On the Estate of Hagnias
Isaeus
Isaeus. Forster, Edward Seymour, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1927 (1962 printing).
κἀγὼ μὲν ἐγκαταλογίζομαι καὶ τὰ τοῦ ὑέος τοῦ ἐκποιηθέντος εἰς ταῦτα, τοῖς τοῦ παιδὸς δὲ οὐ προσέθηκα τὴν Θεοφῶντος οὐσίαν, πένθʼ ἡμιταλάντων οὖσαν, ἐφʼ ᾗ[*](ᾖSchoemann: ἣν.) ἐποιήσατο τὴν ἀδελφὴν αὐτοῦ· ῥᾳδίως γὰρ ἂν εὑρεθείη καὶ ὀκτὼ ταλάντων ὁ τούτων οἶκος· ἀλλʼ ἐκεῖνα ἀφῄρηται χωρίς. κἀμοὶ μὲν ὁ κλῆρος ὃν Ἁγνίας κατέλιπεν, οὗτος οὔπω βέβαιός ἐστι·
δίκαι γὰρ ἐνεστήκασι ψευδομαρτυρίων, κελεύει δʼ ὁ νόμος, ἐὰν ἁλῷ τις τῶν ψευδομαρτυρίων, πάλιν ἐξ ἀρχῆς εἶναι περὶ αὐτῶν τὰς λήξεις· τὰ δὲ τοῦ παιδὸς ὡμολογημένα καὶ ἀναμφισβήτητα καταλέλοιπε Στρατοκλῆς. ὅτι δὲ τοσαῦτά ἐστι τἀμὰ σὺν τοῖς τοῦ ἐκποιήτου ὑέος, καὶ ψευδομαρτυριῶν ἐνεστᾶσι δίκαι περὶ τῶν Ἁγνίου, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.