Letters

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἐπεὶ τί τῶν δικαίων οὐκ εἶπον ἐγὼ τῶν σεσῳκότων τοὺς ὕστερον κρινομένους; ἢ τίνʼ ἔλεγχον εἶπεν ἡ βουλὴ κατʼ ἐμοῦ; ἢ τίνα νῦν ἂν εἰπεῖν ἔχοι; οὐ γὰρ ἔστιν οὐδείς· τὰ γὰρ μὴ γενόμενʼ οὐκ ἔστι ποιῆσαι γεγενῆσθαι. ἀλλὰ περὶ μὲν τούτων παύομαι, πόλλʼ ἂν γράφειν ἔχων· τὸ γὰρ μηδὲν ἐμαυτῷ συνειδέναι πεῖράν μοι δέδωκεν εἰς μὲν ὠφέλειαν ἀσθενὲς ὄν, εἰς δὲ τὸ μᾶλλον λυπεῖσθαι πάντων ὀδυνηρότατον.

ἐπειδὴ δὲ καλῶς ποιοῦντες πᾶσι τοῖς ἐν ταῖς αἰτίαις διήλλαχθε, κἀμοὶ διαλλάγητʼ, ὦ ἄνδρες Ἀθηναῖοι· οὔτε γὰρ ἠδίκηχʼ ὑμᾶς οὐδέν, ὡς ἴστωσαν οἱ θεοὶ καὶ ἥρωες (μαρτυρεῖ δέ μοι πᾶς ὁ πρόσθεν παρεληλυθὼς χρόνος, ὃς δικαιότερον ἂν πιστεύοιθʼ ὑφʼ ὑμῶν τῆς ἀνελέγκτου νῦν ἐπενεχθείσης αἰτίας), οὔτʼ ἐγὼ χείριστος οὐδʼ ἀπιστότατος φανήσομαι τῶν διαβληθέντων.

καὶ μὴν τό γʼ ἀπελθεῖν οὐκ ἂν εἰκότως ὀργὴν πρός με ποιήσειεν· οὐ γὰρ ἀπεγνωκὼς ὑμᾶς οὐδʼ ἑτέρωσε βλέπων οὐδαμοῖ μετέστην, ἀλλὰ πρῶτον μὲν τοὔνειδος τῆς εἱρκτῆς χαλεπῶς τῷ λογισμῷ φέρων, εἶτα διὰ τὴν ἡλικίαν οὐκ ἂν οἷός τʼ ὢν τῷ σώματι τὴν κακοπαθίαν ὑπενεγκεῖν. ἔτι δʼ οὐδʼ ὑμᾶς ἐνόμιζον ἀβουλεῖν ἔξω με προπηλακισμοῦ γενέσθαι, ὃς οὐδὲν ὑμᾶς ὠφελῶν ἔμʼ ἀπώλλυεν.

ἐπεὶ ὅτι γʼ ὑμῖν προσεῖχον τὸν νοῦν καὶ οὐδέσιν ἄλλοις, πόλλʼ ἂν ἴδοιτε σημεῖα. εἴς τε γὰρ πόλιν ἦλθον, οὐκ ἐν ᾗ μέγιστα πράξειν αὐτὸς ἔμελλον, ἀλλʼ εἰς ἣν καὶ τοὺς προγόνους ἐλθόντας ᾔδειν, ὅθʼ ὁ πρὸς τὸν Πέρσην κατελάμβανεν αὐτοὺς κίνδυνος, καὶ παρʼ ᾗ πλείστην εὔνοιαν ὑπάρχουσαν ὑμῖν ἠπιστάμην (ἔστι δʼ ἡ Τροζηνίων αὕτη,

ᾗ μάλιστα μὲν οἱ θεοὶ καὶ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα καὶ τῆς εἰς ἔμʼ εὐεργεσίας εὖνοι πάντες εἴησαν, εἶτα κἀγὼ σωθεὶς ὑφʼ ὑμῶν δυνηθείην ἀποδοῦναι χάριτας)· ἔν τε ταύτῃ τινῶν, ὡς ἐμοὶ χαριζομένων, ἐπιτιμᾶν ὑμῖν τι πειρωμένων τῇ κατʼ ἔμʼ ἀγνοίᾳ, ἐγὼ πᾶσαν εὐφημίαν, ὥσπερ ἐμοὶ προσῆκε, παρειχόμην· ἐξ ὧν καὶ μάλιστα νομίζω πάντας ἀγασθέντας μου δημοσίᾳ τιμῆσαι.

ὁρῶν δὲ τὴν μὲν εὔνοιαν τῶν ἀνδρῶν μεγάλην, τὴν δʼ εἰς τὸ παρὸν δύναμιν καταδεεστέραν, μετελθὼν εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἐν Καλαυρείᾳ κάθημαι, οὐ μόνον τῆς ἀσφαλείας ἕνεκα, ἣν διὰ τὸν θεὸν ἐλπίζω μοι ὑπάρχειν ʽοὐ γὰρ εὖ οἶδά γε· ἃ γὰρ ἐφʼ ἑτέροις ἐστὶν ὡς ἂν βούλωνται πρᾶξαι, λεπτὴν καὶ ἄδηλον ἔχει τῷ κινδυνεύοντι τὴν ἀσφάλειαν̓, ἀλλʼ ὅτι καὶ τὴν πατρίδʼ ἐντεῦθεν ἑκάστης ἡμέρας ἀφορῶ, εἰς ἣν τοσαύτην εὔνοιαν ἐμαυτῷ σύνοιδα, ὅσης παρʼ ὑμῶν εὔχομαι τυχεῖν.