεις λαμβανόντων·
ὅπερ ἐπί τε πλαστικῆς καὶ ζῳγραφίας γινόμενον εἶδον· ἀποδεῖ γὰρ τὰ μιμήματα τῶν ἀρχετύπων, τὰ δ’ ἀπὸ τῶν μιμημάτων γραφόμενα καὶ πλαττόμενα πολὺ μᾶλλον, ἅτε μακρὰν ἀφεστῶτα τῆς ἀρχῆς· παραπλήσιον δὲ πάθος καὶ ἡ μαγνῆτις λίθος ἐπιδείκνυται· τῶν γὰρ σιδηρῶν δακτυλίων ὁ μὲν αὐτῆς ψαύσας βιαιότατα κρατεῖται, ὁ δὲ τοῦ ψαύσαντος ἧττον, ἐκκρέμαται δὲ καὶ τρίτος δευτέρου καὶ τέταρτος τρίτου καὶ πέμπτος τετάρτου καὶ ἑτέρων ἕτεροι κατὰ μακρὸν στοῖχον ὑπὸ μιᾶς ὁλκοῦ δυνάμεως συνεχόμενοι, πλὴν οὐ τὸν αὐτὸν τρόπον· ἀεὶ γὰρ οἱ πόρρω τῆς ἀρχῆς ἀπηρτημένοι χαλῶνται διὰ τὸ τὴν ὁλκὴν ἀνίεσθαι μηκέθ’ ὁμοίως σφίγγειν δυναμένην. ὅμοιον δή τι πεπονθέναι καὶ τὸ γένος τῶν ἀνθρώπων φαίνεται καθ’ ἑκάστην γενεὰν [*](1 τὸ μίμημα MD: τὸ om. ceteri 2 φύσει αἰσθητῷ Mang. 3 κάλλει αἰσθητῷ Christophorson αὐτός M: αὐτὸς ὤν ceteri ἐκπρεπέστατος FGH 5 μὲν οὖν Mang. (Christophorson) 6 γενέσθαι M 7 γέννησις Η 8 κρεῖττον M ὂν τοσοῦτο Η, τοσούτω G 9 γινόμενον M: γενόμενον ceteri γὰρ] γε GH, τὲ F αἰεὶ M: ἀεὶ ceteri 10 εἴτ’ ἄλλο] εἴτε τῶν ἄλλων M 11 τυγχάνει BG μὲν om. ABP 13 ἐπακμάζοντες M τῶν—λαμβανόντων (14) secl. 14 λαβόντων ABP πλαστικῆς M: τῆς πλαστικῆς ceteri 14. 15 γενόμενον ABP 15 εἶδος ἐστίν M, ἰδεῖν ἔστιν coni. Mang. ἀποδέει M μιμητὰ FGH δ’ om. M 17. 18 ἐπιδείκνυσι M ἐπιδείκνυται λίθος (sic) H 18 βεβαιότατα ΑΒ, βεβαιώτατα P 19 δὲ alterum om. M 21 μακρὸν α ι στοῖχον FGH: μικρὸν στοῖχον Β, μικρὸν στοῖχον (οι ex ϊ corr.) P, μικρὸν στοῖχον μικρὸν στίχον M πλὴν δὲ οὐ ABP 22 ἐπηρτημένοι Η τὸ om. M 23 ἀνίεσθαι M: ἀνεῖσθαι ceteri δή] δέ M Philonis opera νοl. I 4)
τὸν δ’ ἀρχηγέτην ἐκεῖνον οὐ μόνον πρῶτον ἄνθρωπον ἀλλὰ καὶ μόνον κοσμοπολίτην λέγοντες ἀψευδέστατα ἐροῦμεν· ἦν γὰρ οἶκος αὐτῷ καὶ πόλις ὁ κόσμος, μηδεμιᾶς χειροποιήτου κατασκευῆς δεδημιουργημένης ἐκ λίθων καὶ ξύλων ὕλης, ᾧ καθάπερ ἐν πατρίδι μετὰ πάσης ἀσφαλείας ἐνδιῃτᾶτο φόβου μὲν ἐκτὸς ὤν, ἅτε τῆς τῶν περιγείων ἡγεμονίας ἀξιωθεὶς καὶ πάντων ὅσα θνητὰ κατεπτηχότων καὶ ὑπακούειν ὡς δεσπότῃ δεδιδαγμένων ἢ βιασθέντων, ἐν εὐπαθείαις
δὲ ταῖς ἐν εἰρήνῃ ἀπολέμῳ ζῶν ἀνεπιλήπτως. ἐπεὶ δὲ πᾶσα πόλις εὔνομος ἔχει πολιτείαν, ἀναγκαίως συνέβαινε τῷ κοσμοπολίτῃ χρῆσθαι πολιτείᾳ ᾗ καὶ σύμπας ὁ κόσμος· αὕτη δέ ἐστιν ὁ τῆς φύσεως ὀρθὸς λόγος, ὃς κυριωτέρᾳ κλήσει προσονομάζεται θεσμός, νόμος θεῖος ὤν, καθ’ ὃν τὰ προσήκοντα καὶ ἐπιβάλλοντα ἑκάστοις ἀπενεμήθη. ταύτης τῆς πόλεως καὶ πολιτείας ἔδει τινὰς εἶναι πρὸ ἀνθρώπου πολίτας, οἳ λέγοιντ’ ἂν ἐνδίκως μεγαλοπολῖται τὸν μέγιστον περίβολον οἰκεῖν λαχόντες καὶ τῷ μεγίστῳ καὶ τελειοτάτῳ πολιτεύματι ἐγγραφέντες.
