Letters

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ὅπως οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μηκέτι πλείω χρόνον τοῖς παροῦσι κακοῖς συνέχωμαι, ψηφίσασθέ μοι ταῦθʼ ἃ καὶ ἄλλοις τισὶν ἤδη, ἵνα μήτʼ ἀνάξιον ὑμῶν μηδέν μοι συμβῇ, μήθʼ ἱκέτης ἑτέρων ἀναγκασθῶ γενέσθαι· οὐδὲ γὰρ ὑμῖν τοῦτο γένοιτʼ ἂν καλόν. ἐπεὶ εἴ γέ μοι τὰ πρὸς ὑμᾶς ἀδιάλλακτα ὑπάρχει, τεθνάναι μοι κρεῖττον ἦν.

εἰκότως δʼ ἄν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι· καὶ γὰρ ἐμαυτοῦ κυρίους ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτʼ ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλʼ ὅ τι βούλοισθε, τοῦτο χρήσαισθε· παρʼ ὧν γὰρ ἁπάντων καλῶν κἀγαθῶν ἔτυχον, τούτους ᾠόμην δεῖν ἔχειν καὶ ἁμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ.

ἐπειδὴ δὲ καλῶς ποιοῦσʼ ἡ δικαία τύχη τῆς ἀδίκου κρατήσασα δὶς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλεύσασθαι τῷ μηδὲν ἀνήκεστον ἐψηφίσθαι περὶ ἐμοῦ, σῴσατέ μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἄξια καὶ ἐμοῦ.

ἐπʼ οὐδενὶ γὰρ τῶν πεπραγμένων ἠδικηκότα μʼ εὑρήσετε, οὐδʼ ἐπιτήδειον ἄτιμον εἶναι οὐδʼ ἀπολωλέναι, ἀλλὰ καὶ εὔνουν τῷ πλήθει τῷ ὑμετέρῳ τοῖς μάλισθʼ ὁμοίως, ἵνα μηδὲν ἐπίφθονον γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγισθʼ ὑπάρχοντά μοι κατʼ ἐμαυτὸν σύμβολʼ εὐνοίας πρὸς ὑμᾶς.

μηδεὶς δʼ ὑμῶν ἡγείσθω μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μήτʼ ἀνανδρίᾳ μήτʼ ἄλλῃ προφάσει φαύλῃ μηδεμιᾷ παρʼ ὅλην τὴν ἐπιστολὴν ὀδύρεσθαι. ἀλλὰ τοῖς παροῦσιν ἕκαστος ἀφθόνως χρῆται, ἐμοὶ δὲ ταῦτα νῦν πάρεστιν, ὡς μήποτʼ ὤφελεν, λῦπαι καὶ δάκρυα καὶ τῆς πατρίδος καὶ ὑμῶν πόθος καὶ ὧν πέπονθα λογισμός, ἃ πάντα ποιεῖ μʼ ὀδύρεσθαι· ἃ ἐπισκοποῦντες δικαίως, ὡσ ἐν οὐδενὶ τῶν πεπολιτευμένων ὑπὲρ ὑμῶν, οὔτε μαλακίαν οὔτʼ ἀνανδρίαν προσοῦσαν εὑρήσετέ μοι.

πρὸς μὲν δὴ πάντας ὑμᾶς τοσαῦτα· ἰδίᾳ δὲ τοῖς ἐμοὶ προσκρούουσιν ἐναντίον ὑμῶν βούλομαι διαλεχθῆναι. ὅσα μὲν γὰρ τοῖς ὑφʼ ὑμῶν ἀγνοηθεῖσιν ὑπηρετοῦντες ἐποίουν, ἔστω διʼ ὑμᾶς αὐτοῖς πεπρᾶχθαι, καὶ οὐδὲν ἐγκαλῶ. ἐπειδὴ δʼ ἐγνώκαθʼ ὑμεῖς οἷα ταῦτʼ ἐστίν, ἐὰν μέν, ὥσπερ ὑπὲρ τῶν λοιπῶν ἐῶσι, καὶ ἐμοὶ συγχωρήσωσι, καλῶς ποιήσουσιν· ἐὰν δʼ ἐπηρεάζειν ἐγχειρῶσιν, ὑμᾶς ἀξιῶ μοι βοηθεῖν ἅπαντας, καὶ μὴ κυριωτέραν τὴν τούτων ἔχθραν τῆς παρʼ ὑμῶν χάριτός μοι γενέσθαι. εὐτυχεῖτε.