Letters

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

πάντα τοίνυν τὰ προειρημένʼ ἐλάττω νομίζω τῆς συνεχοῦς καὶ καθʼ ἡμέραν πολιτείας, ἐν ᾗ παρεῖχον ἐμαυτὸν ἐγὼ πολιτευόμενον, οὐδεμιᾶς ὀργῆς οὐδὲ δυσμενείας οὐδʼ ἀδίκου πλεονεξίας οὔτε κοινῆς οὔτʼ ἰδίας προϊστάμενος, οὐδὲ συκοφαντήσας οὐδένα πώποτʼ οὔτε πολίτην οὔτε ξένον, οὐδὲ καθʼ ὑμῶν ἰδίᾳ δεινὸς ὤν, ἀλλʼ ὑπὲρ ὑμῶν, εἴ τι δεήσειεν, ἐξεταζόμενος δημοσίᾳ.

εἰδεῖεν δʼ ἂν οἱ πρεσβύτεροι, καὶ λέγειν τοῖς νεωτέροις ἐστὲ δίκαιοι τὴν πρὸς Πύθωνα τὸν Βυζάντιον ἐκκλησίαν, ὅτε τοὺς ἀπὸ τῶν Ἑλλήνων ἦλθε πρέσβεις ἔχων ὡς ἀδικοῦσαν δείξων τὴν πόλιν, ἀπῆλθε δὲ τἀναντία τούτων παθών, μόνου τῶν τότε ῥητόρων ἐξετάσαντος ἐμοῦ τὰ ὑπὲρ ὑμῶν δίκαια. καὶ ἐῶ πρεσβείας ὅσας ὑπὲρ ὑμῶν ἐπρέσβευσα, ἐν αἷς οὐδὲν ἠλαττώθητε πώποτʼ οὐδὲ καθʼ ἕν.

ἐπολιτευόμην γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅπως ἀλλήλων ὑμεῖς περιγενήσεσθε σκοπῶν, οὐδʼ ἐφʼ ἑαυτὴν ἀκονῶν τὴν πόλιν, ἀλλʼ ἀφʼ ὧν δόξαν καὶ μεγαλοψυχίαν ὑμῖν ὑπάρξειν ἐνόμιζον. ἐφʼ οἷς ἅπασι μέν, μάλιστα δὲ τοῖς νέοις, ἄγασθαι προσήκει, καὶ σκοπεῖν μὴ μόνον τὸν διακονήσοντα πρὸς χάριν πάντʼ ἐν τῇ πολιτείᾳ ʽτούτου μὲν γὰρ οὐδέποτʼ ἔστʼ ἀπορῆσαἰ, ἀλλὰ καὶ τὸν ἐπʼ εὐνοίᾳ περὶ ὧν ἂν ἀγνοῆτʼ ἐπιτιμήσοντα.

ἔτι τοίνυν παραλείπω πολλά, ἐφʼ οἷς ἕτερος καὶ μηδὲν ἄλλο χρήσιμος γεγονὼς δικαίως ἂν ἠξίου τυγχάνειν σωτηρίας, χορηγίας καὶ τριηραρχίας καὶ χρημάτων ἐπιδόσεις ἐν πᾶσι τοῖς καιροῖς· ἐν οἷς ἐγὼ φανήσομαι οὐ μόνον αὐτὸς ἐξητασμένος πρῶτος, ἀλλὰ καὶ τοὺς ἄλλους παρακεκληκώς. ὧν ἕκαστον, ὦ ἄνδρες Ἀθηναῖοι, λογίσασθε, ὡς ἀνάξιόν ἐστι τῆς περιεστηκυίας νῦν ἐμοὶ συμφορᾶς.

ἀφθόνων δʼ ὄντων, ἀπορῶ τί πρῶτον ὀδύρωμαι τῶν παρόντων κακῶν. πότερον τὴν ἡλικίαν ἐν ᾗ φυγῆς ἐπικινδύνου πειρᾶσθαι παρʼ ἔθος καὶ παρὰ τὴν ἀξίαν ἀναγκάζομαι; ἢ τὴν αἰσχύνην ἐφʼ ᾗ κατʼ οὐδένʼ ἔλεγχον οὐδʼ ἀπόδειξιν ἁλοὺς ἀπόλωλα; ἢ τὰς ἐλπίδας ὧν διαμαρτών, ὧν ἑτέροις προσῆκε κεκληρονόμηκα κακῶν;

οὔτʼ ἐφʼ οἷς ἐπολιτεύθην πρότερον δίκην ὀφείλων δοῦναι, οὔτε τῶν ἐφʼ οἷς ἐκρινόμην ἐξελεγχθέντων· οὔτε γὰρ ἔγωγε τῶν Ἁρπάλου φίλων φανήσομαι γεγονώς, τῶν τε γραφέντων περὶ Ἁρπάλου μόνα τὰ ἐμοὶ πεπραγμένʼ ἀνέγκλητον πεποίηκε τὴν πόλιν. ἐξ ὧν πάντων δῆλόν ἐστιν ὅτι καιρῷ τινὶ ληφθεὶς καὶ οὐκ ἀδικήματι, τῇ πρὸς ἅπαντας τοὺς ἐν ταῖς αἰτίαις ὀργῇ περιπέπτωκʼ ἀδίκως τῇ πρῶτος εἰσιέναι.