Letters

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

εἰκότως δʼ ἂν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μέλοι τῆς ἐμῆς σωτηρίας οὐ μόνον κατὰ τοῦθʼ ὅτι οὐδὲν ὑμᾶς ἀδικῶν δεινὰ πέπονθα, ἀλλὰ καὶ τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἕνεκʼ εὐδοξίας. μὴ γάρ, εἰ μηδεὶς ὑμᾶς ἀναμιμνῄσκει τοὺς χρόνους μηδὲ τοὺς καιροὺς ἐν οἷς τὰ μέγιστʼ ἐγὼ χρήσιμος ἦν τῇ πόλει,

τοὺς ἄλλους Ἕλληνας ἀγνοεῖν νομίζετε, μηδʼ ἐπιλελῆσθαι τῶν ἐμοὶ πεπραγμένων ὑπὲρ ὑμῶν, ἃ ἐγὼ δυοῖν ἕνεκα νῦν ὀκνῶ γράφειν καθʼ ἕκαστον, ἑνὸς μέν, τὸν φθόνον δεδιώς, πρὸς ὃν οὐδέν ἐστιν προὔργου τἀληθῆ λέγειν, ἑτέρου δέ, ὅτι πολλὰ καὶ ἀνάξιʼ ἐκείνων διὰ τὴν τῶν ἄλλων Ἑλλήνων κακίαν νῦν πράττειν ἀναγκαζόμεθα.

ἐν κεφαλαίῳ δὲ τοιαῦτʼ ἐστὶν ἐφʼ οἷς ἐξηταζόμην ὑπὲρ ὑμῶν ἐγώ, ὥσθʼ ὑμᾶς μὲν ἐπʼ αὐτοῖς ὑπὸ πάντων ζηλοῦσθαι, ἐμοὶ δʼ ἐλπίδα τῶν μεγίστων δωρεῶν προσδοκᾶσθαι παρʼ ὑμῶν. τῆς δʼ ἀναγκαίας μέν, ἀγνώμονος δὲ τύχης οὐχ ὡς δίκαιον ἦν, ἀλλʼ ὡς ἐβούλετο, κρινάσης τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα,

ὃν ὑμεῖς ἠγωνίσασθε, οὐδʼ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπέστην τῆς εἰς ὑμᾶς εὐνοίας, οὐδʼ ἀντηλλαξάμην ἀντὶ ταύτης οὐδέν, οὐ χάριν, οὐκ ἐλπίδας, οὐ πλοῦτον, οὐ δυναστείαν, οὐκ ἀσφάλειαν. καίτοι πάντα ταῦθʼ ἑώρων ὑπάρχοντα τοῖς καθʼ ὑμῶν βουλομένοις πολιτεύεσθαι.

ὃ δέ, πολλῶν ὄντων καὶ μεγάλων ἐφʼ οἷς εἰκότως ἐπέρχεταί μοι παρρησιάζεσθαι, μέγιστον ἡγοῦμαι, οὐκ ὀκνήσω γράψαι πρὸς ὑμᾶς, ὅτι ἐν ἅπαντι τῷ αἰῶνι τῶν μνημονευομένων ἀνθρώπων δεινοτάτου γεγενημένου Φιλίππου καὶ διʼ ὁμιλίας πεῖσαι προσέχειν αὑτῷ τὸν νοῦν ὡς βούλοιτο, καὶ διαφθεῖραι χρήμασι τοὺς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων γνωρίμους, ἐγὼ μόνος οὐδετέρου τούτων ἡττήθην,

ὃ κοινὴν ὑμῖν φιλοτιμίαν φέρει, πολλὰ μὲν ἐντυχὼν Φιλίππῳ καὶ διαλεχθεὶς ἐφʼ οἷς ὑμεῖς ἐπέμπετε πρεσβεύοντά με, πολλῶν δʼ ἀποσχόμενος χρημάτων διδόντος ἐκείνου, ἃ τῶν συνειδότων ἔτι πολλοὶ ζῶσιν. οὓς τίνα γνώμην ἔχειν περὶ ὑμῶν εἰκός, λογίσασθε· τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδʼ ὅτι συμφορὰ φανείη, κακία δʼ οὐδεμία, ὑμετέρα δʼ ἀγνωμοσύνη· ἣν τῷ μεταγνῶναι λύσαιτε.