οὗτοι δὲ τίνες ἂν εἶεν ὅτι μὴ λογικαὶ καὶ θεῖαι φύσεις, αἱ μὲν ἀσώματοι καὶ νοηταί, αἱ δὲ οὐκ ἄνευ σωμάτων, ὁποίους συμβέβηκεν εἶναι τοὺς ἀστέρας; οἷς προσομιλῶν καὶ συνδιαιτώμενος εἰκότως ἐν ἀκράτῳ διέτριβεν εὐδαιμονίᾳ· συγγενής τε καὶ ἀγχίσπορος ὢν τοῦ ἡγεμόνος, ἅτε δὴ πολλοῦ ῥυέντος εἰς αὐτὸν τοῦ θείου πνεύματος, πάντα καὶ λέγειν καὶ πράττειν ἐσπούδαζεν εἰς ἀρέσκειαν τοῦ πατρὸς καὶ βασιλέως, ἑπόμενος κατ’ ἴχνος αὐτῷ ταῖς ὁδοῖς, ἃς λεωφόρους ἀνατέμνουσιν ἀρεταί, διότι μόναις ψυχαῖς θέμις προσέρχεσθαι τέλος ἡγουμέναις τὴν πρὸς τὸν γεννήσαντα θεὸν ἐξομοίωσιν.
[*](2 δὲ FG 4 ὁ οἶκος G οἶκος αὐτῶ καὶ πόλις ὁ κόσμος M: οἶκος ὁ κόσμος αὐτῶ καὶ πόλις ceteri 5 καὶ] ἢ M 6 τῶν οm. ΑBP1 8 ἀκούειν ὡς δεσπότη M, ὡς δεσπότη ὑπακούειν ceteri δεδϊγμένων AP1, δεδειγμένων Β εὐσταθείαις Β 9 δὲ om. M ἀπολέμῳ MFG: ἀπολέμως ceteri ἀνεπιλήπτως M: ἀνεπίληπτος ceteri 10 εὐνόμως F1G1H, ἔννομος Mang. ἀναγκαῖον MF ξυνέβαινε L 11 πολιτείαν M ᾖ om. M δ’ M 12 ὃς] ὡς M προσονομάζεσθαι M 12. 13 θεῖος νόμος G 13 καὶ om. M 14 ταύτης] τῆς δὲ (sic) Mang. πολιτείας] πολίτας MABP 15 λέγοιτ᾿ Μ ἐνδίκως] εἰκότως ABP post μεγαλοπολῖται add. οἱ Β 16 γραφέντες ABP 17 καὶ θεῖαι M: καὶ οm. ceteri 18 δ’ M εἶναι συμβέβηκεν G 19 συνομιλῶν F1 ἀκράτῳ] ἀκροτάτῳ ABP 20 δὴ] δὲ FGH 21 τοῦ om. ABP 22 πατρὸς] πνς M post βασιλέως add. μετιὼν M 23 κατ’ ἴχνος αὐτῶ M: αὐτῶ κατ’ ἴχνος ceteri ἅς ὡς λεωφόρους Christophorson (Mang.) διότι M: δι’ ὦν ceteri 24 μόνον ἡ ψυχὴ θέμις προσέρχεσθαι τέλος ἡγουμένη M θέμις ψυχαῖς ABP)Τοῦ μὲν οὖν πρώτου φύντος ἀνθρώπου τὸ καθ’ ἑκάτερον ψυχήν τε καὶ σῶμα κάλλος, εἰ καὶ πολλῷ τῆς ἀληθείας ἔλαττον, ἀλλ’ οὖν κατὰ τὴν ἡμετέραν δύναμιν ὡς οἷόν τε ἦν εἴρηται. τοὺς δ’ ἀπογόνους τῆς ἐκείνου μετέχοντας ἰδέας ἀναγκαῖον εἰ καὶ ἀμυδροὺς ἀλλ’ οὖν ἔτι σῴζειν τοὺς τύπους τῆς πρὸς τὸν προπάτορα συγγενείας.
