On the Estate of Hagnias

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

πρόσοδος μὲν αὕτη δύο καὶ εἴκοσι μναῖ καὶ πρός· χωρὶς δὲ τούτων κατέλιπεν ἔπιπλα, πρόβατα, κριθάς, οἶνον, ὀπώρας, ἐξ ὧν ἐνεπόλησαν[*](ἐνεπόλησανScaliger: ἐνεπώλ-.) τετρακισχιλίας ἐννακοσίας· ἔτι δὲ ἔνδον ἐννακοσίας δραχμάς. πρὸς δὲ τούτοις ἐξ ἐράνων ὀφλήματα εἰσπεπραγμένα, μικροῦ δεούσας χιλίας δραχμάς, μαρτύρων ἐναντίον ἡ μήτηρ αὐτοῦ, τοῦ παιδός, ἀπεγράψατο. καὶ οὔπω λέγω περὶ τῶν ἄλλων, ἃ κατελείφθη μὲν οὗτοι δʼ οὐκ ἀποφαίνουσιν, ἀλλὰ τὰ φανερὰ καὶ τὰ ὑπὸ τούτων ὁμολογούμενα. κάλει δέ μοι τῶν εἰρημένων τοὺς μάρτυρας.

Μάρτυρες

ἡ μὲν τοίνυν Στρατοκλέους οὐσία καὶ πλείων ταύτης ἐστίν· ἀλλʼ ὕστερον περὶ τῶν παρακλεπτομένων ὑπὸ τούτων ποιήσομαι τοὺς λόγους· ἡ δʼ ἐμὴ πόση τις; χωρίον ἐν Οἰνόῃ πεντακισχιλίων καὶ Προσπαλτοῖ τρισχιλίων, καὶ οἰκία ἐν ἄστει δισχιλίων, πρὸς δὲ τούτοις 〈ὁ〉[*](ὁadd. Schoemann.) κλῆρος ὃν Ἁγνίας κατέλιπε, περὶ δύο τάλαντα· οὐ γὰρ ἂν οἶδʼ ὅτι πλέον εὕροι[*](εὕροιBekker: εὔρη.) τούτου. ταῦτʼ ἐστὶ τρία τάλαντα καὶ τετρακισχίλιαι μόνον, δέκα καὶ ἑκατὸν μναῖς ἐλάττω τῶν τοῦ παιδός.