On the Estate of Hagnias

Isaeus

Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).

συνέβη δὲ Στρατοκλεῖ πρὸς τοῖς ὑπάρχουσι πλέον ἢ πένθʼ ἡμιταλάντων οὐσίαν λαβεῖν· Θεοφῶν[*](ΘεοφῶνAldus: -φρων.) γὰρ ὁ τῆς γυναικὸς αὐτοῦ ἀδελφὸς ἀποθνῄσκων ἐποιήσατο τῶν θυγατέρων αὐτοῦ μίαν, καὶ τὰ ὄνθʼ[*](τὰ ὄνθʼBlass: τόν θʼ.) αὑτοῦ ἔδωκεν, ἀγρὸν τὸν Ἐλευσῖνι δυοῖν ταλάντοιν, πρόβατα ἑξήκοντα, αἶγας ἑκατόν, ἔπιπλα, ἵππον λαμπρὸν ἐφʼ οὗ ἐφυλάρχησε, καὶ τὴν ἄλλην κατασκευὴν ἅπασαν,

ἧς κύριος ἐκεῖνος γενόμενος ἐννέα ἔτη ὅλα κατέλιπε πέντε ταλάντων οὐσίαν καὶ τρισχιλίων δραχμῶν σὺν τοῖς ἑαυτοῦ πατρῴοις, χωρὶς ἐκείνης ἧς Θεοφῶν τῇ θυγατρὶ αὐτοῦ ἔδωκεν, ἀγρὸν μὲν Θριᾶσι πένθʼ ἡμιτάλαντα εὑρίσκοντα, οἰκίαν δὲ Μελίτῃ τρισχιλίων ἐωνημένην,[*](ἐωνημένηνReiske: ὠν-.) ἄλλην δὲ Ἐλευσῖνι πεντακοσίων. ἐδάφη μὲν ταῦτα, ἀφʼ ὧν ἡ μίσθωσις τοῦ μὲν ἀγροῦ δώδεκα μναῖ, τῶν δὲ οἰκιῶν τρεῖς, αἳ πεντεκαίδεκα μναῖ συναμφότερα γίγνονται· χρέα δʼ ἐπὶ τόκοις ὀφειλόμενα περὶ τετρακισχιλίας, ὧν τὸ ἔργον ἐπʼ ἐννέα ὀβολοῖς ἑπτακόσιαι καὶ εἴκοσι δραχμαὶ γίγνονται τοῦ ἐνιαυτοῦ ἑκάστου.