ἡ δὲ συγγένεια τίς; πᾶς ἄνθρωπος κατὰ μὲν τὴν διάνοιαν ᾠκείωται λόγῳ θείῳ, τῆς μακαρίας φύσεως ἐκμαγεῖον ἢ ἀπόσπασμα ἢ ἀπαύγασμα γεγονώς, κατὰ δὲ τὴν τοῦ σώματος κατασκευὴν ἅπαντι τῷ κόσμῳ· συγκέκραται γὰρ ἐκ τῶν αὐτῶν, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, ἑκάστου τῶν στοιχείων εἰσενεγκόντος τὸ ἐπιβάλλον μέρος πρὸς ἐκπλήρωσιν αὐταρκεστάτης ὕλης, ἣν ἔδει λαβεῖν τὸν δημιουργόν, ἵνα τεχνιτεύσῃ τὴν ὁρατὴν ταύτην εἰκόνα·
καὶ προσέτι πᾶσι τοῖς λεχθεῖσιν ὡς οἰκειοτάτοις καὶ συγγενεστάτοις χωρίοις ἐνδιαιτᾶται τόπους ἀμείβων καὶ ἄλλοτε ἄλλοις ἐπιφοιτῶν, ὡς κυριώτατα φάναι τὸν ἄνθρωπον πάντα εἶναι, χερσαῖον ἔνυδρον πτηνὸν οὐράνιον· ᾗ μὲν γὰρ οἰκεῖ καὶ βέβηκεν ἐπὶ γῆς, χερσαῖον ζῷόν ἐστιν, ᾗ δὲ δύεται καὶ νήχεται καὶ πλεῖ πολλάκις, ἔνυδρον— ἔμποροι καὶ ναύκληροι καὶ πορφυρεῖς καὶ ὅσοι τὴν ἐπ’ ὀστρέοις καὶ ἰχθύσιν ἄγραν μετίασι τοῦ λεχθέντος εἰσὶ σαφεστάτη πίστις —, ᾗ δὲ μετέωρον ἀπὸ γῆς ἀνώφοιτον ἐξῆρται τὸ σῶμα, λέγοιτ’ ἂν ἐνδίκως ἀεροπόρον εἶναι, πρὸς δὲ καὶ οὐράνιον, διὰ τῆς ἡγεμονικωτάτης τῶν αἰσθήσεων ὄψεως ἡλίῳ καὶ σελήνῃ καὶ ἑκάστῳ τῶν ἄλλων ἀστέρων πλανήτων καὶ ἀπλανῶν συνεγγίζων.
Παγκάλως δὲ καὶ τὴν θέσιν τῶν ὀνομάτων ἀνῆψε τῷ πρώτῳ (Gen. 2,19)· σοφίας γὰρ καὶ βασιλείας τὸ ἔργον, σοφὸς δ’ ἐκεῖνος αὐτομαθὴς καὶ αὐτοδίδακτος, χερσὶ θείαις γενόμενος, καὶ προσέτι βασιλεύς· [*](1 τοῦ] τὸ corr. ex τοῦ F τοῦ πρώτου F, πρῶτον AP 2 ψυχήν τε] καὶ ψυχὴν H (sed καὶ superscr. Η2) ἐλάττω M 3 τ’ ABP 4 τῆς om. M ἰδέας ἐκείνων Η μετασχόντας ABP οὐσίας G, γρ. οὐσίας F2 in marg. ἀναγκαῖον ἦν M 5 διασώζειν M προπάτορα M: πατέρα ceteri 6 τίς; πᾶς] πᾶς τις M κτὰ μὲν om. M διάνοιαν] συγγένειαν G ᾠκείωται] ὦ οἰκειοῦται M 6. 7 λόγω θείω M: θείω λόγω ceteri 8. 9 συγκέκραται M: συγκέκριται ceteri 10 ἐξενεγκόντος M 11 τεχνιτεύσῃ M: τεχνιτεύσηται ceteri 12. 13 ὡς συγγενεστάτοις καὶ οἰκειοτάτοις Β 14 κυριώτατον F1 15 ᾖ] εἰ M 16 ᾖ] εἰ M, ἡ F1 μάχεται G 18 εἰσὶ] ἐστὶ M ᾖ] εἰ M 19 ἀνώφοιτον] ἄνω φοιτῶν M ἐξῆρται Mang.: ἐξήρτηται codd. 21. 22 πλανήτων ἀστέρων M 22 συνεγγίζων MB: συνεγγίζον (o corr. ex ω) Α, συνεγγίζον ceteri 23 ὀνομάτων] ὀμμάτων BP 25 χερσὶ M: χάρισι ceteri καὶ προσέτι δὲ ABP 4*)